Εγκώμιο τού αγίου Ιωάννου του Δαμασκηνού, στην κοίμηση της Υπέραγίας Θεοτόκου .
Ἡ τῶν οὐρανῶν ὑψηλοτέρα ὑπάρχουσα,
καὶ τῶν Χερουβὶμ ἐνδοξοτέρα, καὶ πάσης κτίσεως τιμιωτέρα, ἡ δι' ὑπερβάλλουσαν
καθαρότητα, τῆς ἀϊδίου οὐσίας δοχεῖον γεγενημένη, ἐν ταῖς τοῦ Υἱοῦ χερσί, σήμερον
τὴν παναγίαν παρατίθεται ψυχήν, καὶ σὺν αὐτῇ πληροῦται τὰ σύμπαντα χαρᾶς, καὶ ἡμῖν
δωρεῖται τὸ μέγα ἔλεος.