xristianorthodoxipisti.blogspot.gr ΟΡΘΟΔΟΞΑ ΚΕΙΜΕΝΑ / ΑΡΘΡΑ
Εθνικά - Κοινωνικά - Ιστορικά θέματα
Ε-mail: teldoum@yahoo.gr FB: https://www.facebook.com/telemachos.doumanes

«...τῇ γαρ χάριτί ἐστε σεσωσμένοι διά τῆς πίστεως· και τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον, οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται. αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ ᾿Ιησοῦ ἐπι ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεός ἵνα ἐν αὐτοῖς περιπατήσωμεν...» (Εφεσίους β’ 8-10)

«...Πολλοί εσμέν οι λέγοντες, ολίγοι δε οι ποιούντες. αλλ’ούν τον λόγον του Θεού ουδείς ώφειλε νοθεύειν διά την ιδίαν αμέλειαν, αλλ’ ομολογείν μεν την εαυτού ασθένειαν, μη αποκρύπτειν δε την του Θεού αλήθειαν, ίνα μή υπόδικοι γενώμεθα, μετά της των εντολών παραβάσεως, και της του λόγου του Θεού παρεξηγήσεως...» (Άγιος Μάξιμος ο Ομολογητής p.g.90,1069.360)

Ἰδοὺ καιρὸς ἤγγικε τῆς σωτηρίας ἡμῶν, διά τούτο , ΛΟΓΟΣ ΣΠΟΥΔΑΙΟΣ ΠΕΡΙ ΤΗΣ ΕΝΑΘΡΩΠΗΣΕΩΣ ΤΟΥ ΘΕΟΥ ΛΟΓΟΥ

ΜΕΓΑΛΟΥ ΑΘΑΝΑΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ  ΛΟΓΟΣ  ΣΠΟΥΔΑΙΟΣ   ΠΕΡΙ ΤΗΣ ΕΝΑΘΡΩΠΗΣΕΩΣ ΤΟΥ ΘΕΟΥ ΛΟΓΟΥ ΚΑΙ ΤΗΣ ΔΙΑ ΣΩΜΑΤΟΣ ΠΡΟΣ ΗΜΑΣ  ΕΠΙΦΑΝΕΙΑΣ ΑΥΤΟΥ

                 Ἰδοὺ καιρὸς ἤγγικε τῆς σωτηρίας ἡμῶν, εὐτρεπίζου Σπήλαιον, ἡ Παρθένος ἐγγίζει τοῦ τεκεῖν, Σπήλαιον εὐτρεπίζου· ἡ Ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν. ἰδοὺ γὰρ ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Πατρός, πρόεισι τεχθῆναι ἐκ Κόρης ἀπειράνδρου, Ἀκούσατε ὄρη καὶ βουνοί, καὶ τὰ περίχωρα τῆς, Ἰουδαίας, ὅτι ἔρχεται Χριστός, ἵνα σώσῃ, ὃν ἔπλασεν ἄνθρωπον, ὡς φιλάνθρωπος
 Ἄκουε οὐρανέ, καὶ ἐνωτίζου ἡ γῆ· ἰδοὺ γὰρ ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Πατρός, πρόεισι τεχθῆναι, ἐκ Κόρης ἀπειράνδρου, εὐδοκίᾳ τοῦ φύσαντος αὐτὸν ἀπαθῶς, καὶ συνεργείᾳ τοῦ Ἁγίου Πνεύματος· Βηθλεὲμ εὐτρεπίζου, ἄνοιγε πύλην ἡ Ἐδέμ· ὅτι ὁ Ὢν γίνεται ὃ οὐκ ἦν, καὶ ὁ πλαστουργὸς πάσης κτίσεως διαπλάττεται, ὁ παρέχων τὸ μέγα ἔλεος.