Εὐχὴ ἐξομολογητικὴ εἰς τὴν ὑπεραγίαν
Θεοτόκον .Ἁγίου Γρηγορίου Παλαμᾶ
Παρθένε Δέσποινα Θεοτόκε, ἡ τὸν Θεὸν
Λόγον κατὰ σάρκα γεννήσασα, οἶδα μέν, οἶδα, ὅτι οὐκ ἔστιν εὐπρεπές, οὐδὲ ἄξιον ἐμὲ
τὸν οὕτω πανάσωτον εἰκόνα καθαρὰν σοῦ τῆς ἁγνῆς, σοῦ τῆς ἀειπαρθένου, σοῦ τῆς σῶμα
καὶ ψυχὴν ἐχούσης καθαρὰ καὶ ἀμόλυντα, ὀφθαλμοῖς μεμολυσμένοις ὁρᾶν καὶ
χείλεσιν ἀκαθάρτοις καὶ βεβήλοις περιπτύσσεσθαι, ἢ παρακαλεῖν. Δίκαιον γάρ ἐστιν
ἐμὲ τὸν οὕτω πανάσωτον ὑπὸ τῆς σῆς καθαρότητος μισεῖσθαι καὶ βδελύττεσθαι·
πλήν, ἐπειδήπερ διὰ τοῦτο γέγονεν ὁ Θεός, ὃν ἐγέννησας, ἄνθρωπος, ὅπως καλέσῃ
τοὺς ἁμαρτωλοὺς εἰς μετάνοιαν, θαρρῶν κἀγὼ προσέρχομαί σοι μετὰ δακρύων
δεόμενος.
