ΒΑΣΙΚΑΙ ΔΙΔΑΧΑΙ ΤΑ
ΤΑ 7 ΘΑΝΑΣΙΜΑ ΑΜΑΡΤΗΜΑΤΑ
ΤΑ 12 ΑΡΘΡΑ ΤΗΣ ΠΙΣΤΕΩΣ
1) Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα Παντοκράτορα, ποιητὴν οὐρανοῦ
καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράττων.
2) Καὶ εἰς ἕνα Κύριον Ἰησοῦ Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν
μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων·
3) Φῶς ἐκ φωτός, Θεὸν ἀληθινόν ἐκ Θεοῦ ἀληθινοῦ γεννηθέντα,
οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι’ Οὗ τὰ πάντα ἐγένετο.
4) Τὸν δι’ ημᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν
κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς
Παρθένου, καί ἐνανθρωπήσαντα.
5) Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ
παθόντα, καὶ ταφέντα.
6) Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, κατὰ τὰς Γραφάς.
7) Καὶ ἀνελθόντα εἰς τοῦς οὐρανούς, καί καθεζόμενον ἐκ δεξιῶν
τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς· Οὗ τῆς
βασιλεῖας οὐκ ἔσται τέλος.
8) Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον, τὸ Ζωοποιόν, τὸ ἐκ
τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ
συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν Προφητῶν.
9) Εἰς μίαν, ἁγίαν, καθολικήν, καὶ ἀποστολικὴν Ἐκκλησίαν.
10) Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν.
11) Προσδοκῶ ἀνάστασιν νεκρῶν.
12) Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.
ΤΑ 7 ΔΟΓΜΑΤΑ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ