xristianorthodoxipisti.blogspot.gr ΟΡΘΟΔΟΞΑ ΚΕΙΜΕΝΑ / ΑΡΘΡΑ
Εθνικά - Κοινωνικά - Ιστορικά θέματα
Ε-mail: teldoum@yahoo.gr FB: https://www.facebook.com/telemachos.doumanes

«...τῇ γαρ χάριτί ἐστε σεσωσμένοι διά τῆς πίστεως· και τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον, οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται. αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ ᾿Ιησοῦ ἐπι ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεός ἵνα ἐν αὐτοῖς περιπατήσωμεν...» (Εφεσίους β’ 8-10)

«...Πολλοί εσμέν οι λέγοντες, ολίγοι δε οι ποιούντες. αλλ’ούν τον λόγον του Θεού ουδείς ώφειλε νοθεύειν διά την ιδίαν αμέλειαν, αλλ’ ομολογείν μεν την εαυτού ασθένειαν, μη αποκρύπτειν δε την του Θεού αλήθειαν, ίνα μή υπόδικοι γενώμεθα, μετά της των εντολών παραβάσεως, και της του λόγου του Θεού παρεξηγήσεως...» (Άγιος Μάξιμος ο Ομολογητής p.g.90,1069.360)

ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ

 ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ 

ΟΜΙΛΙΑ ΕΙΣ ΤΗΝ ΚΥΡΙΑΚΗΝ  ΤΩΝ  ΑΓΙΩΝ  ΠΑΝΤΩΝ - ΕΓΚΩΜΙΟΝ  ΕΙΣ ΤΟΥΣ ΑΓΙΟΥΣ ΠΑΝΤΕΣ ΤΟΥ ΑΓΙΟΥ  ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ

Ὁ Οἶκος

Οἱ ἐν πάσῃ τῇ γῇ μαρτυρήσαντες, καὶ ἐν τοῖς οὐρανοῖς μετοικήσαντες, οἱ τὰ πάθη Χριστοῦ μιμησάμενοι, καὶ τὰ πάθη ἡμῶν ἀφαιρούμενοι, ἐνταῦθα σήμερον ἀθροίζονται, πρωτοτόκων δεικνύοντες Ἐκκλησίαν, ὡς τῆς ἄνω τὸν τύπον ἐπέχουσαν, καὶ Χριστῷ ἐκβοῶσαν· Θεός μου εἶ· Σύ με διὰ τῆς Θεοτόκου συντήρησον, πολυέλεε.

ᾨδὴ γ'

Ἦχος πλ. δ΄
Ὁ στερεώσας κατ' ἀρχὰς 
Σὲ τὸν ἀπρόσιτον Θεόν, καὶ Βασιλέα τῆς δόξης, ἐπὶ θρόνου Ἡσαΐας κατεῖδεν, ὑψηλοῦ καὶ Χερουβείμ, καὶ Σεραφεὶμ δοξάζοντα, ἀκαταπαύστοις ὕμνοις, μοναδικόν τρισυπόστατον.