xristianorthodoxipisti.blogspot.gr ΟΡΘΟΔΟΞΑ ΚΕΙΜΕΝΑ / ΑΡΘΡΑ
Εθνικά - Κοινωνικά - Ιστορικά θέματα
Ε-mail: teldoum@yahoo.gr FB: https://www.facebook.com/telemachos.doumanes

«...τῇ γαρ χάριτί ἐστε σεσωσμένοι διά τῆς πίστεως· και τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον, οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται. αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ ᾿Ιησοῦ ἐπι ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεός ἵνα ἐν αὐτοῖς περιπατήσωμεν...» (Εφεσίους β’ 8-10)

«...Πολλοί εσμέν οι λέγοντες, ολίγοι δε οι ποιούντες. αλλ’ούν τον λόγον του Θεού ουδείς ώφειλε νοθεύειν διά την ιδίαν αμέλειαν, αλλ’ ομολογείν μεν την εαυτού ασθένειαν, μη αποκρύπτειν δε την του Θεού αλήθειαν, ίνα μή υπόδικοι γενώμεθα, μετά της των εντολών παραβάσεως, και της του λόγου του Θεού παρεξηγήσεως...» (Άγιος Μάξιμος ο Ομολογητής p.g.90,1069.360)

Πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος ζῶν - Ἅγιος Ἰωάννης Χρυσόστομος

Πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος ζῶν - Ἅγιος Ἰωάννης Χρυσόστομος

Προτρέπεται καὶ κόλπος βύθιος ἁλιέα, ὅταν τὸ δίκτυον ῥίψας, καὶ πολλὴν τῶν ἐναλίων ἄγραν περιλαβὼν, κάμνουσαν τῷ φόρτῳ τὴν σαγήνην ἐφέλκηται·
καὶ θηρατὴν ὕλη θηροτρόφος, ὅταν ὄρη διερευνήσας, καὶ κορυφὴν κατάκομον ἀναπτύξας, μετὰ λαμπρᾶς καὶ πλουσίας ἐπανέλθῃ τῆς ἄγρας.
Εἰ δὲ τοῖς περὶ κέρδη καὶ θήραν ἐπτοημένοις γλυκὺς ὁ περὶ ταῦτα πόνος ὑπάρχει,
πόσῳ μᾶλλον τοῖς τῶν ἐκκλησιαστικῶν ἁλιεῦσι κόλπων,
οἷς τὸ κέρδος οὐχ ἡμερινὸν, οὐδὲ πρόσγειον,
ἀλλ' αὐτὴ τῶν οὐρανῶν ἡ βασιλεία καθέστηκε;

Άνθρωπος - Απάνθρωπος

Φέρε οὖν, ἀγαπητὲ,
∆αυϊδικῆς κιθάρας τὸ ψαλμικὸν ἀνακρούσωμεν μέλος,
καὶ κατὰ τοῦ ∆αυῒδ τὴν ἀνθρωπίνην εὐτέλειαν στηλιτεύσαντες, εἴπωμεν·