Θεοτόκε «Χαῖρε, ἡ πόλις τοῦ Παμβασιλέως»
Σὺ βοηθὸς ἁμαρτωλῶν, παράκλησις πασχόντων, Σὺ ὀρφανῶν ἀντίληψις, ἐνίσχυσις καμνόντων. Χειμαζομένων εἰ λιμήν, πτωχῶν παρηγορία, ἀβοηθήτων δύναμις, χηρῶν παραμυθία. Σὺ εὐσεβῶν τὸ στήριγμα, ἐλπὶς ἀπηλπισμένων, τῶν ἐναθλούντων ἔρεισμα, χαρὰ τῶν τεθλιμμένων. Σὺ σκέπη καὶ ἀντίληψις τῶν Σοὶ καταφευγόντων, Σὺ εἰ στερέωμα πιστῶν, ρύστις κινδυνευόντων. Σὴν κραταιὰν ἀντίληψιν παράσχου μοί, Κυρία, ἐπί την Σὴν ἐνίσχυσιν θαρρῶ, ὦ Παναγία. Σὺ σκέπε, φρούρει, φύλαττε, ἀπὸ παντὼς κινδύνου,