xristianorthodoxipisti.blogspot.gr ΟΡΘΟΔΟΞΑ ΚΕΙΜΕΝΑ / ΑΡΘΡΑ
Εθνικά - Κοινωνικά - Ιστορικά θέματα
Ε-mail: teldoum@yahoo.gr FB: https://www.facebook.com/telemachos.doumanes

«...τῇ γαρ χάριτί ἐστε σεσωσμένοι διά τῆς πίστεως· και τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον, οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται. αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ ᾿Ιησοῦ ἐπι ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεός ἵνα ἐν αὐτοῖς περιπατήσωμεν...» (Εφεσίους β’ 8-10)

«...Πολλοί εσμέν οι λέγοντες, ολίγοι δε οι ποιούντες. αλλ’ούν τον λόγον του Θεού ουδείς ώφειλε νοθεύειν διά την ιδίαν αμέλειαν, αλλ’ ομολογείν μεν την εαυτού ασθένειαν, μη αποκρύπτειν δε την του Θεού αλήθειαν, ίνα μή υπόδικοι γενώμεθα, μετά της των εντολών παραβάσεως, και της του λόγου του Θεού παρεξηγήσεως...» (Άγιος Μάξιμος ο Ομολογητής p.g.90,1069.360)

Εἰς τὴν παραβολὴν περὶ τοῦ ἀσώτου.Αγίου Ιωάννου του Χρυσοστόμου

 Αγίου Ιωάννου, αρχιεπισκόπου Κωνσταντινουπόλεως του Χρυσοστόμου, Εἰς τὴν παραβολὴν περὶ τοῦ ἀσώτου.

Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου.

Ἥμαρτον, οἶδα, Χριστὲ ∆έσποτα καὶ Θεέ·

ἐμὰς ἁμαρτίας σὺ μόνος ἐπίστασαι·

ἥμαρτον, ἐλέησον ὡς Θεὸς καὶ ∆εσπότης.

Οὐκ εἰμὶ ἄξιος εἰς τὸν οὐρανὸν βλέπειν, καὶ παρακαλεῖν σε τὸν ἀγαθόν μου ∆εσπότην, γέμων μεγίστων καὶ χαλεπῶν ἐγκλημάτων·

οὐκ ἔστιν ἀριθμὸς τῶν ἐμῶν ἁμαρτημάτων.Ἐλέησον ὡς ἀγαθὸς Θεὸς ὢν ἀεὶ,

Ὅτι οὐκ εἰμὶ ἄξιος κληθῆναι υἱός σου,ποίησόν με ὡς ἕνα τῶν μισθίων σου.