xristianorthodoxipisti.blogspot.gr ΟΡΘΟΔΟΞΑ ΚΕΙΜΕΝΑ / ΑΡΘΡΑ
Εθνικά - Κοινωνικά - Ιστορικά θέματα
Ε-mail: teldoum@yahoo.gr FB: https://www.facebook.com/telemachos.doumanes

«...τῇ γαρ χάριτί ἐστε σεσωσμένοι διά τῆς πίστεως· και τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον, οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται. αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ ᾿Ιησοῦ ἐπι ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεός ἵνα ἐν αὐτοῖς περιπατήσωμεν...» (Εφεσίους β’ 8-10)

«...Πολλοί εσμέν οι λέγοντες, ολίγοι δε οι ποιούντες. αλλ’ούν τον λόγον του Θεού ουδείς ώφειλε νοθεύειν διά την ιδίαν αμέλειαν, αλλ’ ομολογείν μεν την εαυτού ασθένειαν, μη αποκρύπτειν δε την του Θεού αλήθειαν, ίνα μή υπόδικοι γενώμεθα, μετά της των εντολών παραβάσεως, και της του λόγου του Θεού παρεξηγήσεως...» (Άγιος Μάξιμος ο Ομολογητής p.g.90,1069.360)

Η ΑΓΙΑ ΠΕΝΤΗΚΟΣΤΗ Η ΦΑΝΕΡΩΣΙΣ ΚΑΙ Η ΑΠΟΚΑΛΥΨΙΣ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ ΤΟΥ ΤΡΙΑΔΙΚΟΥ ΘΕΟΥ ΚΑΙ ΟΧΙ Η ΙΔΡΥΣΙΣ ¨Η ΤΟ ΓΕΝΕΘΛΙΟΝ ΑΥΤΗΣ

                                                            Η ΑΓΙΑ ΠΕΝΤΗΚΟΣΤΗ
Η ΦΑΝΕΡΩΣΙΣ ΚΑΙ Η ΑΠΟΚΑΛΥΨΙΣ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ ΤΟΥ ΤΡΙΑΔΙΚΟΥ ΘΕΟΥ ΚΑΙ ΟΧΙ Η ΙΔΡΥΣΙΣ ¨Η ΤΟ ΓΕΝΕΘΛΙΟΝ ΑΥΤΗΣ



«Τῆς ΕΚΚΛΗΣΙΑΣ τῆς ΠΡΩΤΗΣ τῆς ΠΝΕΥΜΑΤΙΚΗΣ  τῆς ΠΡΟ ἡλίου καὶ σελήνης ἐκτισμένης... τὴν ΕΚΚΛΗΣΙΑΝ οὐ νῦν εἶναι ἀλλ᾽ΑΝΩΘΕΝ, ἦν γὰρ Πνευματικὴ ὡς καὶ ὁ Ἰησοῦς ἡμῶν, ΕΦΑΝΕΡΩΘΗ δὲ ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν ἵνα ἡμᾶς σώσῃ, ἡ ΕΚΚΛΗΣΙΑ Πνευματικὴ οὖσα ΕΦΑΝΕΡΩΘΗ τῇ Σαρκὶ τοῦ Ἰησοῦ...»
(Ἅγιος Κλήμης ἐπίσκ. Ρώμης, Β' Κορ. 14, ΒΕΠΕΣ 1, σελ. 45 & ΕΠΕ 3, 358-365).

«Ἡ Ἁγία Καθολικὴ ΕΚΚΛΗΣΙΑ, καὶ ΧΡΙΣΤΙΑΝΙΣΜΟΣ ὄντως ὠνομασμένος ἀπαρχῆς, καὶ ΣΥΝ Τῼ ΑΔΑΜ καὶ ΠΡΟ ΤΟΥ ΑΔΑΜ, καὶ ΠΡΟ ΠΑΝΤΩΝ ΤΩΝ ΑΙΩΝΩΝ σὺν ΧΡΙΣΤῼ ΘΕΛΗΜΑΤΙ τοῦ ΠΑΤΡΟΣ καὶ ΥΙΟΥ καὶ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ, καὶ μετὰ πάντων τῶν κατὰ γενεὰν Θεῷ εὐαρεστησάντων πιστευόμενος, καὶ ἐν τῇ Αὐτοῦ παρουσίᾳ ἐν κόσμῳ σαφῶς ΑΠΟΚΑΛΥΦΘΕΙΣ»
(Ἅγιος Ἐπιφάνιος Κύπρου, P.G. 42, 784C-D).

«Εἰς Μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν. Οὐ γὰρ εἰς ΑΛΛΗΝ μὲν διὰ τῶν Προφητῶν, εἰς ΑΛΛΗΝ δὲ διὰ τῶν Ἀποστόλων ἐλάλησε τὸ ΠΝΕΥΜΑ ΤΟ ΑΓΙΟΝ»
(Εὐθύμιος Ζυγαβηνός, P.G. 131, 17-20).