<< Πάντων ἡμῶν ἐστὶ τὸ ἑλληνίζειν >>ΓΙΑ ΤΟΥΣ ΑΓΙΟΥΣ ΤΡΕΙΣ ΙΕΡΑΡΧΕΣ
Βασίλειος ὁ ἔνθεος νοῦς, Γρηγόριος ἡ θεία φωνή, Ἰωάννης ὁ παγκόσμιος λαμπτήρ, οἱ τρεῖς τῆς ἀνωτάτω, θεράποντες Τριάδος, καὶ λειτουργοὶ συνδοξαζέσθωσαν. Ἄνθρωποι τοῦ Θεοῦ, καὶ πιστοὶ ἱκέται, λειτουργοὶ Κυρίου, ἄνδρες ἐπιθυμιῶν, σκεύη ἐκλογῆς, στῦλοι καὶ στηρίγματα τῆς Ἐκκλησίας, βασιλείας κληρονόμοι, μὴ παρασιωπᾶτε, τοῦ βοᾶν ὑπὲρ ἡμῶν πρὸς Κύριον.