xristianorthodoxipisti.blogspot.gr ΟΡΘΟΔΟΞΑ ΚΕΙΜΕΝΑ / ΑΡΘΡΑ
Εθνικά - Κοινωνικά - Ιστορικά θέματα
Ε-mail: teldoum@yahoo.gr FB: https://www.facebook.com/telemachos.doumanes

«...τῇ γαρ χάριτί ἐστε σεσωσμένοι διά τῆς πίστεως· και τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον, οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται. αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ ᾿Ιησοῦ ἐπι ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεός ἵνα ἐν αὐτοῖς περιπατήσωμεν...» (Εφεσίους β’ 8-10)

«...Πολλοί εσμέν οι λέγοντες, ολίγοι δε οι ποιούντες. αλλ’ούν τον λόγον του Θεού ουδείς ώφειλε νοθεύειν διά την ιδίαν αμέλειαν, αλλ’ ομολογείν μεν την εαυτού ασθένειαν, μη αποκρύπτειν δε την του Θεού αλήθειαν, ίνα μή υπόδικοι γενώμεθα, μετά της των εντολών παραβάσεως, και της του λόγου του Θεού παρεξηγήσεως...» (Άγιος Μάξιμος ο Ομολογητής p.g.90,1069.360)

ΕΑΝ Η ΝΕΟΗΜΕΡΟΛΟΓΙΤΙΚΗ ΕΚΚΛΗΣΙΑ ΔΕΝ ΕΙΝΑΙ ΣΧΙΣΜΑΤΙΚΗ ΜΕΧΡΙ ΜΕΛΟΥΣΗΣ ΣΥΓΚΛΗΣΕΩΣ ΠΑΝΟΡΘΟΔΟΞΟΥ ΣΥΝΟΔΟΥ , ΒΑΣΕΙ ΤΟΥ -ΔΥΝΑΜΕΙ ΚΑΙ ΟΧΙ ΕΝΕΡΓΕΙΑ-.

ΕΑΝ  Η ΝΕΟΗΜΕΡΟΛΟΓΙΤΙΚΗ  ΕΚΚΛΗΣΙΑ  ΔΕΝ  ΕΙΝΑΙ  ΣΧΙΣΜΑΤΙΚΗ  ΜΕΧΡΙ  ΜΕΛΟΥΣΗΣ  ΣΥΓΚΛΗΣΕΩΣ  ΠΑΝΟΡΘΟΔΟΞΟΥ  ΣΥΝΟΔΟΥ , ΒΑΣΕΙ ΤΟΥ -ΔΥΝΑΜΕΙ ΚΑΙ ΟΧΙ  ΕΝΕΡΓΕΙΑ-.


Ἐγκώμιον εἰς τὴν Παναγίαν Θεοτόκον :Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἐπιφανίου Κύπρου ἐπισκόπου πόλεως Κωνσταντίας, τῆς Κυπριωνήσου

Ἐγκώμιον εἰς τὴν Παναγίαν Θεοτόκον

 Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἐπιφανίου Κύπρου
ἐπισκόπου πόλεως Κωνσταντίας, τῆς Κυπριωνήσου

Ἐγκώμιον εἰς τὴν Παναγίαν Θεοτόκον

Τὰς ἐκλαμπούσας μαρμαρυγὰς τῆς Θεοτόκου ἀκτῖνας φοβερὰς καὶ ἀκαταλήπτους δυνάμεις, οὐρανοῦ καὶ γῆς οἰκουμένης μυστήριον, θαῦμα, ἱλαστήριον φράσας ὁ τάλας ἐγώ, εἰς ἀκριβεστέραν ἔννοιαν ὁ τῆς καρδίας μου ἔνδον σκιρτήσας λογισμὸς βαθείας μνήμης, καὶ ὑψηλοτάτης θεωρίας πειρώμενος φέρειν τὸ θαῦμα, τρόμος καὶ φόβος πολὺς καὶ δεινὸς συνέσχε με, ὦ ἀγαπητοί. Ἡ γὰρ μνήμη τῆς φρικτῆς θεωρίας, ἔντρομον τὴν ψυχήν μου, καὶ φρικώδη τὴν καρδίαν ἐνέγκασα οὐ μετρίως ἐτιμώρησεν, ἀλλὰ δυνατῶς ἐβασάνισεν. Ἐπιπλήττει γάρ μου τὸν νοῦν, τῆς μεγίστης θεωρίας ἡ μνήμη, ὡς ἀκαταλήπτου μυστηρίου, τὸ λέγειν οὐκ ἰσχύουσα. Τίς γὰρ ἱκανὸς τοιοῦτο φρᾶσαι μυστήριον; ποῖον δὲ φθέγξασθαι στόμα, ἢ ποία γλῶσσα λαλήσει, Λέληθεν, εἰπεῖν οὐκ ἰσχύει. Νῦν δὲ τολμήσω περὶ τῆς μόνης Θεοτόκου καθ᾿ ὃ καταλαμβάνω· καὶ πάλιν φοβοῦμαι. Οὐκ ἔχω γλῶτταν ἀξίως εἰπεῖν τὰ λίαν μεγάλα. Ἰσχνόωνος γὰρ καὶ βραδύγλωσσος, καὶ οὐκ εὔλαλος ὑπάρχω, ἵν᾿ οὕτως εἴπω, περὶ τῆς μεγαλωνύμου καὶ ὁσίας καὶ ἀπειρογάμου καὶ θεοτόκου Μαρίας,