Περὶ ὑπομονῆς, καὶ περὶ συντελείας τοῦ αἰῶνος τούτου, καὶ
δευτέρας παρουσίας, ἀδιαδόχου τε τῶν δικαίων βασιλείας, καὶ ἀτελευτήτου τῶν ἁμαρτωλῶν
κολάσεως· ὑπόθεσίς τε ἐξομολογήσεως, καὶ πρὸς τὴν τῶν θείων Γραφῶν μελέτην
προτροπὴ, τίνες τε αἱ μεθοδεῖαι τοῦ Ἐχθροῦ, καὶ τί τὸ τῆς ἡσυχίας ὠφέλιμον. Αγίου Ιωάννου του Χρυσοστόμου .
Λαμπρὸς ὁ βίος τῶν δικαίων·
πῶς δὲ λαμπρύνεται, ἀλλ' ἢ διὰ τῆς ὑπομονῆς;
Ταύτην κτησάμενος ἀγάπησον, ὦ ἀδελφὲ,
ὡς τῆς ἀνδρείας μητέρα·
ὁ μὲν γὰρ ψαλμὸς παραινεῖ λέγων·
Ὑπόμεινον τὸν Κύριον, καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ.
Ὁ δὲ Παῦλος ὅπως κτήσῃ τὴν ἀρετὴν, λέγει·
Ἡ θλῖψις ὑπομονὴν κατεργάζεται.
Ταύτην μετερχόμενος, εὑρήσεις τὴν πηγὴν τῶν ἀγαθῶν, τὴν ἐλπίδα·
Ἡ δὲ ἐλπὶς οὐ καταισχύνεται.
Ὑποτάγηθι τοίνυν τῷ Κυρίῳ, καὶ ἱκέτευσον αὐτῷ, καὶ εὑρήσεις ἐκ
τούτου τὸ, καὶ δῴη σοι τὰ αἰτήματα τῆς καρδίας σου.
Τί τούτου μακαριώτερον, τοῦ κεκτῆσθαι βασιλέως τοιούτου ἀκοὴν
εὐμενῆ;
τίς οὐ θελήσει ἀνεῳγμένην ἔχειν καὶ ὑπακούουσαν τοῦ κριτοῦ τὴν
ἀκοήν;
Ἐργάτης τυγχάνεις τῆς ἀρετῆς, ἀδελφέ·
ἐμισθώσατό σε Χριστὸς εἰς τὸν ἀμπελῶνα αὐτοῦ·
ὡς καιρὸν ἔχεις, ἐργάζου τὸ ἀγαθόν.