Ὁμιλία εἰς την κατά τόν Τελώνην καί τόν Φαρισαῖον τοῦ Κυρίου παραβολήν (Ἁγ. Γρηγόριος Παλαμᾶς)
Βεβαρημένων τῶν ὀφθαλμῶν μου ἐκ τῶν ἀνομιῶν μου, οὐ δύναμαι ἀτενίσαι, καὶ ἰδεῖν τὸν αἰθέρα τοῦ οὐρανοῦ, ἀλλὰ δέξαι με ὡς τὸν Τελώνην, μετανοοῦντα Σωτήρ, καὶ ἐλέησόν με.
Ἀπὸ κοπρίας καὶ παθῶν, ταπεινὸς ἀνυψοῦται, ἀρετῶν ἀπὸ ὕψους, καταπίπτει δὲ δεινῶς, ὑψηλοκάρδιος πᾶς, οὗ τὸν τρόπον, τῆς κακίας φύγωμεν.
Ταχὺ δέξαι Δέσποινα τὰς ἱκεσίας ἡμῶν, καὶ ταύτας προσάγαγε, τῷ σῷ Υἱῷ καὶ Θεῷ, Κυρία Πανάμωμε· λῦσον τὰς περιστάσεις, τῶν εἰς σὲ προστρεχόντων, σύντριψον μηχανίας, καὶ κατάβαλε θράσος, τῶν ὁπλιζομένων ἀθέων, κατὰ τῶν δούλων σου.
Στεναγμοὺς προσοίσωμεν, τελωνικοὺς τῷ Κυρίῳ, καὶ αὐτῷ προσπέσωμεν, ἁμαρτωλοὶ ὡς Δεσπότῃ· θέλει γὰρ τὴν σωτηρίαν πάντων ἀνθρώπων, ἄφεσιν παρέχει πᾶσι μετανοοῦσι· δι' ἡμᾶς γὰρ ἐσαρκώθη Θεὸς ὑπάρχων Πατρὶ συνάναρχος.