xristianorthodoxipisti.blogspot.gr ΟΡΘΟΔΟΞΑ ΚΕΙΜΕΝΑ / ΑΡΘΡΑ
Εθνικά - Κοινωνικά - Ιστορικά θέματα
Ε-mail: teldoum@yahoo.gr FB: https://www.facebook.com/telemachos.doumanes

«...τῇ γαρ χάριτί ἐστε σεσωσμένοι διά τῆς πίστεως· και τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον, οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται. αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ ᾿Ιησοῦ ἐπι ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεός ἵνα ἐν αὐτοῖς περιπατήσωμεν...» (Εφεσίους β’ 8-10)

«...Πολλοί εσμέν οι λέγοντες, ολίγοι δε οι ποιούντες. αλλ’ούν τον λόγον του Θεού ουδείς ώφειλε νοθεύειν διά την ιδίαν αμέλειαν, αλλ’ ομολογείν μεν την εαυτού ασθένειαν, μη αποκρύπτειν δε την του Θεού αλήθειαν, ίνα μή υπόδικοι γενώμεθα, μετά της των εντολών παραβάσεως, και της του λόγου του Θεού παρεξηγήσεως...» (Άγιος Μάξιμος ο Ομολογητής p.g.90,1069.360)

Λόγος περί ἐλπίδος : Ἁγίου Ἰωάννη τοῦ Χρυσοστόμου

Λόγος περί ἐλπίδος : Ἁγίου Ἰωάννη τοῦ Χρυσοστόμου 


 Ἅπαντες μὲν ἄνθρωποι φύσει εὐμήχανοι, διὰ τὸ φύσει τοῦ λογισμοῦ διακριτικόν τε καὶ νουνεχές. Ἕκαστος γὰρ τούτων πρὸς γεωργίαν καὶ ὁδοιπορίαν καὶ τέχνην τινὰ ἐλπίδι τινὶ ἑαυτὸν παραδίδωσιν. Ἅπαντες γὰρ καμάτους καὶ ἱδρῶτας, κινδύνους τε καὶ θλίψεις προθυμίᾳ ὑποφέρουσι διὰ τὴν τῶν μελλόντων ἀγαθῶν προσδοκίαν.

Καὶ ὁ μὲν γεωργὸς ἐν τῇ συνολκῇ τῶν νεύρων καὶ μελῶν κυρτώσας τὰ νῶτα, ἄμφω δὲ τὰς χεῖρας ὁπλίσας δόρατι καὶ ἀρότρῳ, τοὺς ἐκ τοῦ χειμῶνος κρυμοὺς, καὶ τοὺς ἐκ τῆς βώλου καὶ τῶν ἐγκειμένων ἀκανθῶν αἰκισμοὺς προθύμως ὑποφέρει, τῇ μελλούσῃ τῶν καρπῶν προσδοκίᾳ τοὺς πόνους παραμυθούμενος.

Ὁ δέ γε ὁδοιπόρος ἐν ταῖς δυσβάτοις καὶ προσάντεσιν ὁδοῖς ἐπιβὰς, ἀντιτυποῦντος τοῦ στερεοῦ ἐδάφους, τοὺς ταρσοὺς μαστιζόμενος, ἱδρώτων πολυχύτους σταγόνας ἐκ κορυφῆς μέχρις ὀνύχων κοχλάδων ἀναζέων, καύσωνάς τε καὶ ὑδάτων λιμοὺς καὶ τροφῶν ἔνδειαν γενναίως ὑπομένει, διὰ τὸ ἐκ τῆς ὁδοιπορίας αὐτῷ ἐλπιζόμενον κέρδος.

Ἰατροὶ δὲ ἐν τῇ ἐκτομῇ τῶν οἰδαινόντων τραυμάτων τὴν δυσωδίαν ἐπιφέρουσι, γαστέρων δὲ κενώσεις καὶ χαύνων χυμῶν ἐκχύσεις ἐκ χειρὸς δεχόμενοι οὐκ ἀναίνονται διὰ τὴν τῶν ἀσθενούντων ὑγίειαν, καὶ διὰ τὴν οἰκείαν εὐπορίαν τὴν ἐκ τῶν θεραπευομένων αὐτοῖς ἐλπιζομένην.

Οἱ δὲ πελάγιοι πλωτῆρες γῆν λείποντες, καὶ τὰ τῆς θαλάττης ἁλμυρὰ καὶ κυάνεα νῶτα τέμνοντες, παλιντρόπων πνευμάτων βίας καὶ ταραχὰς ἀνηκέστους ὑπομένουσι, σχοινίων δὲ πολυπλόκων διατάσεις, ἱστίων δὲ καὶ αὐχένων τρισμοὺς φοβεροὺς, κυμάτων δὲ ἀγρίων ὀρυγμαδώδεις κατόψεσι δεχόμενοι φοβεροὺς διὰ τὴν ἐκ τοῦ πλοὸς αὐτοῖς ἐλπιζομένην σωτηρίαν καὶ εὐπορίαν.

Ἅπαντες δὲ οὗτοι καὶ οἱ τούτων πλείονες καμάτους τε καὶ κινδύνους ὑπομένουσι διὰ τὴν πρὸς ὀλίγον φαινομένην ἐλπίδα· πολλῷ μᾶλλον τὸ φιλόθεον γένος τῶν Χριστιανῶν, ἀνδρῶν δὴ λέγω καὶ γυναικῶν οὐ γὰρ μόνον τὸ ἄῤῥεν ἐστράται παρὰ τῷ Θεῷ, ἀλλὰ καὶ τὸ θῆλυ, οὐ τῇ τοῦ σώματος ῥώμῃ, ἀλλὰ τῇ τῆς φρονήσεως ἀνδρείᾳ διωγμούς τε καὶ λιμοὺς, νηστείαν τε καὶ ἀγρυπνίαν καὶ χαμευνίαν, καὶ τῶν ἄλλων ἀνεκδιηγήτων θλίψεων ἄμφω προθύμως ὑποφέροντες διὰ τὴν ἀκήρατον καὶ μακαρίαν ἐν οὐρανοῖς ἐλπίδα.

Ἕκαστος οὖν στηκέτω τῷ ἰδίῳ ἔργῳ, καὶ ἐλπίδι τονούσθω· ὁ γεωργὸς τῆς πνευματικῆς ἀρούρας ἔμβαλε τῆς διδασκαλίας τὸ ἄροτρον εἰς τὸ δεκτὸν τῆς διανοίας χωρίον· εἶτα μετὰ τῶν προκαταβληθέντων τῶν αἱρετικῶν σπερμάτων, τὸ βλάστημα ἔξελε τῶν Ἰουδαϊκῶν καὶ Ἑλληνικῶν σοφισμάτων, ἵνα ἐκκαθάρας τὴν ψυχὴν, ἐπισπείρῃς τὰ τῆς πίστεως ἅγια σπέρματα, τὰ τῆς ἐλπίδος ἀγαλλιάματα, τὰ τῆς ἀγάπης γλυκάσματα oὐ γὰρ μόνον τῷ Ἱερεμίᾳ ἔδωκεν ἐξουσίαν τοῦ κατασκάπτειν τὰ χείρονα, καὶ καταφυτεύειν τὰ κρείττονα, ἀλλὰ καὶ σοὶ ἐν τῷ λέγειν· Ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου· ἰδοὺ κατέστησά σε σήμερον ἐπὶ ἔθνη καὶ βασιλείας, ἐκριζοῦν καὶ κατασκάπτειν καὶ ἀπολλύειν, καὶ ἀνοικοδομεῖν καὶ καταφυτεύειν.
Ἐκρίζου τοίνυν τὰ ἄγρια τῆς λαγνείας κινήματα, καὶ καταφύτευε τὰ ἅγια τῆς ἁγνείας μιμήματα· κατάσκαπτε τοῦ πονηροῦ φυτείαν, καὶ καταφύτευε τὴν τοῦ Χριστοῦ πολιτείαν·
ἀπόλλυε τὰ φευκτὰ τῶν διδαγμάτων, στηλίτευε δὲ τὰ σπουδαῖα τῶν νοημάτων.

Ὁ οἰκοδόμος, κατάσπα τὰ κακῶς οἰκοδομηθέντα ὑπὸ τῆς τοῦ διαβόλου μηχανῆς ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς ἰνδάλματα, καὶ οἰκοδόμει ναὸν τοῦ Θεοῦ, τιθεὶς θεμέλιον Υἱὸν Χριστὸν τὸν ἀκρογωνιαῖον, ἐφ’ ὃν οἰκοδομεῖται τὰ τῆς δικαιοσύνης καλλιεργήματα.

Ταῦτα πράττων, κἂν θλίβῃ, ὑπόμενε· κἂν διώκῃ, μὴ ἀπόκαμνε· κἂν λιμώττῃς, μὴ ἀπόφευγε·
ἀλλὰ πάντα ὑπόμενε προθύμως διὰ τὴν ἐλπιζομένην ἐν τρυφῇ τοῦ παραδείσου ἀνάκτησιν.
Ὁδοιπόρος εἶ κατὰ τὸν λέγοντα, κατάρτισαι τὰ διαβήματά μου ἐν ταῖς τρίβοις σου, ἵνα μὴ σαλευθῶσι τὰ διαβήματά μου· φεῦγε τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδὸν τὴν ἀπάγουσαν εἰς τὴν ἀπώλειαν· λάμβανε τὴν βακτηρίαν τοῦ Πνεύματος δύο πράξεις ἐπιτελοῦσαν, τόν τε ἐγκαθήμενον ἐν τῇ ὁδῷ σκολιὸν δράκοντα ἀποκτείνουσαν, καὶ σέ ποτε ἐν τοῖς πειρασμοῖς ἐκλυόμενον καὶ καταπίπτοντα διαβαστάζουσαν.

Φέρε τὸν πειρασμὸν προσφερόμενον· κἂν διψῇς, ἐπὶ τὴν ἀθάνατον πηγὴν τὸν Χριστὸν ἀνάτρεχε· κἂν πεινῇς, τὸν ἄρτον τὸν ζῶντα ἐπιζήτει, ἵνα μὴ ἀποκάμῃς, μηδὲ ἐνδῷς χαυνούμενος ταῖς ἡδοναῖς, ἀλλ’ ἐνδυναμοῦ ἀποβλέπων τὸ τέλος τῆς ὁδοῦ, ἐλπίζων τὴν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἰσάγγελον ζωήν.

Ὁ ἰατρὸς τῶν ψυχῶν ἔκτεμε τῇ μαχαίρᾳ τοῦ Πνεύματος τὰ οἰδαίνοντα καὶ ἡλκωμένα πάθη τῆς ὑπερηφανίας, ἀπόπλυνε τὸν βόρβορον τῶν ἡδονῶν τῷ ὕδατι τῆς διδασκαλίας· θεράπευε τὰς ἐκ τῆς ἁμαρτίας ἐπιτεθείσας πληγὰς ταῖς ψυχαῖς τῶν ἀνθρώπων, οἴνῳ καὶ ἐλαίῳ χρώμενος κατὰ τὸν Κύριον· οἴνῳ στῦφε πρὸς τὸ μηκέτι χαυνούμενον ἐνδιδόναι ταῖς ἐπιθυμίαις, ἐλαίῳ δὲ λῦσον τοὺς πόνους τῆς ψυχῆς, καὶ τῶν προημαρτημένων πταισμάτων τὴν συγχώρησιν ταχεῖαν αὐτοῖς ὑπισχνούμενος.

Μὴ πρὸς τὰ χρηματικὰ κέρδη ἀποβλέπων παρίδῃς τὸν πένητα, μηδὲ πάλιν διὰ τὸν κατάπτυστον πλοῦτον παρίδῃς τὸν πλούσιον, ἀλλὰ πένητα καὶ πλούσιον ὁμοῦ παρακαλεῖ σωφρονεῖν.
Μηδένα ἀπέλπιζε, μηδὲ τὸν ἄγαν ἁμαρτωλὸν, ἵνα μὴ τέλεον εἰς τὸν βυθὸν τῆς ἁμαρτίας αὐτοὺς ῥίψωμεν, ἀλλὰ δίδου χεῖρα τῷ πεπτωκότι λέγων· Οὐκ ἦλθεν ὁ Κύριος σῶσαι δικαίους, ἀλλὰ ἁμαρτωλούς· ἵνα πρόθυμοι γενόμενοι, ἐκκλίναντες ἀπὸ τοῦ κακοῦ ποιήσωσι τὸ ἀγαθὸν καὶ σωθῶσι.

Πάντα πρᾶττε διὰ τὴν τῶν ἀσθενούντων ὑγίειαν, τρεφόμενος τῇ ἐλπίδι τῶν σωζομένων, καὶ τῇ παρὰ Θεῷ ἐλπιζομένῃ ἀγαλλιάσει.

Ὡς ἀθλητὴς, νομίμως ἄθλησον· Οὐδεὶς γὰρ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ.
Οὐκ ἔστιν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.
Τοὺς ἀσκητικοὺς πόνους στέργε, τοὺς διαβολικοὺς βρόχους φεῦγε. Ἴδε Παῦλον καὶ τρέχοντα καὶ πυκτεύοντα καὶ παλαίοντα. Οὕτω τρέχω, φησὶν, ἵνα καταλάβω· οὕτω πυκτεύω, οὐχ ὡς ἀέρα δέρων· ἀλλ’ ὑποπιάζω μου τὸ σῶμα, μήπως ἐγὼ ὁ κηρύξας, αὐτὸς ἀδόκιμος ἔσωμαι.

Τρέχε τοίνυν ἵνα καταλάβῃς, πύκτευε καὶ πάλαιε, ἵνα νικήσῃς τὸν ἐχθρόν· ἀλείφου τῷ τῆς εὐσεβείας ἐλαίῳ· ἔχεις παλαίσματα καταλειφθέντα σοι ὑπὸ τῶν ἁγίων πατέρων· λάμβανε τὴν ἀνεξικακίαν τοῦ Μωϋσέως, τοῦ Ἰωσὴφ τὴν σωφροσύνην, τοῦ ∆αυῒδ τὴν πραότητα, τοῦ Ἠλία τὴν παρθενίαν, τοῦ Ἐλισσαίου τὴν νηστείαν, τοῦ Ἡσαΐου τὴν ἀκτημοσύνην, Παύλου καὶ Πέτρου τὴν πίστιν, Χριστοῦ τὴν ἀγάπην, ἵνα ἐν πᾶσι καλῶς ἀγωνισάμενος, τῆς νίκης τὰ βραβεῖα ἐκ χειρὸς Θεοῦ ὑποδέξῃ.

Ποιμὴν εἶ τῶν λογικῶν προβάτων τοῦ Χριστοῦ; Τὰ πρόβατα μάνδρευε, τὰ πεπλανημένα ἐπίστρεφε, τὰ συντετριμμένα ἐπίδευε, τὰ λυκόδηκτα ἰῶ, τοὺς λύκους ἀπόστρεφε, τοὺς κύνας τοὺς ὑπὲρ τοῦ ποιμνίου οὐ γὰρ ὑπνοῦντας, ἀλλ’ ὑλακτοῦντας καὶ λαθροφοροῦντας εἰς τοῦ ∆εσπότου τὸ ποίμνιον· τούτους ἀπέλαυνε. Τὴν ἐκ τῆς Μαρίας ἀειθαλῆ βλαστήσασαν χλόην ὑποδείκνυε, τὴν ἀθάνατον πηγὴν τοῦ βαπτίσματος σήμαινε, τὸ ἐσπιλωμένον πρόβατον τῷ ὕδατι τῶν δακρύων ἀπόσμηχε· πάντα πόνον καὶ κάματον ὑπόμενε, ἵνα, φανερωθέντος τοῦ ἀρχιποιμένος Χριστοῦ, δέξῃ τὸν ἀμαράντινον τῆς δόξης στέφανον.

Πρόβατον εἶ; Πείθου τῷ ποιμένι σου, τὴν μάνδραν μὴ φεῦγε, τὴν πίστιν δὲ στέργε, τὴν ῥάβδον τοῦ ποιμένος μὴ ἐκκλίνῃς. οὐ γὰρ πατάσσει σε, ἵνα ἀποκτείνῃ, ἀλλ’ ἵνα ἀπὸ τῆς πλάνης σε ἐπιστρέψῃ. Τὸ ἐκ τῆς Ἰεσσαὶ ῥάβδου βλαστῆσαν ἄνθος νέμου ἀδιακρίτως, τὴν ἐκ τῆς ἀκροτόμου πέτρας κοχλαδὸν βλαστάνουσαν πηγὴν ἀθάνατον ποτίζου, ἵν’ ἐντεῦθεν εἰς τὴν μάνδραν τῆς τρυφῆς μὴ σύναγε πλοῦτον, μᾶλλον δὲ τὸν πλοῦτον μὴ ἀγάπα· χρημάτων φροντίδα φεῦγε, τὰ δίγματα μὴ σύνεχε· τὰ χρήματα μὴ σύναγε, δι’ ὧν φύεται τὰ ἐγκλήματα, ἀλλὰ σπεῖρε πλουσίως τὴν τροφὴν τοῖς πένησιν, ἐλπίζων λάβρον καὶ πέπειρον τὸ δράγμα θερίσαι τῆς ψυχῆς.


Ὁ πένης μὴ ὀλιγοψύχει, μὴ ἀπολέγου τὴν ζωὴν, μὴ βλασφημήσῃς, ἀλλ’ εὐχαρίστει, ὑπόμεινον τὸ ὀλιγοχρόνιον τῆς πενίας ἴστριον, ἐπίβλεπε εἰς τὸν γνώμονά σου Λάζαρον, καὶ ἐλπίδι ἐνδυναμοῦ· τεύξῃ γὰρ καὶ αὐτὸς τῶν Ἀβραμιαίων τῆς ἀναπαύσεως κόλπων· ἔνθα καὶ αὐτοὺς ἡμᾶς ὁ πάντων ∆εσπότης Θεὸς ἀξιώσειε ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου