xristianorthodoxipisti.blogspot.gr ΟΡΘΟΔΟΞΑ ΚΕΙΜΕΝΑ / ΑΡΘΡΑ
Εθνικά - Κοινωνικά - Ιστορικά θέματα
Ε-mail: teldoum@yahoo.gr FB: https://www.facebook.com/telemachos.doumanes

«...τῇ γαρ χάριτί ἐστε σεσωσμένοι διά τῆς πίστεως· και τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον, οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται. αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ ᾿Ιησοῦ ἐπι ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεός ἵνα ἐν αὐτοῖς περιπατήσωμεν...» (Εφεσίους β’ 8-10)

«...Πολλοί εσμέν οι λέγοντες, ολίγοι δε οι ποιούντες. αλλ’ούν τον λόγον του Θεού ουδείς ώφειλε νοθεύειν διά την ιδίαν αμέλειαν, αλλ’ ομολογείν μεν την εαυτού ασθένειαν, μη αποκρύπτειν δε την του Θεού αλήθειαν, ίνα μή υπόδικοι γενώμεθα, μετά της των εντολών παραβάσεως, και της του λόγου του Θεού παρεξηγήσεως...» (Άγιος Μάξιμος ο Ομολογητής p.g.90,1069.360)

῾Ομολογία τῆς ὀρθῆς πίστεως Μάρκου μητροπολίτου Ἐφέσου τοῦ Εὐγενικοῦ ᾿Εκτεθεῖσα ἐν Φλωρεντίᾳ κατὰ τὴν πρὸς Λατίνους γενομένην σύνοδον

῾Ομολογία τῆς ὀρθῆς πίστεως
Μάρκου μητροπολίτου Ἐφέσου τοῦ Εὐγενικοῦ

᾿Εκτεθεῖσα ἐν Φλωρεντίᾳ κατὰ τὴν πρὸς Λατίνους γενομένην σύνοδον

[1] Ἐγὼ τῇ τοῦ θεοῦ χάριτι δόγμασιν ἐντραφεὶς εὐσεβέσι καὶ τῇ ἁγίᾳ καὶ καθολικῇἐκκλησίᾳ διὰ πάντων ἑπόμενος, πιστεύω καὶ ὁμολογῶ τὸν θεὸν καὶ πατέρα μόνον ἄναρχον καὶ ἀναίτιον, πηγὴν δὲ καὶ αἰτίαν τοῦ υἱοῦ καὶ τοῦ πνεύματος. ὅ τε γὰρ υἱὸς ἐξ αὐτοῦγεγέννηται καὶ τὸ πνεῦμα ἐξ αὐτοῦ ἐκπο­ρεύεται, μηδὲν τοῦ υἱοῦ συμβαλλομένου πρὸς τὴνἐκπόρευσιν, ὥς περ οὐδὲ τοῦ πνεύματος πρὸς τὴν γέννησιν, ἢ κατὰ τὸ ἅμα τὰς προό­δους εἶναι καὶ σὺν ἀλλήλαις, ὡς οἱ θεολόγοι πατέρες διδάσκουσι. διὰ τοῦ­το γὰρ καὶ τὸ πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι «δι᾿ υἱοῦ» λέγεται, τουτέστι μετὰ τοῦ υἱοῦ καὶ ὡς ὁ υἱός, εἰ καὶ μὴγεννητῶς ὡς ἐκεῖνος. ὁ δὲ υἱὸς οὐ λέγεται γεννᾶ­σθαι διὰ τοῦ πνεύματος, διὰ τὸ σχετικὸν εἶναι τὸ τοῦ υἱοῦ ὄνομα, ἵνα μὴ δόξῃ υἱὸς εἶναι τοῦ πνεύματος. ἐντεῦθεν καὶ πνεῦμα μὲν υἱοῦ λέγεται διὰ τὸ κατὰ φύσιν οἰκεῖον, καὶ τὸ δι᾿ αὐτοῦ πεφηνέναι καὶ δίδοσθαι τοῖςἀν­θρώποις· ὁ δὲ υἱὸς τοῦ πατρὸς λέγεται, τοῦ δὲ πνεύματος ὁ υἱὸς οὔτε ἔστιν οὔτε λέγεται κατὰ τὸν Νύσσης Γρηγόριον.

Εἰ δὲ τὸ «δι᾿ υἱοῦ ἐκπορεύεσθαι» τὴν αἰτίαν ἐδήλου, καθ᾿ ἅ περ οἱ νέοι θεολόγοι φασίν, ἀλλ᾿ οὐ τὸ δι᾿ αὐτοῦ ἐκλάμπειν καὶ πεφυκέναι καὶ ὅλως τὸ συμπροϊέναι καὶ συμπαρομαρτεῖν κατὰ τὸν θεηγόρον Δαμασκηνόν, οὐκ ἂν οἱ θεολόγοι πάντες ἑξῆς ῥητῶς ἀφῄρουν τοῦυἱοῦ τὴν αἰτίαν. ὁ μὲν [Διονύ­σιος] λέγων· «Μόνη πηγὴ τουτέστιν αἰτία τῆς ὑπερουσίου θεότητος ὁ πα­τήρ, καὶ τούτῳ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος διακρίνεται». ὁ δὲ [Ἀθανά­σιος]· «Μόνος ἀγέννητος καὶ μόνος πηγὴ θεότητος ὁ πατήρ», τουτέστι μό­νος αἰτία καθ ἅ περ καὶμόνος ἀναίτιος. ὁ δὲ [Γρηγόριος ὁ θεολόγος]· «πάντα ὅσα ὁ πατὴρ τοῦ υἱοῦ πλὴν τῆς αἰτίας». ὁ δὲ [Μάξιμος] ὅτι καὶ οἱ ῾Ρωμαῖοι «τὸν υἱὸν οὐ ποιοῦσιν αἰτίαν τοῦ πνεύματος». ὁδὲ [Δαμασκη­νὸς] ὅτι «μόνος αἴτιος ὁ πατήρ»· καὶ ἐν ἄλλοις· «῞Οσα ἁρμόζει πηγῇ, αἰτίᾳ,γεννήτορι, τῷ πατρὶ μόνῳ προσαρμοστέα». οὐκ ἂν ὁ θεολογικώτατος οὗ­τος Δαμασκηνὸς τὴν «διὰ» τιθεὶς ἐπὶ τοῦ υἱοῦ, τὴν «ἐκ» ἀπηγόρευεν, ἐν μὲν τῷ ὀγδόῳ τῶν θεολογικῶν λέγων· «᾿Εκ τοῦ υἱοῦ τὸ πνεῦμα οὐ λέγομεν, υἱοῦ δὲ ὀνομάζομεν καὶ δι᾿ υἱοῦ φανεροῦσθαιἡμῖν ὁμολογοῦμεν». ἐν δὲ τῷ τρισκαιδεκάτῳ πάλιν ὁ αὐτός· «Πνεῦμα υἱοῦ οὐχ ὡς ἐξ αὐτοῦ, ἀλλ᾿ ὡς δι᾿ αὐτοῦ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον· μόνος γὰρ αἴτιος ὁ πα­τήρ». ἐν δὲ τῇπρὸς Ἰορδάνην ἐπιστολῇ πρὸς τῷ τέλει· «Πνεῦμα ἐνυπό­στατον ἐκπόρευ­μα καὶ πρόβλημα, δι᾿ υἱοῦ δέ, καὶ οὐκ ἐξ υἱοῦ, ὡς πνεῦμα στόματος θεοῦ, λόγου ἐξαγγελτικόν». ἐν δὲ τῷ εἰς τὴν θεόσωμον ταφὴν τοῦ Κυρίου λόγῳ· «Πνεῦμα ἅγιον τοῦ θεοῦ καὶ πατρός, ὡς ἐξ αὐτοῦἐκπορευόμενον, ὅ περ καὶ τοῦ υἱοῦ λέγεται, ὡς δι᾿ αὐτοῦ φανερούμενον καὶ τῇ κτίσει μεταδιδό­μενον· ἀλλ᾿ οὐκ ἐξ αὐτοῦ ἔχον τὴν ὕπαρξιν».
Δῆλον γὰρ ὡς ἔνθα μεσιτείαν αἰτιώδη δηλοῖ ἡ «διὰ» καὶ τὸ προσεχὲς αἴτιον, ὡς οἱ Λατῖνοι βούλονται, πάντως ἰσοδυναμεῖ τότε τῇ «ἐκ», καὶ ἡ ἑτέρα τῆς ἑτέρας τὴν χρῆσινἀντιλαμβάνει· ὡς τὸ «᾿Εκτησάμην ἄνθρωπον δι τοῦ θεοῦ», ταὐτὸν τῷ «κ τοῦ θεοῦ»· καὶ«ὁ ἀνὴρ διὰ γυναικός», του­τέ­στιν «κ γυναικός». ἔνθα τοίνυν ἡ «ἐκ» ἀπηγόρευται, δῆλονὅτι καὶ ἡ αἰτία ταύτῃ συναπηγόρευται. λείπεται ἄρα τὸ ἐκ πατρὸς δι᾿ υἱοῦ ἐκπο­ρεύεσθαι τὸ πνεῦμα τὸ ἅγιον οὕτω λέγεσθαι κατὰ τὸν τῆς συνεπτυγ­μένης θεολογίας τρόπον, ὡς ἐκ πατρὸς ἐκπορευόμενον, δι᾿ υἱοῦ φανεροῦ­σθαι ἢ γνωρίζεσθαι ἢ ἐκλάμπειν ἢ πεφυκέναι νοεῖσθαι. «Τοῦτο γάρ, φησὶν ὁ μέ­γας Βασίλειος, γνωριστικὸν τῆς κατὰ τὴν ὑπόστασινἰδιότητος σημεῖον ἔχει, τὸ μετὰ τοῦ υἱοῦ καὶ σὺν αὐτῷ γνωρίζεσθαι, καὶ ἐκ τοῦ πατρὸς ὑφεστά­ναι». τοῦτ᾿ ἄρα καὶ τὸ «διὰ τοῦ υἱοῦ» βούλεται, τὸ «μετ᾿ αὐτοῦ» γνωρίζε­σθαι· καὶοὐκ ἄλλη τις ἰδιότης πρὸς τὸν ἀποδέδοται τοῦ πνεύματος ἐνταῦ­θα πρὸς τὸν υἱὸν ἢ τὸ μετ᾿ αὐτοῦ γνωρίζεσθαι, καὶ οὐκ ἄλλη τις πρὸς τὸν πατέρα ἢ τὸ ἐξ αὐτοῦ ὑφεστάναι. εἰ τοίνυν τὸ ἴδιον ἀκριβῶς ἀντιστρέ­φειν ἀνάγκη πρὸς τὸ οὗ ἐστιν ἴδιον, οὐκ ἄρα σχέσιν ἑτέραν πρὸς τὸν υἱὸν ἔχει τὸ πνεῦμα τὸ ἅγιον ἢ τὸ μετ᾿ αὐτοῦ γνωρίζεσθαι, καθ᾿ ἅ περ πρὸς τὸν πατέρα τὸ ἐξ αὐτοῦ ὑφεστάναι. οὐκ ἄρα ἐκ τοῦ υἱοῦ ὑφέστηκεν οὐδὲ τὸ εἶναι ἔχει τὸ πνεῦμα τὸ ἅγιον, ἐπεὶ τί ἐκώλυε δι᾿ υἱοῦ ἐκπορεύεσθαι λέγειν τὸ πνεῦμα τὸ ἅγιον, ὥς περ δι᾿ υἱοῦ τὰ πάντα γεγενῆσθαι λέγεται; ἀλλ᾿ ἐκεῖνο μὲν λέγεται τῆς «διὰ» κειμένης ἀντὶ τῆς «ἐκ», τοῦτο δὲ οὐδαμῶς. οὐδ᾿ ἂν εὕροι τις οὐδαμοῦ κείμενον οὕτω χωρὶς τοῦ πατρός, ἀλλ᾿«ἐκ πα­τρὸς δι᾿ υἱοῦ» λέγεται. τοῦτο δὲ τὴν αἰτίαν οὐκ ἐξ ἀνάγκης τῷ υἱῷ δίδωσι· διὰ τοῦτο καὶ τὸ «ἐξ υἱοῦ» καὶ παντελῶς οὐχ εὕρηται καὶ καθαρῶς ἀπη­γόρευται.
[2] Τὰς δὲ τῶν δυτικῶν πατέρων καὶ διδασκάλων φωνάς, αἳ τὴν αἰτίαν τοῦ πνεύματος τῷ υἱῷ διδόασιν, οὔτε γνωρίζω (καὶ γὰρ οὐδὲ μετεβλήθη­σάν ποτε πρὸς τὴν ἡμετέραν γλῶσσαν οὐδ᾿ ὑπὸ τῶν οἰκουμενικῶν συνόδων ἐδοκιμάσθησαν) οὔτε παραδέχομαι, τεκμαιρόμενος ὅτι διεφθαρμέναι εἰσὶ καὶ παρέγγραπτοι διά τε πολλῶν ἄλλων καὶ διὰ τοῦχθὲς καὶ πρώην προε­νε­χθέντος παρ᾿ αὐτῶν βιβλίου τῆς οἰκουμενικῆς ἑβδόμης συνόδου τὸνὅρον ἔχοντος μετὰ τῆς ἐν τῷ Συμβόλῳ προσθήκης· ὅ περ ἀναγνωσθὲν ὁπόσην αὐτῶν αἰσχύνην κατέχεεν, ἴσασιν οἱ τότε παρόντες. ἀλλ᾿ οὐδ᾿ ἂν ἐναντία ταῖς οἰκουμενικαῖς συνόδοις καὶ τοῖς κοινοῖς αὑτῶν δόγμασιν, οὐδ᾿ ἂν ὅλως ἀσύμφωνα τοῖς ἀνατολικοῖς διδασκάλοις ἔγραψαν οἱ πατέρες ἐκεῖνοι, οὐδὲ ἑαυτοῖς ἀνακόλουθα, καθ᾿ ἅ περ δι᾿ ἄλλων πολλῶν ἐκείνων ῥητῶν ἀποδεί­κνυται. διὰ τοῦτο τὰς τοιαύτας ἐπικινδύνους φωνὰς περὶ τῆς τοῦ ἁγίου πνεύματος ἐκπορεύσεως ἀθετῶ, καὶ συμφωνῶν τῷ ἁγίῳ Δαμασκηνῷ, ἐκ τοῦυἱοῦ τὸ πνεῦμα οὐ λέγω, κἂν ὅς τις οὖν ἕτερος τοῦτο λέγειν δοκῇ. οὔτε λέγω τὸν υἱὸν τοῦ πνεύματος αἴτιον οὐδὲ προβολέα, ἵνα μὴ δεύτερος αἴτιος ἐν τῇ τριάδι, κἀντεῦθεν δύο αἴτιοι καὶ δύο ἀρχαὶ γνωρισθῶσιν· οὐδὲ γὰρ οὐσι­ῶδες ἐνταῦθα τὸ αἴτιον, ἵνα κοινὸν καὶ ἐν τοῖς τρισὶ προσώποις ὑπάρχῃ, καὶ διὰ τοῦτο τὰς δύο ἀρχὰς οὐδαμῇ οὐδαμῶς οἱ Λατῖνοι φεύξον­ται μέχρις ἂν τὸν υἱὸν λέγωσιν ἀρχὴν τοῦ πνεύματος· ἡ δὲ ἀρχὴ προσωπι­κὸνὑπάρχει καὶ διακρῖνον τὰ πρόσωπα.
[3] Κατὰ πάντα τοίνυν ἑπόμενος ταῖς ἁγίαις καὶ οἰκουμενικαῖς ἑπτὰ συνό­δοις καὶ τοῖςἐν αὐταῖς διαλάμψασι θεοσόφοις πατράσι·
Πιστεύω εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χρι­στόν, τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθι­νοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρί, δι᾿ οὗ τὰ πάντα ἐγένετο· τὸν δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρα­νῶν καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου καὶ ἐνανθρωπήσαντα· σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα καὶ ταφέντα· καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς· καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζό­μενον ἐκ δεξιῶν τοῦ πατρός· καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς· οὗ τῆς βασι­λείας οὐκ ἔσται τέλος. καὶ εἰς τὸ πνεῦ­μα τὸ ἅγιον, τὸ Κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον, τὸ σὺν πατρὶ καὶ υἱῷ συμπρο­σκυνού­με­νον καὶ συνδοξαζόμενον, τὸ λαλῆ­σαν διὰ τῶν προφητῶν. εἰς μίαν ἁγίαν καθολικὴν καὶ ἀποστολικὴν ἐκ­κλη­σίαν. ὁμολο­γῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. προσδοκῶ ἀνά­στα­σιν νε­κρῶν, καὶ ζωὴν τοῦ μέλλον­τος αἰῶνος. ἀμήν.
[4] Τοῦτο τὸ ἱερὸν τῆς Πίστεως Μάθημά τε καὶ Σύμβολον τὸ παρὰ τῆς πρώτης καὶ τῆς δευτέρας τῶν συνόδων ἐκτεθέν, παρὰ δὲ τῶν λοιπῶν κυρωθὲν καὶ βεβαιωθέν, ὅλῃ ψυχῇδεχόμενος καὶ φυ­λάττων, ἀποδέχομαι καὶ ἀσπάζομαι πρὸς ταῖς εἰρημέναις ἑπτὰ συνόδοις, καὶ τὴν μετ᾿ αὐτὰς ἀθροισθεῖσαν ἐπὶ τοῦ εὐσεβοῦς Βασιλείου βασιλέως ῾Ρωμαίων καὶ τοῦἁγιωτάτου πατριάρχου Φωτίου, τν καὶ οκουμενι­κν γδό­ην νομασθεσαν, ἣ καὶ τῶν τοποτηρητῶν παρόντων Ἰωάν­νου τοῦ μακαρίου πάπα τῆς πρεσβυτέρας ῾Ρώμης Παύλου καὶ Εὐγε­νίου τῶν ἐπι­σκόπων καὶ Πέτρου πρεσβυτέρου καὶκαρδιναλίου, ἐκύ­ρωσε μὲν καὶ ἀνε­κήρυξε τὴν ἑβδόμην οἰκουμενικὴν σύνοδον καὶ ταῖς πρὸαὐτῆς συντάττε­σθαι διωρίσατο. ἀποκατέστησε δὲ τῷ οἰκείῳ θρόνῳ τὸν ἁγιώτα­τον Φώτι­ον, κατέκρινε δὲ καὶ ἀνεθεμάτισε, καθ᾿ ἅ περ καὶ αἱ πρὸ αὐτῆς οἰκουμενι­καὶ Σύνοδοι, τοὺς τολμῶντας προσθήκην τινὰ καινοτομεῖν ἢ ὑφαί­ρεσιν ἢ ὅλως ἐναλλαγὴν ἐπὶ τῷ προρρηθέντι Συμβόλῳ. «Εἴ τις γάρ, φησί, παρὰ τοῦτο τὸ ἱερὸν Σύμβολον τολμήσει ἕτερονἀναγράψασθαι ἢ προσθεῖναι ἢ ὑφελεῖν καὶ ὅρον ὀνομάσαι ἀποθρασυνθείη, κατάκριτος καὶ πάσης χριστια­νικῆς πολιτείας ἀπόβλητος». τὰ δ᾿ αὐτὰ καὶ ὁ πάπας Ἰωάννης πρὸς τὸν ἅγιον Φώτιον ἐπιστέλλων φησὶ πλατύτερόν τε καὶ καθαρώτερον περὶ τῆς ἐν τῷ Συμβόλῳταύτης προσθήκης. αὕτη ἡ Σύνοδος καὶ κανόνας ἐξέθετο τοὺς ἐν πᾶσι τοῖς κανονικοῖς βιβλίοις εὑρι­σκομένους.
[5] Κατὰ τοὺς ὅρους τοίνυν αὐτῆς καὶ τῶν πρὸ αὐτῆς συνόδων, τὸ ἱερὸν τῆς Πίστεως Σύμβολον [ἀκίνητον] δεῖν φυλάττεσθαι κρίνων, ὡς ἐξε­δόθη, καὶ οὓς ἀποδέχονται συναποδεχόμενος καὶ οὓς ἀποβάλλονται συνα­ποβαλλόμενος, οὐδέποτε εἰς κοινωνίαν προσδέξο­μαι τοὺς τολμήσαντας ἐν τῷ Συμβόλῳ τὴν καινοτομίαν προσθεῖναι περὶ τῆς τοῦἁγίου πνεύματος ἐκπορεύσεως, ἕως ἂν ἐμμένωσι τῇ τοιαύτῃ καινοτο­μίᾳ· «῾Ο γὰρ κοινωνῶν φησι τῷ ἀκοινωνήτῳ καὶ αὐτὸς ἀκοινώνητος ἔστω». καὶ ὁ θεῖος Χρυσό­στομοςἐξηγούμενος τὸ «Εἴ τις εὐαγγελίζεται ὑμῖν παρ᾿ ὃ παρελάβετε, ἀνάθεμα», «Οὐκ εἶπε, φησίν, ἐὰν ἐναντία καταγ­γέλλωσιν ἢ τὸ πᾶν ἀνατρέ­πωσιν, ἀλλὰ κἂν μικρόν τι εὐαγγελίζωνται, παρ᾿ ὃ παρελά­βετε, κἂν τὸ τυ­χὸν παρακινήσωσιν, ἀνάθεμα ἔστωσαν». καὶ ὁ αὐτὸς αὖθις· «Οἰκονομη­τέον ἔνθα μὴ παρανομητέον». καὶ ὁ μέγας Βασί­λειος ἐν τοῖς ᾿Ασκητικοῖς· «Φανερὰ ἔκπτωσις πίστεως καὶ ὑπερηφανίας κατηγορία, ἢ ἀθετεῖν τι τῶν γεγραμμένων ἢ ἐπεισάγειν τῶν μὴ γεγραμμένων, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ εἰπόντος· Τ μπρόβατα τς φωνς μου κούει· καὶ πρὸ τούτου εἰρη­κότος· ᾿Αλλοτρί δ ο μκολου­θήσουσιν λλ φεύξονται π᾿ ατοτι οκ οδασι τν φωνν τν λλοτρίων». καὶἐν τῇ πρὸς μονά­ζοντας ἐπιστολῇ· «Εἵ τινες τὴν ὑγιῆ πί­στιν προσποιοῦντες ὁμολογεῖν, κοι­νωνοῦσι δὲ τοῖς ἑτερόφροσι, τοὺς τοιού­τους, εἰ μετὰ παραγγελίαν μὴ ἀπο­στῶσι, μὴμόνον ἀκοινωνήτους ἔχειν, ἀλλὰ μηδὲ ἀδελφοὺς ὀνομάζειν». καὶ πρὸ τού­του ὁ θεοφόροςἸγνάτιος ἐν τῇ πρὸς τὸν θεῖον Πολύκαρπον τῆς Σμύρνης ἐπιστολῇ· «Πᾶς ὁ λέγων, φησί, παρὰ τὰ διατεταγμένα, κἂν ἀξιό­πιστος ᾖ, κἂν νηστεύῃ, κἂν παρθενεύῃ, κἂν σημεῖα ποιῇ, κἂν προφητεύῃ, λύκος σοι φαινέσθω ἐν προβάτου δορᾷ, προβάτων φθορὰν κατεργαζόμε­νος». καὶ τί δεῖ πολλὰ λέγειν; ἅπαντες οἱ τῆς ἐκκλησίας δι­δάσκαλοι, πᾶ­σαι αἱ σύνοδοι καὶ πᾶσαι αἱ θεῖαι Γραφαὶ φεύγειν τοὺς ἑτερό­φρονας πα­ραινοῦσι, καὶ τῆς αὐτῶν κοινωνίας διΐστασθαι.
Τούτων οὖν ἐγὼ πάντων καταφρονήσας, ἀκολουθήσω τοῖς ἐν προσχή­ματι πεπλασμένης εἰρήνης ἑνωθῆναι κελεύουσι, τοῖς τὸ ἱερὸν καὶ θεῖον Σύμβολον κιβδηλεύσασι, καὶ τὸν υἱὸν ἐπεισάγουσι δεύτερον αἴτιον τοῦ ἁγίου πνεύ­ματος; τὰ γὰρ λοιπὰ τῶν ἀτοπημάτων ἐῶ, τό γε νῦν ἔχον, ὧν καὶ ἓν μόνον ἱκανὸν ἦν ἡμᾶς ἐξ αὐτῶν διαστῆσαι. μὴ πάθοιμι τοῦτό ποτε, παράκλητε ἀγαθέ, μηδ᾿ οὕτως ἐμαυτοῦ καὶ τῶν καθηκόντων λογισμῶν ἀποπέσοιμι, τῆς δὲ σῆς διδασκαλίας καὶ τῶν ὑπὸ σοῦἐμπνευσθέντων μακαρίων ἀνδρῶν ἐχόμενος, προστεθείην πρὸς τοὺς ἐμοὺς πατέρας, τοῦτο, εἰ μή τι ἄλλο, ἐντεῦθεν ἀποφερόμενος, τὴν εὐσέβειαν.
ΠΗΓΗ: symbole.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου