Πρὸς τοὺς αὐτομολήσαντας πρὸς τὰ θέατρα-Ἅγιος Ἰωάννης
Χρυσόστομος
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ͵
ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ͵
ΟΜΙΛΙΑ Πρὸς τοὺς καταλείψαντας τὴν ἐκκλησίαν καὶ αὐτομολήσαντας
πρὸς τὰς ἱπποδρομίας καὶ τὰ θέατρα.
α. Ταῦτα ἀνεκτά; ταῦτα φορητά; Ὑμῖν γὰρ αὐτοῖς καθ΄ ὑμῶν ἐντυχεῖν
βούλομαι. Οὕτω καὶ ὁ Θεὸς ἐποίησε τοῖς Ἑβραίοις· αὐτοῖς γὰρ κατ΄ αὐτῶν ἐντυγχάνων
ἔλεγε·
Λαός μου͵ τί ἐποίησά σοι͵ καὶ τί ἐλύπησά σε͵ ἢ τί παρηνώχλησά σοι; ἀποκρίθητί
μοι. Καὶ πάλιν· Τί εὕροσαν οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα; Τοῦτον δὴ καὶ ἐγὼ
μιμήσομαι͵ καὶ ἐρῶ πρὸς ὑμᾶς πάλιν· Ταῦτα ἀνεκτά; ταῦτα φορητά; Μετὰ μακροὺς
διαύλους λόγων͵ καὶ τοσαύτην διδασκαλίαν͵ καταλιπόντες ἡμᾶς τινες͵ πρὸς τὴν
θεωρίαν τῶν ἁμιλλητηρίων ἵππων ηὐτομόλησαν͵ καὶ οὕτως ἐξεβακχεύθησαν͵ ὥστε πᾶσαν
τὴν πόλιν ἐμπλῆσαι βοῆς καὶ κραυγῆς ἀτάκτου͵ καὶ πολὺν γέλωτα͵ μᾶλλον δὲ θρῆνον
φερούσης. Ἐγὼ οὖν οἴκοι καθήμενος͵ καὶ τῆς φωνῆς ἀκούων ἐκρηγνυμένης͵ τῶν
κλυδωνιζομένων χαλεπώτερον ἔπασχον. Ὥσπερ γὰρ ἐκεῖνοι͵ τῶν κυμάτων τοῖς τοίχοις
τῆς νηὸς προσρηγνυμένων͵ περὶ τῶν ἐσχάτων κινδυνεύοντες δεδοίκασιν· οὕτω καὶ ἐμοὶ
χαλεπώτεραι αἱ κραυγαὶ προσεῤῥήγνυντο ἐκεῖναι͵ καὶ εἰς τὴν γῆν ἔκυπτον καὶ ἐνεκαλυπτόμην·
τῶν μὲν ἄνω τοιαῦτα ἀσχημονούντων͵ τῶν δὲ κάτω ἐν μέσῃ τῇ ἀγορᾷ ἡνιόχους
κροτούντων͵ καὶ χαλεπώτερα ἐκείνων βοώντων. Τί 56.264 δὲ ἐροῦμεν; ἢ τί ἀπολογησόμεθα͵
εἰ ξένος τίς ποθεν ἐπιστὰς ἐγκαλοίη καὶ λέγοι· Ταῦτα ἡ πόλις τῶν ἀποστόλων; ταῦτα
ἡ τοιοῦτον λαβοῦσα ὑποφήτην; ταῦτα ὁ δῆμος ὁ φιλόχριστος͵ τὸ θέατρον τὸ ἄπλαστον͵
τὸ πνευματικόν; Οὐδὲ τὴν ἡμέραν αὐτὴν ᾐδέσθητε͵ ἐν ᾗ τὰ σύμβολα τῆς σωτηρίας τοῦ
γένους ἡμῶν ἐτελεῖτο· ἀλλ΄ ἐν παρασκευῇ͵ ὅτε ὁ Δεσπότης σου ὑπὲρ τῆς οἰκουμένης
ἐσταυροῦτο͵ καὶ θυσία τοιαύτη προσεφέρετο͵ καὶ παράδεισος ἠνοίγετο͵ καὶ λῃστὴς
εἰς τὴν ἀρχαίαν ἐπανήγετο πατρίδα͵ κατάρα ἐλύετο͵ καὶ ἁμαρτία ἠφανίζετο͵ καὶ ὁ
χρόνιος ἀνῃρεῖτο πόλεμος͵ καὶ Θεοῦ καταλλαγὴ πρὸς ἀνθρώπους ἐγίνετο͵ καὶ πάντα
μετεῤῥυθμίζετο· ἐν ἐκείνῃ τῇ ἡμέρᾳ͵ ἡνίκα νηστεύειν καὶ δοξολογεῖν ἔδει͵ καὶ εὐχαριστηρίους
εὐχὰς ὑπὲρ τῶν τῆς οἰκουμένης ἀγαθῶν ἀναπέμπειν τῷ ταῦτα ποιήσαντι· τότε σὺ
καταλιπὼν ἐκκλησίαν καὶ θυσίαν πνευματικὴν͵ καὶ ἀδελφῶν σύλλογον͵ καὶ νηστείας
τὸ σεμνὸν͵ αἰχμάλωτος ὑπὸ τοῦ διαβόλου πρὸς τὴν θεωρίαν ἀπηνέχθης ἐκείνην; Ταῦτα
ἀνεκτά; ταῦτα φορητά; Οὐ γὰρ παύσομαι ταῦτα συνεχῶς λέγων͵ καὶ τὴν ὀδύνην ἐμαυτοῦ
ταύτῃ παραμυθούμενος͵ τὸ [ f. τῷ] μὴ πιέζειν αὐτὴν τῇ σιγῇ͵ ἀλλ΄ εἰς μέσον ἐκφέρειν͵
56.265 καὶ πρὸ τῶν ὀφθαλμῶν τῶν ὑμετέρων τιθέναι. Πῶς δυνησόμεθα τὸν Θεὸν λοιπὸν
ἵλεω ποιῆσαι; πῶς καταλλάξαι ὀργιζόμενον; Πρὸ τριῶν ἡμερῶν ἐπομβρία καὶ ὑετὸς
κατεῤῥήγνυτο πάντα παρασύρων͵ ἀπ΄ αὐτοῦ τοῦ στόματος͵ ὡς εἰπεῖν͵ τὴν τράπεζαν τῶν
γηπόνων ἀφαρπάζων͵ στάχυας κομῶντας κατακλίνων͵ τὰ ἄλλα ἅπαντα τῇ πλεονεξίᾳ τῆς
ὑγρᾶς κατασήπων οὐσίας· λιτανεῖαι καὶ ἱκετηρίαι͵ καὶ πᾶσα ἡμῶν ἡ πόλις ὥσπερ
χείμαῤῥος ἐπὶ τοὺς τόπους τῶν ἀποστόλων ἔτρεχε͵ καὶ συνηγόρους ἐλαμβάνομεν τὸν ἅγιον
Πέτρον καὶ τὸν μακάριον Ἀνδρέαν͵ τὴν ξυνωρίδα τῶν ἀποστόλων͵ Παῦλον καὶ
Τιμόθεον. Μετ΄ ἐκεῖνα͵ τῆς ὀργῆς λυθείσης͵ καὶ πέλαγος περάσαντες͵ καὶ κυμάτων
κατατολμήσαντες͵ ἐπὶ τοὺς κορυφαίους ἐτρέχομεν͵ τὸν Πέτρον τὴν κρηπῖδα τῆς
πίστεως͵ τὸν Παῦλον τὸ σκεῦος τῆς ἐκλογῆς͵ πανήγυριν ἐπιτελοῦντες πνευματικὴν͵
καὶ τοὺς ἄθλους αὐτῶν ἀνακηρύττοντες͵ τὰ τρόπαια καὶ τὰς νίκας τὰς κατὰ τῶν
δαιμόνων. Καὶ οὔτε τῷ φόβῳ τῶν γινομένων καταπλαγέντες͵ οὔτε τῷ μεγέθει τῶν
κατορθωμάτων τῶν ἀποστολικῶν παιδευθέντες͵ ἀθρόον οὕτω μιᾶς μεταξὺ γενομένης ἡμέρας͵
σκιρτᾷς καὶ βοᾷς͵ τὴν ἑαυτοῦ ψυχὴν αἰχμάλωτον ὑπὸ τῶν παθῶν παρασυρομένην
περιορῶν; Εἰ δὲ ἐβούλου δρόμον ἀλόγων ὁρᾷν͵ τίνος ἕνεκεν οὐκ ἔζευξας τὰ ἄλογα ἐν
σοὶ πάθη͵ θυμὸν καὶ ἐπιθυμίαν͵ καὶ ἐπέθηκας αὐτοῖς τὸν τῆς φιλοσοφίας ζυγὸν͵ τὸν
χρηστὸν καὶ κοῦφον͵ καὶ ἐπέστησας αὐτοῖς λογισμὸν ὀρθὸν͵ καὶ πρὸς τὸ βραβεῖον ἤλασας
τῆς ἄνω κλήσεως͵ οὐκ ἀπὸ μύσους εἰς μύσος͵ ἀλλ΄ ἀπὸ γῆς εἰς οὐρανὸν τρέχων; Τοῦτο
γὰρ τῆς ἱπποδρομίας τὸ εἶδος μετὰ τῆς ἡδονῆς πολλὴν ἔχει τὴν ὠφέλειαν. Ἀλλ΄ ἀφεὶς
τὰ κατὰ σαυτὸν ἁπλῶς καὶ ὡς ἔτυχε φέρεσθαι͵ ὑπὲρ τῆς ἑτέρων νίκης ἐκάθου͵ ἡμέραν
τοσαύτην εἰκῆ καὶ μάτην καὶ ἐπὶ κακῷ δαπανῶν.
β. ῏Η οὐκ οἶσθα ὅτι καθάπερ ἡμεῖς ἀργύριον τοῖς οἰκέταις τοῖς
ἡμετέροις ἐγχειρίζοντες͵ εὐθύνας αὐτοὺς καὶ μέχρι ἑνὸς ἀπαιτοῦμεν ὀβολοῦ· οὕτω
καὶ ὁ Θεὸς τῶν ἡμερῶν τῆς ζωῆς τῆς ἡμετέρας ἀπαιτήσει λόγον ἡμᾶς͵ πῶς ἑκάστην ἡμέραν
ἐδαπανήσαμεν; Τί οὖν ἐροῦμεν; τί δὲ ἀπολογησόμεθα͵ ὅταν τῆς ἡμέρας ἐκείνης ἀπαιτώμεθα
εὐθύνας; ῞Ηλιος ἀνέτειλε διὰ σὲ͵ καὶ σελήνη τὴν νύκτα ἐφώτισε͵ καὶ ποικίλος ἀστέρων
ἀνέλαμψε χορός· ἔπνευσαν ἄνεμοι διὰ σὲ͵ ἔδραμον ποταμοί· σπέρματα ἐβλάστησαν διὰ
σὲ͵ καὶ φυτὰ ἀνεδόθη͵ καὶ τῆς φύσεως ὁ δρόμος τὴν οἰκείαν ἐτήρησε τάξιν͵ καὶ ἡμέρα
ἐφάνη καὶ 56.266 νὺξ παρῆλθε· καὶ ταῦτα πάντα γέγονε διὰ σέ· σὺ δὲ τῶν
κτισμάτων σοι διακονουμένων͵ τοῦ διαβόλου τὴν ἐπιθυμίαν πληροῖς; Καὶ τοσοῦτον
παρὰ τοῦ Θεοῦ μισθωσάμενος οἶκον͵ τὸν κόσμον λέγω τοῦτον͵ οὐκ ἀπέδωκας τὸν
μισθόν. Καὶ οὐκ ἤρκεσε τῇ προτέρᾳ ἡμέρᾳ͵ ἀλλὰ καὶ τὴν δευτέραν͵ ὅτε ἀναπαῦσαι
μικρὸν ἐχρῆν ἀπὸ τῆς ἐγγινομένης κακίας͵ ἐπὶ θέατρα πάλιν ἀνέβαινες͵ ἀπὸ καπνοῦ
εἰς πῦρ τρέχων͵ εἰς ἕτερον βάραθρον καθεὶς ἑαυτὸν χαλεπώτερον. Γέροντες πολιὰς
κατῄσχυνον͵ καὶ νέοι τὴν νεότητα κατεκρήμνιζον͵ καὶ πατέρες παῖδας ἀνῆγον͵ ἐκ
προοιμίων τὴν ἀπειρόκακον ἡλικίαν εἰς τὰ τῆς πονηρίας ἐμβιβάζοντες βάραθρα͵ ὥστε
οὐκ ἄν τις ἁμάρτοι παιδοκτόνους ἀντὶ πατέρων τοὺς τοιούτους ἀπο καλῶν͵ καὶ τῇ
κακίᾳ τὴν ψυχὴν ἀπολλύντας τῶν τεχθέντων. Καὶ ποία κακία; φησί. Διὰ γὰρ τοῦτο ὀδυνῶμαι͵
ὅτι καὶ νοσῶν͵ οὐκ οἶδας ὅτι νοσεῖς͵ ἵνα καὶ τὸν ἰατρὸν ἐπιζητήσῃς. Μοιχείας ἐγένου
πεπληρωμένος͵ καὶ ἐρωτᾷς͵ ποία κακία; ἦ οὐκ ἤκουσας τοῦ Χριστοῦ λέγοντος· Ὁ ἐμβλέψας
γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι͵ ἤδη ἐμοίχευσεν αὐτήν; Τί οὖν ἐὰν μὴ ἐμβλέψω͵ φησὶ͵
πρὸς τὸ ἐπιθυμῆσαι; Καὶ πῶς δυνήσῃ με πεῖσαι; Ὁ γὰρ τοῦ θεωρῆσαι μὴ κρατῶν͵ ἀλλὰ
τοσαύτην σπουδὴν ὑπὲρ τοῦ τοιούτου τιθέμενος͵ πῶς μετὰ τὸ θεωρῆσαι δυνήσῃ
μένειν ἀκηλίδωτος; Μὴ γὰρ λίθος σοι τὸ σῶμα; μὴ γὰρ σίδηρος; Σάρκα περίκεισαι͵
σάρκα ἀνθρωπίνην͵ ἥτις χόρτου χαλεπώτερον ὑπὸ τῆς ἐπιθυμίας ἀνάπτεται. Καὶ τί
λέγω τὸ θέατρον; Ἐν ἀγορᾷ πολλάκις ἐὰν ἀπαντήσωμεν γυναικὶ͵ θορυβούμεθα· σὺ δὲ ἄνω
καθήμενος͵ ὅπου τοσαύτη πρὸς ἀσχημοσύνην παράκλησις͵ ὁρῶν γυναῖκα πόρνην γυμνῇ
τῇ κεφαλῇ μετὰ πολλῆς τῆς ἀναισχυντίας εἰσιοῦσαν͵ χρυσᾶ περιβεβλημένην ἱμάτια͵
μαλακιζομένην͵ θρυπτομένην͵ ᾄσματα ᾄδουσαν πορνικὰ͵ κατακεκλασμένα μέλη͵ αἰσχρὰ
προϊεμένην ῥήματα͵ ἀσχημονοῦσαν τοιαῦτα͵ ἅπερ ὁ θεωρήσας ἂν εἰς ἔννοιαν λάβῃς͵
κάτω κύπτεις· τολμᾷς εἰπεῖν ὡς οὐδὲν πάσχῃς ἀνθρώπινον; Μὴ γὰρ λίθος σοι τὸ σῶμα;
μὴ γὰρ σίδηρος; Οὐ γὰρ παραιτήσομαι πάλιν τὰ αὐτὰ εἰπεῖν. Μὴ γὰρ τῶν μεγάλων καὶ
γενναίων ἀνδρῶν ἐκείνων͵ οἳ ἀπὸ ψιλῆς ὄψεως κατηνέχθησαν͵ φιλοσοφώτερος σὺ εἶ;
Οὐκ ἤκουσας τί φησιν ὁ Σολομών· Περιπατήσει τις ἐπ΄ ἀνθράκων πυρὸς͵ τοὺς δὲ
πόδας οὐ κατακαύσει; Ἀποδήσει τις πῦρ ἐν κόλπῳ͵ τὰ δὲ ἱμάτια οὐ κατακαύσει; Οὕτως
ὁ εἰσιὼν εἰς γυναῖκα ἀλλοτρίαν. Εἰ γὰρ καὶ μὴ συνεπλάκης τῇ πόρνῃ͵ ἀλλὰ τῇ ἐπιθυμίᾳ
56.267 συνεγένου͵ καὶ τῇ γνώμῃ τὴν ἁμαρτίαν εἰργάσω. Καὶ οὐδὲ κατὰ τὸν καιρὸν ἐκεῖνον
μόνον͵ ἀλλὰ καὶ τοῦ θεάτρου λυθέντος͵ ἀπελθούσης αὐτῆς͵ τὸ εἴδωλον ἐκείνης ἐναπόκειταί
σου τῇ ψυχῇ͵ τὰ ῥήματα͵ τὰ σχήματα͵ τὰ βλέμματα͵ ἡ βάδισις͵ ὁ ῥυθμὸς͵ ἡ
διάκρισις͵ τὰ μέλη τὰ πορνικὰ͵ καὶ μυρία τραύματα λαβὼν ἀναχωρεῖς. Οὐκ ἐντεῦθεν
οἴκων ἀνατροπαί; οὐκ ἐντεῦθεν σωφροσύνης ἀπώλεια; οὐκ ἐντεῦθεν γάμων
διαιρέσεις; οὐκ ἐντεῦθεν πόλεμοι καὶ μάχαι; οὐκ ἐντεῦθεν ἀηδίαι λόγον οὐκ ἔχουσαι;
Ἐπειδὰν γὰρ ἐμπλησθεὶς ταύτης ἀνέλθῃς γενόμενος αἰχμάλωτος͵ καὶ ἡ γυνή σου ἀηδεστέρα
φαίνεται͵ καὶ τὰ παιδία φορτικώτερα͵ καὶ οἱ οἰκέται ἐπαχθεῖς͵ καὶ ἡ οἰκία
περιττὴ͵ καὶ αἱ συνήθεις φροντίδες ἐνοχλεῖν δοκοῦσι πρὸς τὴν οἰκονομίαν τῶν
δεόντων πραγμάτων͵ καὶ ἕκαστος προσιὼν φορτικὸς καὶ ἐπαχθής.
γ. Τὸ δὲ αἴτιον͵ οὐκ ἀνέρχῃ μόνος εἰς τὴν οἰκίαν͵ ἀλλὰ τὴν
πόρνην ἔχων μετὰ σεαυτοῦ͵ οὐ φανερῶς καὶ δήλως ἀνιοῦσαν· ὅπερ ἦν κουφότερον·
ταχέως γὰρ ἂν ἐξήλασεν ἡ γυνή· ἀλλὰ τῇ γνώμῃ͵ καὶ τῷ συνειδότι ἐγκαθημένην͵ καὶ
ἀνάπτουσαν ἔνδον τὴν Βαβυλωνίαν κάμινον͵ μᾶλλον δὲ πολλῷ χαλεπωτέραν· οὐ γὰρ
στυππίον καὶ νάφθα καὶ πίσσα͵ ἀλλὰ τὰ εἰρημένα τροφὴ τῷ πυρὶ γίνεται͵ καὶ πάντα
ἄνω καὶ κάτω. Καὶ καθάπερ οἱ πυρέττοντες͵ οὐδὲν ἔχοντες ἐγκαλεῖν τοῖς
διακονουμένοις͵ διὰ τὴν τοῦ νοσήματος κακίαν δυσάρεστοι πρὸς πάντας εἰσὶ͵ σιτία
διακρουόμενοι͵ καὶ ἰατροὺς κακίζοντες͵ καὶ πρὸς τοὺς οἰκείους ἀγανακτοῦντες͵ καὶ
κατὰ τῶν διακονούντων λυττῶντες· οὕτω δὴ καὶ οἱ τὴν χαλεπὴν νόσον ταύτην νοσοῦντες͵
ἀλλοιοῦσι͵ δυσχεραίνουσι͵ πάντοτε ἐκείνην βλέποντες. Ὢ χαλεπῶν πραγμάτων. Λύκος
μὲν καὶ λέων͵ καὶ τὰ λοιπὰ θηρία τοξευόμενα φεύγει τὸν κυνηγέτην· ἄνθρωπος δὲ ὁ
λογιώτατος τρωθεὶς͵ περιδιώκει τὴν τρώσασαν͵ ὥστε πολλῷ χαλεπώτερον βέλος λαβεῖν͵
καὶ ἐνηδυπαθεῖν τῷ τραύματι· ὅπερ δὴ πάντων ἐστὶ πικρότατον͵ καὶ τὴν νόσον ἀνίατον
ἐργάζεται. Ὁ γὰρ μὴ μισῶν τὸ ἕλκος͵ μηδὲ ἀπαλλαγῆναι βουλόμενος͵ πῶς ἂν ἐπιζητήσειε
τὸν ἰατρόν; Διὰ ταῦτα ὀδυνῶμαι καὶ διακόπτομαι͵ ὅτι τοσαύτην λύμην λαμβάνοντες͵
ἐκεῖθεν κατέρχεσθε͵ καὶ διὰ μικρὰν ἡδονὴν διηνεκῆ τὴν ὀδύνην ὑπομένετε. Καὶ γὰρ
καὶ πρὸ τῆς γεέννης καὶ τῆς κολάσεως ἐνταῦθα τὴν ἐσχάτην ἑαυτοὺς ἀπαιτεῖτε
δίκην. ῍Η οὐκ ἐσχάτης τιμωρίας͵ εἰπέ μοι͵ ἐπιθυμίαν τοιαύτην τρέφειν͵ καὶ
διηνεκῶς ἐμπίπρασθαι͵ καὶ κάμινον ἔρωτος ἀτόπου πανταχοῦ περιφέρειν͵ καὶ
συνειδότος κατηγορίαν; Πῶς γὰρ ἐπιβήσῃ τῶν προθύρων ἐκείνων τῶν ἱερῶν; πῶς ἅψῃ
τῆς οὐρανίου τραπέζης; πῶς δὲ ἀκούσεις τὸν περὶ σωφροσύνης λόγον͵ ἑλκῶν γέμων
καὶ τραυμά 56.268 των τοσούτων͵ καὶ τὴν διάνοιαν ἔχων τῷ πάθει δουλεύουσαν; Καὶ
τί δεῖ τὰ ἄλλα λέγειν; Ἀπὸ τῶν νῦν παρ΄ ἡμῶν γινομένων ἔξεστι τῆς διανοίας ἰδεῖν
τὴν ὀδύνην. Νῦν γοῦν ὁρῶ μεταξὺ τῶν λόγων τούτων τὰ μέτωπα τύπτοντας͵ καὶ πολλὴν
ὑμῖν ἔχω χάριν͵ ὅτι δῆμος οὕτως ἐστὲ εὔσπλαγχνος. Τάχα δὲ οἶμαι πολλοὺς τῶν μηδὲν
ἡμαρτηκότων ταῦτα ποιεῖν͵ ἀλγοῦντας ὑπὲρ τῶν ἀδελφικῶν τραυμάτων. Διὰ τοῦτο ὀδυνῶμαι
καὶ κόπτομαι͵ ὅτι τοιαύτην ἀγέλην ὁ διάβολος λυμαίνεται. Ἀλλ΄ εἰ βουληθείητε͵
ταχέως αὐτοῦ τὴν εἴσοδον ἀποφράξομεν. Πῶς καὶ τίνι τρόπῳ; Εἰ τοὺς νοσοῦντας ὑγιαίνοντας
ἴδοιμεν· εἰ τὰ δίκτυα τῆς διδασκαλίας ἁπλώσαντες περιέλθοιμεν τοὺς θηριαλώτους
ζητοῦντες͵ καὶ ἐξ αὐτῆς τοῦ λέοντος τῆς φάρυγγος αὐτοὺς ἐξαρπάσοιμεν. Μὴ γάρ
μοι λέγε· Ὀλίγοι εἰσὶν οἱ ἀποβουκολισθέντες. Κἂν δέκα μόνον ὦσιν͵ οὐχ ἡ τυχοῦσα
ζημία· κἂν πέντε͵ κἂν δύο͵ κἂν εἷς. Ἐπεὶ καὶ ὁ ποιμὴν ἐκεῖνος τὰ ἐνενήκοντα ἐννέα
διὰ τοῦτο καταλιπὼν πρόβατα͵ ἐπὶ τὸ ἓν ἔτρεχε͵ καὶ οὐκ ἐπανῆλθεν ἕως πάλιν αὐτὸ
ἐπανήγαγε͵ καὶ τὸν τῶν ἑκατὸν ἀριθμὸν χωλεύοντα δι΄ ἐκείνου τὴν ἀποκατάστασιν
τοῦ πλανηθέντος ἐπλήρωσε. Μὴ λέγε͵ ὅτι εἷς ἐστιν· ἀλλ΄ ἐννόησον͵ ὅτι ψυχή ἐστι͵
δι΄ ἣν τὰ ὁρώμενα πάντα γέγονεν· δι΄ ἣν νόμοι͵ καὶ τιμωρίαι͵ καὶ κολάσεις͵ καὶ
τὰ μυρία θαύματα͵ καὶ αἱ ποικίλαι τοῦ Θεοῦ πραγματεῖαι· δι΄ ἣν οὐδὲ τοῦ
Μονογενοῦς ἐφείσατο. Ἐννόησον ὅση τι μὴ καταβέβληται καὶ ὑπὲρ τοῦ ἑνὸς͵ καὶ μὴ
καταφρόνει τῆς σωτηρίας αὐτοῦ͵ ἀλλ΄ ἀπελθὼν ἡμῖν ἐπανάγαγε͵ καὶ πεῖσον μηκέτι
τοῖς αὐτοῖς περιπεσεῖν͵ καὶ ἀρκοῦσαν ἔχομεν ἀπολογίαν. Εἰ δὲ μὴ ἀνέχοιτο͵ μηδὲ ἡμῶν
συμβουλευόντων͵ μηδὲ ὑμῶν παραινούντων͵ τῇ ἐξουσίᾳ χρήσομαι λοιπὸν͵ ᾗ ὁ Θεὸς ἡμῖν
ἔδωκεν οὐκ εἰς καθαίρεσιν͵ ἀλλ΄ εἰς οἰκοδομήν.
δ. Διὰ δὲ τοῦτο προλέγω͵ καὶ λαμπρᾷ βοῶ τῇ φωνῇ͵ ὅτι εἴ τις
μετὰ τὴν παραίνεσιν ταύτην καὶ διδασκαλίαν ἐπὶ τὴν παράνομον τῶν θεάτρων αὐτομολήσειε
λύμην͵ οὐ δέξομαι αὐτὸν εἴσω τουτωνὶ τῶν περιβόλων͵ οὐ μεταδώσω μυστηρίων͵ οὐκ ἀφήσω
τῆς ἱερᾶς ἅψασθαι τραπέζης· ἀλλ΄ ὥσπερ οἱ ποιμένες τὰ ψώρας ἐμπεπλησμένα
πρόβατα τῶν ὑγιαινόντων ἀπείργουσιν͵ ὥστε μὴ μεταδοῦναι τοῖς λοιποῖς τῆς νόσου·
οὕτω δὴ ἐργάσομαι κἀγώ. Εἰ γὰρ τὸ παλαιὸν ὁ λεπρὸς ἔξω τῆς παρεμβολῆς ἐκελεύετο
καθῆναι͵ κἂν βασιλεὺς ἦν͵ ἐξεβάλλετο μετὰ τοῦ διαδήματος͵ πολλῷ μᾶλλον ἡμεῖς τὸν
τὴν ψυχὴν λεπροῦντα ταύτης ἐκβαλοῦμεν τῆς ἱερᾶς παρεμβολῆς. Ὥσπερ γὰρ τὴν ἀρχὴν
παραινέσει καὶ συμβολῇ ἐχρησάμην͵ οὕτω καὶ νῦν μετὰ τοσαύτην παραίνεσιν καὶ
διδασκαλίαν ἀνάγκη λοιπὸν καὶ τομὴν ἐπαγαγεῖν. Καὶ γὰρ ἐνιαυτὸν ἔχω λοιπὸν τῆς
πόλεως ἐπιβὰς τῆς ὑμετέρας͵ καὶ οὐ διέλιπον πολλάκις καὶ συνεχῶς ταῦτα ὑμῖν
παραινῶν. Ἐπεὶ οὖν ἐναπέμεινάν τινες τῇ σηπεδόνι͵ 56.269 φέρε λοιπὸν τὴν τομὴν ἐπαγάγωμεν.
Εἰ γὰρ μὴ σιδήριον ἔχω͵ ἀλλ΄ ἔχω λόγον σιδήρου τομώτερον· εἰ καὶ μὴ πῦρ
βαστάζω͵ ἀλλ΄ ἔστι μοι διδασκαλία πυρὸς θερμοτέρα͵ εὐτονώτερον δυναμένη καίειν.
Μὴ οὖν καταφρόνει τῆς ἀποφάσεως τῆς ἡμετέρας. Εἰ γὰρ εὐτελεῖς ἡμεῖς καὶ σφόδρα
οἰκτροὶ͵ ἀλλ΄ ὅμως ἐνεχειρίσθημεν ἀξίαν παρὰ τῆς τοῦ Θεοῦ χάριτος τὴν δυναμένην
ταῦτα ἐργάζεσθαι. Ἐκβαλλέσθωσαν τοίνυν οἱ τοιοῦτοι͵ ἵνα οἵ τε ὑγιαίνοντες ἡμῖν ὑγιεινότεροι
γένωνται͵ οἵ τε νοσοῦντες ἀνακτήσωνται ἑαυτοὺς ἐκ τῆς χαλεπῆς ἀῤῥωστίας. Εἰ δὲ ἐφρίξατε
ταύτην ἀκούσαντες τὴν ἀπόφασιν (καὶ γὰρ ὁρῶ πάντας στυγνάζοντας καὶ
συνεσταλμένους ὄντας)͵ μεταβαλλέσθωσαν͵ καὶ λέλυται τὰ τῆς ἀποφάσεως. Ὥσπερ γὰρ
ἐξουσίαν ἐλάβομεν δῆσαι͵ οὕτως καὶ λῦσαι͵ καὶ πάλιν ἐπαγαγεῖν. Οὐ γὰρ τοὺς ἀδελφοὺς
ἡμῶν ἀποκόψαι βουλόμεθα͵ ἀλλὰ τὸ ὄνειδος τῆς Ἐκκλησίας ἀποκρούσασθαι. Νῦν μὲν γὰρ
καὶ Ἕλληνες ἡμῶν καταγελάσονται͵ καὶ Ἰουδαῖοι κωμῳδήσουσιν͵ ὅταν ἁμαρτάνοντας ἑαυτοὺς
οὕτως περιορῶμεν. Τότε δὲ καὶ ἐκεῖνοι σφόδρα ἡμᾶς ἐπαινέσουσι͵ καὶ θαυμάσονται
τὴν Ἐκκλησίαν͵ τῶν παρ΄ ἡμῖν αἰδεσθέντες νόμων. Μηδεὶς τοίνυν τῶν ἐπιμενόντων τῇ
αὐτῇ πορνείᾳ τῆς ἐκκλησίας ἐπιβαινέτω͵ ἀλλὰ καὶ ἀφ΄ ὑμῶν ἐπιτιμάσθω͵ καὶ κοινὸς
ἔστω πολέμιος. Εἴ τις γὰρ͵ φησὶν͵ οὐχ ὑπακούσῃ τῷ λόγῳ ἡμῶν διὰ τῆς ἐπιστολῆς͵
τοῦτον σημειοῦσθε͵ καὶ μὴ συναναμίγνυσθε αὐτῷ. Τοῦτο δὲ ποιήσατε· μήτε λόγου
μετάδοτε͵ μήτε εἰς οἰκίαν δέξησθε͵ μήτε τραπέζης κοινωνήσητε͵ μήτε εἰσόδου͵
μήτε ἐξόδου͵ μήτε ἀγορᾶς· καὶ οὕτω ῥᾳδίως αὐτοὺς ἀνακτησόμεθα. Καὶ καθάπερ οἱ
κυνηγοὶ τὰ δυσάλωτα τῶν θηρίων οὐκ ἐξ ἑνὸς μέρους͵ ἀλλὰ πάντοθεν ἐλαύνοντες͵ εἰς
τὴν σαγήνην ἐμβάλλουσιν· οὕτω δὴ καὶ ἡμεῖς τοὺς ἐκθηριωθέντας συνελάσωμεν͵ καὶ
ταχέως εἰς τὰ δίκτυα τῆς σωτηρίας ἐμβαλοῦμεν͵ ἡμεῖς ἐντεῦθεν͵ ὑμεῖς ἐκεῖθεν. Ἵν΄
οὖν τοῦτο γένηται͵ καὶ ὑμεῖς ἡμῖν συναγανακτήσατε͵ 56.270 μᾶλλον δὲ ὑπὲρ τῶν τοῦ
Θεοῦ νόμων ἀλγήσατε͵ καὶ μικρὸν ἀποστράφητε τούτους τὰ τοιαῦτα νοσοῦντας καὶ
παρανομοῦντας τῶν ἀδελφῶν͵ ἵνα διηνεκῶς αὐτοὺς ἔχητε. Οὐδὲ γὰρ τὸ τυχὸν ὑμῖν ἐστι
κρίμα͵ εἰ παρίδητε τοσαύτην ἀπώλειαν͵ ἀλλὰ μεγίστην ἕξετε τιμωρίαν. Εἰ γὰρ ἐν
ταῖς τῶν ἀνθρώπων οἰκίαις ἂν ἁλῷ τις τῶν οἰκετῶν ἀργύριον ἢ χρυσίον ὑφελόμενος͵
οὐκ αὐτὸς κολάζεται μόνον ὁ ἁλοὺς͵ ἀλλὰ καὶ οἱ συνειδότες καὶ μὴ
καταγγείλαντες͵ πολλῷ μᾶλλον ἐπὶ τῆς Ἐκκλησίας. Ἐρεῖ γάρ σοι τηνικαῦτα ὁ Θεός· Ὁρῶν
ἀπὸ τοῦ οἴκου τοῦ ἐμοῦ οὐκ ἀργύριον͵ οὐδὲ χρυσοῦν σκεῦος κλαπὲν͵ ἀλλὰ
σωφροσύνην συληθεῖσαν͵ καὶ τὸν λαβόντα τὸ σῶμα τὸ τίμιον͵ καὶ τοιαύτης
μετασχόντα θυσίας͵ ἀπελθόντα εἰς τὸ τοῦ διαβόλου χωρίον͵ καὶ τοιαῦτα
παρανομήσαντα͵ πῶς ἐσίγησας; πῶς ἤνεγκας; πῶς οὐκ ἀπήγγειλας τῷ ἱερεῖ; καὶ οὐ τὰς
τυχούσας ἀπαιτηθήσῃ εὐθύνας. Διά τοι τοῦτο καὶ ἐγὼ͵ καίτοι γε μέλλων λυπεῖν͵ οὐδενὸς
φείσομαι τῶν ἐπαχθεστέρων. Πολλῷ γὰρ βέλτιον ἐνταῦθα λυπηθέντας ἡμᾶς ἐξελέσθαι
τῆς μελλούσης κρίσεως͵ ἢ ῥήμασι χαρισάμενον μεθ΄ ὑμῶν κολασθῆναι τότε. Οὐδὲ γὰρ
ἀσφαλὲς ἡμῖν͵ οὐδὲ ἀκίνδυνον͵ σιγῇ τὰ τοιαῦτα φέρειν Ὑμῶν γὰρ ἕκαστος ὑπὲρ ἑαυτοῦ
δώσει τὰς εὐθύνας· ἐγὼ δὲ τῆς ἁπάντων σωτηρίας ὑπεύθυνος. Διὰ δὴ τοῦτο οὐ
παύσομαι πάντα ποιῶν καὶ λέγων͵ κἂν λυπῆσαι δέῃ͵ κἂν ἐπαχθῆ φανῆναι͵ κἂν φορτικὸν͵
ὥστε δυνηθῆναι παραστῆναι τῷ βήματι ἐκείνῳ τῷ φοβερῷ͵ μὴ ἔχων σπῖλον ἢ ῥυτίδα͵ ἤ
τι τῶν τοιούτων. Γένοιτο δὲ εὐχαῖς τῶν ἁγίων τούς τε διαφθαρέντας ἤδη ταχέως ἐπανελθεῖν͵
τούς τε μείναντας ἀσινεῖς ἐπὶ μεῖζον προκόψαι κοσμιότητος καὶ σωφροσύνης· ἵνα
καὶ ὑμεῖς σώζοισθε͵ καὶ ἡμεῖς εὐφραινώμεθα͵ καὶ ὁ Θεὸς δοξάζηται νῦν καὶ ἀεὶ͵
καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πηγή:ΕΛΛΗΝΙΚΑ ΚΑΙ ΟΡΘΟΔΟΞΑ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου