ΕΓΚΥΚΛΙΟΣ ΤΗΣ ΜΙΑΣ ΑΓΙΑΣ ΚΑΘΟΛΙΚΗΣ ΚΑΙ ΑΠΟΣΤΟΛΙΚΗΣ ΕΚΚΛΗΣΙΑΣ
Πρὸς τοὺς ἀπανταχοῦ Ὀρθοδόξους.
Κρατώμεν τῆς ὁμολογίας, ἥν παρελάβομεν ἄδολον, παρά
τηλικούτων ἀνδρῶν,
ἀποστρεφόμενοι πάντα νεωτερισμόν, ὡς ὑπαγόρευμα τοῦ
Διαβόλου.
Ὁ δεχόμενος νεωτερισμόν, κατελέγχει ἐλλειπή τὴν κεκηρυγμένην
Ὁρθόδοξον πίστην.
Ἀλλ’ αὔτη πεπληρωμένη ἤδη ἐσφράγισται, μὴ ἐπιδεχόμενη μήτε
μείωσιν, μήτε αὔξησιν, μήτε ἀλλοίωσιν, καὶ ὁ τολμών ἤ πράξαι ἤ συμβουλεύσαι ἤ
διανοηθήναι τοῦτο,ἤδη ἠρνήθη τὴν πίστιν τοῦ Χριστού, ἤδη ἐκουσίως καθυπεβλήθη εἰς
τὸ αἰώνιον ἀνάθεμα, διὰ τὸ βλασφημεῖν εἰς τὸ Πνεύμα τὸ Ἅγιον, ὡς τάχα μὴ ἀρτίως
λαλήσαν ἐν ταῖς Γραφαῖς καὶ Οἰκουμενικαῖς Συνόδοις…
Ἄπαντες οὐν οἱ νεωτερίζοντες ἤ αἰρέσει ἤ σχίσματιἐκουσίως ἐνεδύθησαν
κατάρα ὡςἰμάτιον (Ψαλμ-ΡΗ’18), κἄν τε Πάπαι, κἄν τε Πατριάρχαι, κἄν τε
κληρικοί, κἄν τε λαϊκοί, κἄν Ἄγγελος ἐξ Οὐρανοῦ.
Ἄνθιμος ἐλέω Θεοῦ Ἀρχιεπίσκοπος Κων/πόλεως Νέας Ρώμης ἤ Οἰκουμ.
Πατρ.
Ἰερόθεος ἐλέω Θεοῦ Πάπας καὶ Πατριάρχης Ἀλεξανδρείας καὶ πᾶσης
Αἰγύπτου.
Μεθόδιος ἐλέω Θεοῦ Πατριάρχης Ἀντιοχείας.
Κύριλλος ἐλέω Θεοῦ Πατριάρχης Ἰεροσολύμων.
Καὶ αἱ περὶ αὐτοὺς Ἱεραὶ Συνόδοι.
Ἐν Κωνσταντινούπολει τὸ σωτήριον ἔτος 1848.
Σιγγίλιον Πατριαρχικὸν καὶ Συνοδικὸν κατὰ τὸ 1756.
Αἰώνιος ἀναθεματισμὸς παρὰ τῆς Ἁγίας τοῦ Χριστοῦ Ἐκκλησίας
τοῖς δεχομένοις
τὰ Παπικὰ μυστήρια καὶ λοιπὰ παρ’ αὐτῶν καινοτομιθέντα.
† ΚΥΡΙΛΛΟΣ. Ἐλέῳ Θεοῦ
Ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως, Νέας Ρώμης καὶΟἰκουμενικός Πατριάρχης.
Ἐντιμώτατοι Κληρικοὶ τῆς καθ’ ἡμᾶς τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας
καὶ λοιποὶεὐλαβέστατοι καὶ ὁσιώτατοι Ἱερομόναχοι, οἱ ψάλλοντες ἐν ταῖς Ἐκκλησίαις
χάρις ἡμῖν καὶ εἰρήνη παρὰ Θεοῦ. Ἡμεῖς ὅμως ὄπου ὁ Ἅγιος Θεὸς μᾶς ἠξίωσε νὰ εὑρισκώμεθαἐνώπιον
εἰς τοῦτον τὸν Ἀποστολικὸν καὶ Πατριαρχικὸν θρόνον κανονικῶς καὶἈποστολικῶς εἰς
τὸ νὰ φυλάτωμεν μετὰ θερμῆς Πίστεως καὶ εὐλαβείας τὴν Ὀρθόδοξον καὶ Ἁγιωτάτην
Πίστιν, τὴν ὁποίαν παρελάβαμεν ἀπὸ τοῦς Ἁγίους Ἀποστόλους καὶ τὰςἑπτὰ Ἁγ. Οικ.
Συνόδους ὁμοίως καὶ τὰ ἑπτὰ Θεοπαράδοτα Δόγματα καὶ Μυστήρια τῆςἉγίας Μητρὸς ἡμῶν
Καθολικῆς καὶ Ἀποστολικῆς Ἐκκλησίας καὶ αὐτὰ νὰ κρατῶμεν καθαρὰ καὶ ἀμόλυντα
καθὼς ἄνωθεν καὶ ἐξ ἀρχῆς ἀπὸ τοὺς Ἁγίους Ἀποστόλους τὰπαρέλαβεν ἡ Ἐκκλησία τοῦ
Θεοῦ καὶ ἀπαρασάλευτα χωρὶς νὰ προσθέσῃ ἤ νὰ ἀφαιρέσῃκαὶ ἕνα ἰῶτα μέχρι τῆς
σήμερον ἕως τῆς συντελείας τοῦ αἰῶνος ὡς ἄμωμος νύμφη τοῦΚυρίου ἡμῶν Ἰησοῦ
Χριστοῦ.
Καὶ τοῦτον λοιπὸν τὸν κίνδυνον ἀποφασίσαμεν νὰ τὸν δεχθῶμεν
πειθαρχοῦντες Θεῷ μᾶλλον ἤ ἀνθρώποις. Πρῶτον μὲν διὰ νὰ φυλάξωμεν τοὺς Ἀποστολικοὺς
καὶΣυνοδικοὺς Κανόνας ἀπαρασαλεύτους καὶ ἀμτατρέπτους καθὼς τοὺς παρελάβαμεν,
δεύτερον δὲ διὰ νὰ ἀναιρέσωμεν καὶ νὰ ἐξαλήψωμεν παντελῶς. Ἀναλαμβάνοντες τὴν
Πανοπλίαν τοῦ Ἁγίου Πνεύματος μὲ φοβερὰς ἀρὰς καὶ αἰώνιον Ἀνάθεμα ἐναντίον εἰςἐκείνους
ὅπου ἤθελον τολμήσει νὰ συγκατανεύσουν νὰ δεχθοῦν, ἐν ὅσῳ ζῶμεν ἤ μετὰθάνατόν
μας καὶ μέχρι συντελείας πᾶσαν πρόσθεσιν ἤ ἀφαίρεσιν. Ὅθεν τῇ δυνάμει καὶΧάριτι
τοῦ Παναγίου καὶ Τελεταρχικοῦ Πνεύματος ἔχομεν πάντα ἀπόβλητον καὶἀποτρόπαιον
καὶ μυσαρὸν καὶ βδελυκτὸν καὶ βλάσφημόν τε καὶ ἄκυρον, τόδε διαληφθὲν παράνομον καὶ αἱρετικὸν γράμμα, ἀκολουθοῦντες
τόσον εἰς τὸν Οὐρανοβάμωνα Παῦλονὅπου λέγει.
«Εἴ τις Εὐαγγελίζεται ὑμῖν παρ’ ὅ παρελάβεται καὶ παρ’ ὅ εὐαγγελησάμην
ὑμῖν κἄν ἄγγελος ἐξ οὐρανοῦ κἄν αὐτοὶ ὑμεῖς Ἀνάθεμα ἔστω»· ὅσον καὶ εἰς τοὺς
Συνοδικοὺς Κανόνας ὅπου λέγουν ὅποιος ἤθελε προσθέσει ἤ ἀφαιρέσει ἕνα μόνον ἰῶτα
ἑπτὰ ἔστω εἰς αὐτὸν Ἀνάθεμα. Καὶ οὕτως ἀποφαινόμενοι μετὰ τοῦ περὶ ἡμᾶς Ἱεροῦ
Κλήρου καὶ τοῦΧριστιανικοῦ πληρώματος Ἀναθεματίζομεν τρὶς τοῦ Ἱεροῦ Καταλόγου εἴτε
Λαϊκοὶἀποσχισμένοι εἴησαν ἀπὸ Θεοῦ Κυρίου Παντοκράτορος καὶ κατηραμένοι καὶἀσυγχώρητοι
καὶ μετὰ θάνατον ἄλυτοι τυμπανιαῖοι αἱ πέτραι καὶ ὁ σίδηρος λιθήσονται αὐτοὶ δὲ
οὐδαμῶς, κληρονομήσωσιν τὴν λέπραν τοῦ Γιεζῆ καὶ τὴν ἀγχόνην τοῦ Ἰούδα·
στένοντες εἴησαν καὶ τρέμοντες ἐπὶ τῆς γῆς ὡς ὁ Κάϊν· ἡ ὀργὴ τοῦ Θεοῦ εἴη ἐπὶ τὰς
κεφαλὰς αὐτῶν καὶ ἡ μερὶς αὐτῶν μετὰ τοῦ Ἰούδα καὶ τῶν Θεομάχων Ἰουδαίων· σχισθῆσα
ἡ γῆ καταπίοι αὐτούς, ὡς τὸν Δαθὰν ποτὲ καὶ Ἀβηρῶν. Ἄγγελος Κυρίου καταδιωξάτω
αὐτοὺς ἐν μαχαίρᾳ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτῶν καὶ πάσαις ταῖς Πατριαρχικαῖς
καὶ Συνοδικαῖς Ἀραῖς ὑπεύθυνοι καὶ τῷ αἰωνίῳ ἀναθέματι ὑπόδικοι καὶἔνοχοι τοῦ
πυρὸς τῆς γεένης. Ἀμήν.
Δοσίθεου Ἰεροσολύμων.
† Τέσσαρα μεγάλα θηρία ἐγεννησεν ὁ ΙΣΤ αἰών : Τὴν αἴρεσιν τοῦ
Λούθηρου, τὴν αἴρεσιν τοῦ Καλβίνου, τὴν αἴρεσιν τῶν Γιεζουβιτών καὶ τὴν αἴρεσιν
τοῦ νέου Καλενδαρίου.
Τῆς ἁγίας ἑβδόμης οἰκουμενικῆς Συνόδου.
† «... Ἡμεῖς τῇ ἀρχαίᾳ θεσμοθεσίᾳ τῆς Καθολικῆς Ἐκκλησίας ἐπακολουθοῦμεν,ἡμεῖς
τοὺς θεσμοὺς τῶν Πατέρων φυλάττομεν, ἡμεῖς τοὺς πρσθέτοντας τι ἤ ἀφαιροῦνταςἐκ
τῆς ἁγίας Ἐκκλησίας ἀναθεματίζομεν».
Τῆς ἁγίας ἕκτης οἰκουμενικῆς Συνόδου.
† «Ὁρίζομεν ἑτέραν Πίστιν μηδενὶ ἐξεῖναι προφέρειν, ἥγουν
συγγράφειν ἤσυντιθέναι ἤ φρονεῖν ἤ διδάσκειν ἑτέρως τοὺς δὲ τολμῶντας τοῦτο
ποιεῖνἀναθεματίζομεν».
Τῶν Ἁγίων Ἀποστόλων ΚΑΝΩΝ 45ος.
Ὅποιος Ἐπίσκοπος, ἤ Πρεσβύτερος, ἤ Διάκονος ἤθελε
συμπροσευχηθῆ μονάχα, ἀλλ'ὄχι καὶ νὰ συλλειτουργήση μὲ αἴρετικούς ἄς ἀφορίζεται.
Επειδή ὅποιος μὲ τοῦςἀφορισμένους συμπροσεύχεται (καθώς τοιούτοι εἶναι οἱ αἰρετικοί)
πρέπει νὰσυναφορίζεται καὶ αὐτός, κατά τὸν 10ον Κανόνα τῶν Ἀγ.Αποστόλων. Εἰ δὲ
καὶἐσυνχώρησεν εἰς τοῦς αἰρετικούς αὐτούς νὰ ἐνεργήσουν κανένα λειτούργημα ὡσάν
Κληρικοί, ἄς καθαίρηται ἐπειδή ὅποιος Κληρικός συλλειτουργήσει μὲ καθηρημένους,
(καθώς τοιούτοι εἶναι οἱ αἰρετικοί κατὰ τὸν β΄. καὶ δ΄. τῆς γ΄.) συγκαθαιρεῖται
καὶ αὐτός κατὰ τὸν 11ον κανόνα τῶν Ἀποστόλων.
Κανών 33ος τῆς ἐν Λαοδικεία Τοπικής Συνόδου.
Διορίζει οὔτος ὁ Κανών νὰ μὴ συμπροσευχώμεθα οὔτε μὲ τοὺς αἰρετικοὺς,
ἤτοι τοὺς σφάλλοντας περὶ τὴν πίστιν, οὔτε μὲ τοὺς σχισματικοὺς, ἤτοι τοὺς κατὰ
τὴν πίστιν μὲνὀρθοδόξους ὄντας, χωριζομένους δὲ ἀπὸ τὴν καθολικὴν Ἐκκλησίαν διὰ
τινας παραδόσεις καὶ ἔθιμα ἰάσιμα, κατὰ τὸν α΄. τοῦ Μεγ.Βασιλείου.
Κανών 37ος τῆς ἐν Λαοδικεία Τοπικής Συνόδου.
Κατὰ τὸν Κανόνα τοῦτον δὲν πρέπει νὰ λαμβάνει τινὰς Χριστιανὸς
ὀρθόδοξος τὰδῶρα ὁποῦ στέλλουσιν εἰς αὐτούς οἱ Ἰουδαίοι καὶ αἰρετικοί, ὄταν ἔχουν
τὰς ἐορτάς των,ἀλλά οὔτε νὰ συνεορτάζη ὅλως αὐτοῖς.
Τοῦ Ἁγίου Αὐγουστίνου.
Ὅτι οἱ τὸ Σχῖσμα δημιουργήσαντες διὰ τῆς ἐπιβολῆς τοῦ νέου Ἡμερολογίουὁδηγοῦσιν
εἰς αἵρεσιν.
† «Οἱ δὲ σχισματικοὶ σχισματοαιρετικοὶ εἰσίν, καθότι δὲν εἶναι
κανὲν Σχῖσμα εἰμὴπρότερον αἵρεσιν ἀναπλάσσῃ, ἵνα ὀρθῶς δόξῃ τῆς Ἐκκλησίας
χωρισθῆναι. Τὸ Σχῖσμα κακῶς διαμένον γίνεται αἵρεσις ἤ καταφέρεται εἰς αἵρεσιν,
ὅτι καὶ τοὺς σχισματικοὺς οὐχἡ διάφορος πίστις ποιεῖ ἀλλ’ ἡ διαρηχθεῖσα τῆς
κοινωνίας συντροφία». (Ἐπιστολὴ ρα΄ κεφ. ια΄ εἰς τὸ κατὰ Ματθαῖον).
Τοῦ Ἁγίου Βασιλείου τοῦ Μεγάλου.
Περὶ τῶν Σχισματικῶν ἱερέων ὅτι στεροῦνται οὗτοι τῆς θείας
χάριτος.
† Ἀφοῦ δὲ μίαν φορὰν ἐσχίσθησαν
ἀπὸ τὸ ὅλον σῶμα τῆς Ἐκκλησίας ἔχασαν αὐτὸκαὶ δὲν εἰμποροῦν πλέον νὰ βαπτίσουν ἄλλους,
ἤ νὰ χειροτονήσουν ἤ ἁπλῶς νὰ δώσουν χάριν, τὴν ὁποίαν διὰ τοῦ σχίσματος ἐστερήθησαν,
ὅθεν καὶ οἱ ὑπ’ αὐτῶν βαπτιζόμενοι λογίζονται ὅτι ὑπὸ λαϊκῶν ἐβαπτίσθησαν (Ἑρμηνεία
α΄. Κανόνος). «Ὥσπερ μέλος τὶἀποκοπὲν τοῦ σώματος παύει μετέχον τῆς ζωτικῆς
δυνάμεως, οὕτω καὶ πᾶς τιςἀποσχιζόμενος τῆς Ὀρθοδόξου Ἐκκλησίας τοῦ Χριστοῦ δὲν
μετέχει τῆς χάριτος τοῦΠαναγίου Πνεύματος, ἥν ἔλαβεν ἐν τῷ βαπτίσματι» (Ἐκ τοῦ ἱεροῦ
Πηδαλίου).
Τῆς ἁγίας 3ης Οἰκουμενικῆς Συνόδου 3ος κανών.
Ὅτι δὲν ἐπιτρέπεται οἱ ἱερεῖς νὰ μνημονεύωσι καὶ νὰ ὑπακούωσιν
εἰς τοὺςἀποστάτας καινοτόμους ἀρχιερεῖς οὐδὲ οἱ λαϊκοί.
† «Τοῖς ἀποστασήσασιν ἢ ἀφισταμένοις Ἐπισκόποις μηδόλως ὑπόκεισθαι
κατὰμηδένα τρόπον».
«Εἶ τις ἀκοινωνήτῳ κἄν ἐν οἴκῳ συνεύξηται ἀφοριζέσθω», καὶ ἀλλαχοῦ
«ὁἀκοινωνήτως κοινωνῶν ἀκοινώνητος ἔσται, ὡς συγχέων τὸν κανόνα τῆς Ἐκκλησίας»
πάλιν «ὁ αἱρετικὸν δεχόμενος τοῖς αὐτοῖς ἐγκλήμασιν ὑπόκειται». Οὐκ ἔστι τοῦτο
θεμιτὸν οὐκ ἔστιν ἀλλ’ οὐδὲ μνημονεύσομεν καὶ τοῦτο παρὰ τοῦ πονηροῦ, ὅς σκότος
ὧν τὸ φῶςὑποκρίνεται, ὡς νῦν γε, τὴν ἕνωσιν προβαλλόμενος «μνημόσυνον» τὴν μετ’
αὐτῶνἀπώλειαν τοῦ παντὸς τοῦ σώματος τῆς Ἐκκλησίας δολιεύεται καὶ φανερῶς μὴ
πείθεινἔχων πρὸς τοῦτο, ἀδήλως ἐπιχειρεῖ, ἵνα ἐν ἑνί τρόπῳ ἀνοίξη θύραν καὶ
κορυφώσῃ κακίαν.
Ἐπιστολὴ ε΄ Συνοδικὴ (Ἰουστίνου).
† «Ὡρίσθη παρὰ τῶν ἁγίων Πατέρων χρῆναι καὶ μετὰ θάνατον ἀναθεματίζεσθαι
τοὺς εἴτε εἰς κανόνας εἴτε εἰς Πίστιν ἁμαρτήσαντας».
Ἁγίου Ἰγνατίου τοῦ Θεοφόρου.
† «Πᾶς ὁ λέγων παρὰ τὰ διατεταγμένα κἄν ἀξιόπιστος ἤ κἄν
νηστεύῃ καὶπαρθενεύῃ κἄν σημεῖα ποιῇ κἄν προφητεύῃ, λύκος σοι φαινέσθω ἐν
προβάτου δορᾷ, προβάτων φθορὰν κατεργαζόμενος».
Τοῦ Ἁγίου Φωτίου.
† «Καὶ γὰρ ἐστιν ὄντως τὰ Κοινὰ πᾶσιν φυλάττειν ἐπάναγκες καὶ
πρὸ γε τῶν ἄλλων τὰ περὶ Πίστεως· ἔνθα καὶ τὸ παρεκλῖναι μικρὸν ἁμαρτεῖν ἐστὶν ἁμαρτία
τὴν πρὸς θάνατον». (Ἐπιστολὴ πρὸς τὸν Ρώμης Νικόλαον).
Τοῦ Ἀγ. Γερμανοῦ τοῦ υἱοῦ Πατριάρχου Κ/πόλεως.
† «Ἐπισκήπτομαι πᾶσι τοῖς ἐν Κύπρῳ λαϊκοῖς, ὅσοι τῆς Καθολικῆς
Ἐκκλησίας ἐστὲτέκνα γνήσια, φεύγειν ὅλῳ ποδὶ ἀπὸ τῶν ὑποπεσόντων ἱερέων τῇ
Λατινικῇ ὑποταγῇ καὶμηδὲ εἰς Ἐκκλησίαν τούτοις συνάγεσθαι, μηδὲ εὐλογίαν ἐκ τῶν
χειρῶν αὐτῶν λαμβάνειν τὴν τυχοῦσαν· κρεῖσσον γὰρ ἐστὶν ἐν τοῖς οἴκοις ὑμῶν τῷ
θεῷ προσεύχεσθε κατὰ μόνας, ἤἐπ’ ἐκκλησίαις συνάγεσθε μετὰ τῶν Λατινοφρόνων, εἰ
δὲ οὐν τὴν αὐτὴν ὑφέξεται μετ’ αὐτῶν κόλασιν. Ἤ οὐχὶ τὰ τῶν ἐπὶ κοσμικῶν
κρίσεων τοῦτο γίνεσθε σύνηθες; Ἄν γὰρ
τις συλλαλῇ ἀνδροφόνῳ ἤ ληστῇ ἤ προδότῃ τὴν αὐτὴν ἐκείνῳ ὑφίσταται κόλασιν».
Τοῦ Ἁγίου Βασιλείου τοῦ Μεγάλου.
† «Πᾶς ὁ δυνάμενος λέγων τὴν ἀλήθειαν καὶ μὴ λέγων αὐτήν,
κατακριθήσεται ὑπὸτοῦ θεοῦ, καὶ ταῦτα ἔνθα πίστις ἐστὶ τὸ κινδυνευόμενον, καὶ τῆς
ὅλης Ἐκκλησίας τῶνὈρθοδόξων ἡ Κρηπὶς τὸ γὰρ ἐφησυχάζειν ἐν τοῖς τοιούτοις, ἀρνήσεως
ἴδιον, τὸ δὲ ἐλέγχεινὁμολογίας εἰλικρινοῦς».
Τοῦ Ἁγίου Μελετίου τοῦ ὁμολογητοῦ.
† «Μὴ πείθεσθε Μονάζουσαν μηδὲ τοῖς Πρεσβυτέροις,
ἐφ’ οἷς ἀνόμως λέγουσι κακίστως εἰσηγοῦνται,
καὶ τὶ φημὶ Μονάζουσι καὶ τὶ τοῖς πρεσβυτέροις;
Μηδ’ Ἐπισκόποις εἴκετε τὰ μὴ λυσιτελοῦντα,
πράττειν καὶ λέγειν καὶ φρονεῖν δολίως παραινοῦσιν».
«Τὶς εὐσεβὴς σιγήσει τὶς ὅλως ἠρεμήσει;
καὶ γὰρ τὴν συγκατάθεσιν σιωπὴ σημαίνει
καὶ τοῦτο δείκνυσι σαφῶς ὁ Πρόδρομος Κυρίου,
καὶ Μακκαβαῖοι σὺν αὐτῷ μικρὰς νομοθεσίας,
προκινδυνεύοντες στερρῶς μέχρις αὐτοθανάτου
καὶ μήτε τὸ βραχύτατον τοῦ νόμου παριδόντες
ἐπαινετὸς ὁ πόλεμος γνωρίζεται πολλάκις
καὶ μάχη κρεῖττον δείκνυται ψυχοβλαβοῦς εἰρήνης.
Βέλτιον γὰρ ἀνθίστασθαι τοῖς οὐ καλῶς φρονοῦσιν
ἡ τούτοις ἐπακολουθεῖν κακῶς ὁμονοοῦντας,
χωριζομένους τοῦ θεοῦ καὶ τούτοις ἑνουμένους».
Τοῦ Ἁγίου Μελετίου τοῦ ὁμολογητοῦ.
† «Τὸ τὴν ἀλήθειαν σιγᾷν κίνδυνος ὄντως μέγας,
καὶ κόλασις αἰώνιος καὶ βόθρος ἀπωλείας,
οὐ δίκαιον, οὐ θεμιτόν, οὐ πρέπον εὐσεβέσιν
ὅλως σιγᾷν, ἔνθα θεοῦ τοὺς νόμους ἀθετοῦσι,
οἱ τὴν ἀπάτην σπεύδοντες συστῆσαι καὶ τὴν πλάνην».
Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου.
Ὅτι πρέπει τὰ γνήσια τῆς Ὀρθοδόξου Ἐκκλησίας τέκνα νὰ ἀποφεύγωμεν
τοὺς ἐν δόλῳ τὴν ὀρθοδοξίαν νοθεύοντας, διὰ νεωτερισμῶν κληρικοὺς.
† «Κακὸν μὲν ἡ ἀναρχία πανταχοῦ καὶ πολλοῖς ὑπόθεσις συμφορῶν
καὶ ἀρχὴἀταξίας καὶ συγχύσεως· κακὸν δὲ οὐχ ἧττον καὶ ἀπείθεια τῶν ἀρχομένων. Ἀλλ’
ἴσως ἐρεῖτις ἡμῖν, ὅτι ἔσται καὶ τρίτον κακόν, ὅταν ὁ ἄρχων ᾖ κακός. Οἶδα κἀγὼ
καὶ οὐ μικρὸν τοῦτο κακόν· ἀλλὰ καὶ τῆς ἀναρχίας πολλῷ κάκιον. Κρεῖττον γὰρ ὑπὸ
μηδενὸς ἄρχεσθαι,ἤ ὑπὸ κακοῦ ἄγεσθαι. Ὁ μὲν γὰρ πολλάκις μὲν ἐσώθη, πολλάκις δὲ
ἐκινδύνευσεν· οὗτος δὲ πάντως κινδυνεύσει εἰς βάραθρα ἀγόμενος. Πῶς οὖν ὁ Παῦλος
φησίν, πείθεσθε τοῖςἡγουμένοις ἡμῶν καὶ ὑπείκετε; ἀνωτέρω εἰπὼν «ὧν ἀναθεωροῦντες
τὴν ἔκβασιν τῆςἀναστροφῆς μιμεῖσθε τὴν πίστιν» τότε εἶπε πείθεσθε τοῖς ἡγουμένοις
ἡμῶν καὶ ὑπείκετε. Τὶ οὖν φησί; ὅταν πονηρὸς ἧ, μὴ πειθώμεθα; Πονηρὸς πῶς
λέγεις; εἰ μὲν πίστεως πονηρὸςἕνεκεν, φεῦγε καὶ παραιτοῦ, μὴ μόνον ἄν ἄνθρωπος ἧ,
ἀλλὰ κἄν ἄγγελος ἐξ οὐρανοῦκατιών. Εἰ δὲ βίου ἕνεκεν μὴ περιεργάζου. Ἐπεὶ καὶ τὸ
μὴ κρίνετε, ἵνα μὴ κριθῆτε, περί βίου ἐστίν, οὐ περί πίστεως» (λόγος 34ος).
Ἐκ τοῦ Ἁγίου Ἀντωνίου.
† «Οὐδεὶς γὰρ ἡμῶν κρίνεται διατὶ δαιμόνια οὐκ ἐξέβαλεν, ἤ
διατὶ οὐκ ἔσχε πρόγνωσιν, ἀλλ’ ἕκαστος κριθήσεται, εἰ τὴν πίστιν τετήρηκε καὶ τὰς
Ἐντολὰς καὶΠαραδόσεις γνησίως ἐφύλαξεν».
Τοῦ Ἁγίου Ἰσιδώρου τοῦ Πηλουσιώτου.
† «... Τὸ πάλαι ὑπὲρ
τῶν προβάτων ἀπέθνησκον οἱ Ποιμένες, νῦν δὲ μᾶλλον αὐτοὶἀναιροῦσι τὰ πρόβατα·
τότε νηστείαις τὸ σῶμα ἐσωφρόνιζον, νῦν δὲ τρυφαῖς παρασκευάζουσι σκιρτᾷν. Τότε
τὰ ἑαυτῶν τοῖς δεομένοις διένειμον, νῦν δὲ τὰ τῶν πενήτων σφετερίζονται. Τότε τὴν
ἀρετὴν ἤσκουν, τὺν δὲ τοὺς τὴν ἀρετὴν ἀσκούνταςἐξοστρακίζουσι. Τότε οἱ
φιλάρετοι πρὸς τὴν ἱερωσύνην ὑπήγοντο, νῦν δὲ οἱ φιλάργυροι. Τότε οἱ ἀκτημωσύνῃ
ἐναμβρυνόμενοι, νῦν δὲ οἱ πλεονεξίᾳ ἑκουσίως χρηματιζόμενοι. Τότε οἱ πρὸ ὀφθαλμοῦ
ἔχοντες τὸ θεῖον δικαστήριον νῦν δὲ οἱ μηδὲ εἰς ἔννοιαν τοῦτο λαμβάνοντες. Τότε
οἱ τύπτεσθαι, νῦν δὲ οἱ τύπτειν ἕτοιμοι».
Ἁγίου Νικηφόρου.
(Τὴν ἐκκλησίαν τοῦ Θεοῦ ἀποτελοῦν οἱ εὐσεβεῖς ὁσονδήποτε ὀλίγοι
καὶ ἄν μείνουν. Οἱ ἀκολουθοῦντες τὴν καινοτομίαν, ἔξω τῆς Ἐκκλησίας εἶναι).
† «Εἰ δὲ διαμένουσιν ἐν τῇ αἱρέσει, καὶ ἴσως καὶ ἑτέρους τινὰς
ἀμαθεστέρους καὶἁπλουστέρους δυνηθῶσιν ἀποβουκολῆσαι, κἄν ὀχλαγωγήσωσι καὶ πλῆθος
συνάγωσινἔξω τῶν ἱερῶν τῆς Ἐκκλησίας περιβόλου εἰσίν. Εἰ δὲ καὶ πάνυ ὀλίγοι ἐν
τῇ Ὀρθοδοξίᾳ καὶΕὐσεβείᾳ διαμένουσιν, οὗτοι εἰσὶν Ἐκκλησία καὶ τὸ κῦρος καὶ ἡ
προστασία τῶνἐκλησιαστικῶν θεσμῶν ἐναὐτοῖς κεῖται. Κἄν κακοπαθῆσαι αὐτοῖς ὑπὲρ
τῆς εὐσεβείας δεήσει, ὅπερ ἐστιν εἰς καύχημα αἰώνιον καὶ ψυχικῆς σωτηρίας
πρόξενον...»
Ἐκ τῶν διατάξεων τῶν Ἁγ. Ἀποστόλων Κεφαλ. 19.
† Ἀκούσατε οἱ Ἐπίσκοποι καὶ ἀκούσατε οἱ λαϊκοί, ὥς φησιν ὁ
θεός, κρινῶ κριὸν πρὸς κριόν, καὶ πρόβατον πρὸς πρόβατον καὶ πρὸς τοὺς ποιμένας
λέγει· κριθήσεσθαι ἕνεκεν τῆς ἀπειρίας αὐτῶν καὶ τῆς εἰς τὰ πρόβατα διαφθορὰς,
τουτέστιν, ἐπίσκοπον πρὸςἐπίσκοπον κρινῶ καὶ λαϊκὸν πρὸς λαϊκὸν καὶ ἄρχοντα πρὸς
ἄρχοντα· λογικὰ γὰρ τὰπρόβατα καὶ οἱ κριοὶ οὗτοι, ἀλλ’ οὐκ ἄλογα, ἵνα μὴ εἴπῃ ὁ
λαϊκός, ὅτι ἐγὼ πρόβατον εἰμὶκαὶ οὐ ποιμὴν καὶ οὐδένα λόγον ἐμαυτοῦ πεποίημαι· ὁ
ποιμὴν ὄψεται, καὶ αὐτὸς μόνος εἰσπραχθήσεται τὴν περὶ ἐμοῦ δίκην· ὥσπερ γὰρ τῷ
καλῷ ποιμένι τὸ μὴ ἀκολουθοῦν πρόβατον λύκοις ἔκκειται εἰς διαφθοράν, οὕτω τῷ
πονηρῷ ποιμένι τὸ ἀκολουθοῦν πρόβατον πρόδηλον ἔχει τὸν θάνατον, ὅτι
κατατρώξεται αὐτοῦ, διὸ φευκτέον ἀπὸ τῶν φθορέων ποιμένων.
Τοῦ Ἁγίου Βασιλείου τοῦ Μεγάλου.
† «Δεῖ τῶν ἀκροατῶν τοὺς πεπαιδευμένους τὰς γραφὰς
δοκιμάζειν τὰ παρὰ τῶν διδασκάλων λεγόμενα καὶ τὰ μὲν σύμφωνα ταῖς γραφαῖς
δέχεσθαι τὰ δὲ ἀλλότριαἀποβάλλεν. Καὶ τοῦς τοιούτοις (ἀλλοτρίοις) διδάγμασιν ἐπιμένοντας
ἀποστρέφεσθαι σφοδρότερον».
Ἁγ. Ἰωάννου Χρυσοστόμου.
† «Τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ ἐπὶ τῆς κεφαλῆς τίθεται, ἵνα
μάθῃ ὁ χειροτονούμενοςὅτι τὴν ἀληθινὴν τοῦ Εὐαγγελίου Τιάραν λαμβάνει, καὶ ἵνα
μάθῃ ὅτι καὶ ἡ πάντων ἐστὶκεφαλή, ἀλλ’ ὑπὸ τούτους πράττει τοὺς νόμους, πάντων κρατῶν καὶ ὑπὸ τῶν
νόμων κρατούμενος, πάντα νομοθετῶν καὶ ὑπὸ τοῦ νόμου νομοθετούμενος.
ΟΜΟΛΟΓΙΑ ΠΙΣΤΕΩΣ ΤΩΝ ΟΡΘΟΔΟΞΩΝ ΧΡΙΣΤΙΑΝΩΝ
Ἀποδέχομαι καὶ τιμῶ τὰς ἁγίας καὶ Οἱκουμενικὰς Ἑπτὰ
Συνόδους, καὶ τὰ ἐν αὐταῖς δογματισθέντα καὶ κηρυχθέντα θεῖα τε καὶ ὑπερφυῆ καὶ
σωτήρια Δόγματα παρὰ τῶνὉσίων καὶ Θεοφόρων Πατέρων ἡμῶν, οὔς κατὰ καιρὸν ἔθετο
τὸ Πνεύμα τὸ ἅγιον ποιμαίνειν τὴν Ἐκκλησίαν αὐτοῦ καὶ διέπειν, καὶ πάντων τῶν ἐναρέτων
καὶ Μακαρίων Πατέρων τὰ τε Δόγματα καὶ Πονήματα ἀσπάζομαι ὡς διδασκαλίαν ἀνεπίλητον,
σωτηρίας θεμέλιον· καὶ οὕς ἡ Καθολικὴ Ἀνατολικὴ Ὀρθόδοξος Ἐκκλησία προσίεται,ἀποδέχομαι·
καὶ οὕς ἀποτρέπεται, ἀποστρέφομαι. Ἀποβάλλομαι δὲ καὶ παντελῶςἀποτρέπομαι τὰς ἀπὸ
Σίμωνος τοῦ Μάγου καὶ μέχρι τοῦ δεῦρο τῆς εὐσεβείας παντάπασιν πεπτωκότας καὶ
δόξας υἱοθετήσαντας καὶ φθοροποιὰ δόγματα ἐφευρόντας καὶ τὴν τῶνἉγίων Παράδοσιν
ἀθετήσαντας καὶ τὸν πικρὸν τὸν ζιζανίων σπόρον συναμεῖξαι τῆ τῆςὈρθοδοξίας Ἀρούρα
τολμήσαντας αὐτούς τε ἀναθεματίζω καὶ πάντας τοὺς ἐπομένοις αὐτοῖς, καὶ ὡς
λύμην τῆς κατὰ Χριστὸν Ἐκκλησίας διαπτύω καὶ τῶ ἀναθέματι καθυποβάλω.
Γνώμη τῆς Ὀρθοδόξου Ἐκκλησίας εἶναι να πιστεύη ὁ Χριστιανὸς ὀρθῶς,
ἤγουν νὰπεριπατῆ ἴσα εἰς τὴν Πίστιν, καθῶς παρελάβομεν, νὰ μὴ πίπτει εἰς ἀποστασίας
καὶαἰρέσεις ἤ εἰς σχίσματα, ἴδια τῶν υἱῶν τῆς ἀπωλείας. Τοῦς τοιούτους ὀνομάζει
ὁΕὐαγγελιστὴς Ἰωάννης «ἀντιχρίστους» υἱοῦς τῆς ἀπειθείας, ὁ Ἀπόστολος Παύλος πρὸςἘφεσίους
«ἀπίστους», ὁ Δαμασκοῦ φωστῆρ· «ὁ γοῦν μὴ κατὰ παράδοσιν τῆς καθολικῆςἘκκλησίας
πιστεύων, οὗτος ἄπιστος ἐστι»· διότι μὴ βαδίζοντες καὶ μὴ ἐχοντες τὸν αὐτὸν
σκοπόν, ὅν ἐβάδισεν ἡ Ὀρθόδοξος Ἐκκλησία ἄς γνωρίζουν οἱ τοιοῦτοι ἱερεῖς μήτεἱερωσύνην
μήτε Μυστήρια τελούνται ὑπ’αὐτῶν, ἡ δὲ μερὶς αὐτῶν μετὰ τοῦ προδότουἸούδα.
(Ὑπὸ Ν. Βουλγάρεως
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου