xristianorthodoxipisti.blogspot.gr ΟΡΘΟΔΟΞΑ ΚΕΙΜΕΝΑ / ΑΡΘΡΑ
Εθνικά - Κοινωνικά - Ιστορικά θέματα
Ε-mail: teldoum@yahoo.gr FB: https://www.facebook.com/telemachos.doumanes

«...τῇ γαρ χάριτί ἐστε σεσωσμένοι διά τῆς πίστεως· και τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον, οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται. αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ ᾿Ιησοῦ ἐπι ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεός ἵνα ἐν αὐτοῖς περιπατήσωμεν...» (Εφεσίους β’ 8-10)

«...Πολλοί εσμέν οι λέγοντες, ολίγοι δε οι ποιούντες. αλλ’ούν τον λόγον του Θεού ουδείς ώφειλε νοθεύειν διά την ιδίαν αμέλειαν, αλλ’ ομολογείν μεν την εαυτού ασθένειαν, μη αποκρύπτειν δε την του Θεού αλήθειαν, ίνα μή υπόδικοι γενώμεθα, μετά της των εντολών παραβάσεως, και της του λόγου του Θεού παρεξηγήσεως...» (Άγιος Μάξιμος ο Ομολογητής p.g.90,1069.360)

ΚΥΡΙΑΚΗ ΤΩΝ ΜΥΡΟΦΟΡΩΝ , ΕΟΡΤΗ ΤΩΝ ΟΡΘΟΔΟΞΩΝ ΓΥΝΑΙΚΩΝ !!

 ΚΥΡΙΑΚΗ  ΤΩΝ ΜΥΡΟΦΟΡΩΝ , ΕΟΡΤΗ ΤΩΝ  ΟΡΘΟΔΟΞΩΝ  ΓΥΝΑΙΚΩΝ  !!                       Λόγος τοῦ Γρηγορίου, Πατριάρχου Ἀντιοχείας, εἰς τάς Μυροφόρους καί εἰς τήν θεόσωμον ταφήν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καί εἰς τόν Ἰωσήφ τον ἀπό Ἀριμαθαίας, καί εἰς τήν τριήμερον Ἀνάστασιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ τρίτῃ ἀπὸ τοῦ Πάσχα, τὴν τῶν ἁγίων γυναικῶν Μυροφόρων ἑορτὴν ἑορτάζομεν, ἔτι δὲ μνείαν ποιούμεθα καὶ τοῦ ἐξ Ἀριμαθαίας Ἰωσήφ, ὅς ἦν μαθητὴς κεκρυμμένος, πρὸς δέ, καὶ τοῦ νυκτερινοῦ μαθητοῦ Νικοδήμου.

Τὸ Χαῖρε ταῖς Μυροφόροις φθεγξάμενος, τὸν θρῆνον τῆς προμήτορος Εὔας κατέπαυσας, τῇ Ἀναστάσει σου, Χριστὲ ὁ Θεός, τοῖς Ἀποστόλοις δὲ τοῖς σοῖς κηρύττειν ἐπέταξας, ὁ Σωτὴρ ἐξανέστη τοῦ μνήματος.

Ἐπὶ τὸν τάφον σου Σωτήρ, αἱ Μυροφόροι πορευόμεναι, πρὸς ἑαυτὰς διηπόρουν τῷ νοΐ, καὶ ἐφθέγγοντο. Τίς ἡμῖν τὸν λίθον ἀποκυλίσει τοῦ μνήματος; Καὶ ἀναβλέψασαι, ὁρῶσιν ὅτι ὁ λίθος ἀποκεκύλισται, τῇ μορφῇ δὲ τοῦ Ἀγγέλου σὺν τῇ στολῇ ἐθαμβοῦντο, συνείχοντο δὲ τρόμῳ, καὶ φεύγειν ἐνόμιζον, καὶ πρὸς αὐτὰς ὁ νεανίσκος ἐβόησε. Μὴ φοβεῖσθε ὑμεῖς, ὃν ζητεῖτε, ἀνέστη, δεῦτε, ἴδετε τὸν τόπον, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ταχὺ πορευθεῖσαι, ἀπαγγείλατε τοῖς Μαθηταῖς· ὁ Σωτὴρ ἐξανέστη τοῦ μνήματος.

Τὰ μύρα θερμῶς, τῷ τάφῳ προσκομίζουσαι, Γυναῖκες Σωτήρ, Ἀγγέλου τῇ λαμπρότητι, τὰς ψυχὰς ἠγάλλοντο, καὶ Θεόν σε τῶν ὅλων ἐκήρυττον, καὶ Μαθηταῖς ἐβόων· Ὄντως ἀνέστη ἐκ τάφου ἡ πάντων ζωή.