Αγίου Γρηγορίου του Παλαμά : περὶ ἐκπορεύσεως τοῦ Ἁγίου Πνεύματος
Πάλιν ὁ δεινός καί ἀρχέκακος
ὄφις, τήν ἑαυτοῦ κεφαλήν καθ᾿ ἡμῶν διαιρών, ὑποψιθυρίζει τά τῆς ἀληθείας ἀντίθετα.
Μᾶλλον δέ τήν μέν κεφαλήν
τῷ τοῦ Χριστοῦ σταυρῷ συντριβείς, τῶν δέ κατά γενεάς πειθομένων ταῖς ἀπολουμέναις
ὑποθήκαις αὐτοῦ κεφαλήν ἑαυτοῦ ποιούμενος ἕκαστον καί οὕτω πολλάς ἀντί μιᾶς
κατά τήν ὕδραν ἀναδούς κεφαλάς, δι᾿ αὐτῶν ἀδικίαν εἰς τό ὕψος λαλῶν οὐκ ἀνίησιν.
Οὕτως Ἀρείους, οὕτως Ἀπολιναρίους,
οὕτως Εὐνομίους καί Μακεδονίους, οὕτω πλείστους ἑτέρους προσαρμοσάμενος τῷ αὐτοῦ
προσφύντας ὁλκῷ, διά τῆς ἐκείνων γλώττης τόν οἰκεῖον κατά τῆς ἱερᾶς Ἐκκλησίας ἐπαφῆκεν
ἰόν, ἀντ᾿ ὀδόντων ἰδίων τοῖς ἐκείνων λόγοις χρησάμενος καί περιπείρας τούτους τῇ
τῆς εὐσεβείας ἀρχῇ, οἷόν τινι ρίζῃ νεαρῶς καλόν τεθηλότος φυτοῦ καί καρποῖς ὡραιοτάτοις
βρίθοντος, οὐ μήν τούτῳ καί λυμήνασθαι ἴσχυσε·