Περὶ τῶν αἱρετικῶν Λατίνων , καὶ τῶν λατινοφρόνων
Ἐγκύκλιος ἐπιστολὴ Μάρκου μητροπολίτου ᾿Εφέσου τοῦ Εὐγενικοῦ
[1] Τοῖς ἁπανταχοῦ τῆς γῆς καὶ τῶν νήσων εὑρισκομένοις ὀρθοδόξοις χριστιανοῖς Μᾶρκος ἐπίσκοπος τῆς ᾿Εφεσίων μητροπόλεως ἐν Κυρίῳ χαίρειν.
[2] Οἱ τὴν κακὴν ἡμᾶς αἰχμαλωσίαν αἰχμαλωτεύσαντες καὶ πρὸς τὴν Βαβυλῶνα τῶν λατινικῶν ἐθῶν καὶ δογμάτων θελήσαντες κατασῦραι, τοῦτο μὲν οὐκ ἠδυνήθησαν ἀγαγεῖν εἰς πέρας, αὐτόθεν τε ἀπεμφαῖνον ὁρῶντες καὶ ἄλλως ἀδύνατον· ἐν μέσῳ δέ που τῆς ὁδοῦ καταμείναντες, αὐτοί τε καὶ ὅσοι τούτοις ἐπηκολούθησαν, οὔτ' ἐκεῖνο λοιπὸν μεμενήκασιν οὔτε τοῦτο γεγόνασιν.