xristianorthodoxipisti.blogspot.gr ΟΡΘΟΔΟΞΑ ΚΕΙΜΕΝΑ / ΑΡΘΡΑ
Εθνικά - Κοινωνικά - Ιστορικά θέματα
Ε-mail: teldoum@yahoo.gr FB: https://www.facebook.com/telemachos.doumanes

«...τῇ γαρ χάριτί ἐστε σεσωσμένοι διά τῆς πίστεως· και τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον, οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται. αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ ᾿Ιησοῦ ἐπι ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεός ἵνα ἐν αὐτοῖς περιπατήσωμεν...» (Εφεσίους β’ 8-10)

«...Πολλοί εσμέν οι λέγοντες, ολίγοι δε οι ποιούντες. αλλ’ούν τον λόγον του Θεού ουδείς ώφειλε νοθεύειν διά την ιδίαν αμέλειαν, αλλ’ ομολογείν μεν την εαυτού ασθένειαν, μη αποκρύπτειν δε την του Θεού αλήθειαν, ίνα μή υπόδικοι γενώμεθα, μετά της των εντολών παραβάσεως, και της του λόγου του Θεού παρεξηγήσεως...» (Άγιος Μάξιμος ο Ομολογητής p.g.90,1069.360)

Περὶ τῶν αἱρετικῶν Λατίνων , καὶ τῶν λατινοφρόνων Ἐγκύκλιος ἐπιστολὴ Μάρκου μητροπολίτου ᾿Εφέσου τοῦ Εὐγενικοῦ

Περὶ τῶν αἱρετικῶν Λατίνων , καὶ τῶν λατινοφρόνων
 Ἐγκύκλιος ἐπιστολὴ Μάρκου μητροπολίτου ᾿Εφέσου τοῦ Εὐγενικοῦ

[1] Τοῖς ἁπανταχοῦ τῆς γῆς καὶ τῶν νήσων εὑρισκομένοις ὀρθοδό­ξοις χριστιανοῖς Μᾶρκος ἐπίσκοπος τῆς ᾿Εφεσίων μητροπόλεως ἐν Κυ­ρίῳ χαίρειν.
[2] Οἱ τὴν κακὴν ἡμᾶς αἰχμαλωσίαν αἰχμαλωτεύσαντες καὶ πρὸς τὴν Βαβυλῶνα τῶν λατινικῶν ἐθῶν καὶ δογμάτων θελήσαντες κατασῦραι, τοῦ­το μὲν οὐκ ἠδυνήθησαν ἀγαγεῖν εἰς πέρας, αὐτόθεν τε ἀπεμφαῖνον ὁρῶντες καὶ ἄλλως ἀδύνατον· ἐν μέσῳ δέ που τῆς ὁδοῦ καταμείναντες, αὐτοί τε καὶ ὅσοι τούτοις ἐπηκολούθησαν, οὔτ' ἐκεῖνο λοιπὸν μεμενήκασιν οὔτε τοῦτο γεγόνασιν.
 ᾿Ιεροσόλυμα μὲν ἀπολιπόντες, τὴν ὡς ἀληθῶς ὅρασιν τῆς εἰρή­νης, καὶ τὸ Σιὼν ὄρος, τὴν βεβαίαν πίστιν καὶ ἄσειστον, Βαβυλώνιοι δὲ γενέσθαι τε καὶ κληθῆναι μήτε βουλόμενοι μήτε δυνάμενοι, καὶ διὰ τοῦτ' ἂν δικαίως κληθέντες Γραικολατῖνοι, καλούμενοι δ' οὖν ὑπὸ τῶν πολλῶνλατινόφρονες. [3] οὗτοι τοίνυν οἱ μιξόθηρες ἄνθρωποι, κατὰ τοὺς ἐν μύθοις ἱπποκενταύρους, μετὰ τῶν Λατίνων μὲν ὁμολογοῦσι τὸ «ἐκ τοῦ υἱοῦ τὸ πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι καὶ τὸν υἱὸν αἴτιον ἔχειν τῆς ἑαυτοῦ ὑπάρξεως» (οὕτω γὰρ καὶ ὁ αὐτῶν ὅρος διαλαμβάνει), μεθ' ἡμῶν δὲ τὸ «ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι» λέγουσι.  καὶ μετ' ἐκείνων μὲν «θε­μιτῶς καὶ εὐλόγως τὴν προσθήκην ἐν τῷ συμβόλῳ γεγονέναι» φασί, μεθ' ἡμῶν δὲ λέγειν ταύτην οὐ καταδέχονται· καί τοι γε τὸ θεμιτῶς καὶ εὐλόγως γενόμε­νον τίς ἂν παραιτήσαιτο λέγειν;  καὶ μετ' ἐκείνων μὲν τὸ ἄζυμον «σῶμα τοῦ Χριστοῦ» λέγουσι, μεθ' ἡμῶν δὲ αὐτοῦ μεταλαμβάνειν οὐκ ἂν τολμή­σειεν.  ἆρ' οὐχ ἱκανὰ ταῦτα τὴν γνώμην αὐτῶν διαδεῖξαι, καὶ ὅτι οὐκ ἀλη­θείας ἔρευναν ποιούμενοι, τοῖς Λατίνοις συνῆλθον, ἣν ἐν χερσὶν ἔχοντες προδεδώκασιν, ἀλλὰ χρυσοχοῆσαι βουλόμενοι καὶ πεπλασμένην, οὐκ ἀληθῆ, συστήσασθαι ἕνωσιν;
[4] Τίνα δὲ καὶ τρόπον αὐτοῖς ἡνώθησαν ἐπισκεπτέον πᾶν γὰρ τὸ ἑτέρῳ ἑνούμενον δι' ἑνός τινος μέσου πάντως ἑνοῦται.  τῇ μὲν οὖν δόξῃ τῇ περὶ τῆς τοῦ ἁγίου πνεύματοςἐκπορεύσεως ἔδοξαν ἑνωθῆναι, σὺν αὐτοῖς ἀποφηνάμενοι «καὶ ἐκ τοῦ υἱοῦ τοῦτο ἔχειν τὴν ὕπαρξιν», τὰ δ' ἄλλα πάν­τα διάφορα καὶ οὐδὲν ἐν αὐτοῖς ν, οὐδὲ μέσον οὐδὲ κοινόν, ἀλλὰ δύο μὲν σύμβολα καὶ παρηλλαγμένα λέγεται πάλιν, ὥς περ καὶ πρότερον, διτ­ταὶ δὲ καὶ διάφοροι λειτουργίαι τελοῦνται, ἡ μὲν δι' ἐνζύμου θυσίας, ἡ δὲ δι' ἀζύμου.  διττ δὲ βαπτίσματα, τ μὲν διὰ τριττῆς καταδύσεως τελει­οῦν, τὸ δὲ δι' ἐπιχύσεως ὕδατος ἐκ κορυφῆς ἄνωθεν· καὶ τὸ μὲν τῷ μύρῳ προσχρώμενον, τὸ δὲ οὐδ' ὁτιοῦν αὐτοῦ χρείαν ἔχον.  διττὰ δὲ τὰ ἔθη πάν­τα καὶ ἐν πᾶσι παρηλλαγμένα, νηστεῖαί τε καὶ ἐκκλησιαστικαὶ τάξεις καὶ εἴ τι τοιοῦτον.  τίς οὖν ἡ ἕνωσις, ὅταν μὴ φανερὸν καὶ ἐπίδηλον σημεῖον ἔχῃ;  καὶ πῶς ἡνώθησαν οἱ τὰ οἰκεῖα στέργειν βουλόμενοι;  τοῦτο γάρ που καὶ συνεφώνησαν, κα μὴ τοῖς ἐκ τῶν πατέρων παραδεδομένοις ἀκολου­θοῦντες.
[5] ᾿Αλλὰ τίς ὁ σοφὸς αὐτῶν λόγος;  «οὐδέποτε», φησίν, «ἡ τῶν Γραι­κῶν κκλησία τὸ κ μόνου τοῦ πατρὸς ἐκπορεύεσθαι” ἔλεγεν, ἀλλ' ἁπλῶς “ἐκ τοῦ πατρὸς ἐκπορεύεσθαι”· τοῦτο δὲ τὸν υἱὸν οὐκ ἐκβάλλει τῆς ἐκπο­ρεύσεως· ὥστε κατὰ τοῦτο καὶ πρότερον ἦμεν καὶ νῦν ἐσμεν ἡνωμένοι».  φεῦ τῆς ἀνοίας!  φεῦ τῆς τυφλώσεως!  εἰ δὲ ἀεὶ ἡ τῶν Γραικῶν κκλησία τὸ «ἐκ τοῦ πατρὸς ἐκπορεύεσθαι» ἔλεγεν, ἐξ αὐτοῦ τοΧριστοῦ καὶ τῶν ἱερῶν ποστόλων καὶ τῶν ἐν ταῖς συνόδοις πατέρων παραλαβοῦσα, τὸδὲ «ἐκ τοῦ Υἱοῦ» οὐδέποτε ἔλεγεν (οὐδὲ γὰρ παρέλαβε τοῦτο παρ' οὐδενός), τί γε ἄλλο ἢ τὸ «ἐκ μόνου τοῦ πατρὸς ἐκπορεύεσθαι» ἔλεγεν;  εἰ γὰρ οὐκ «ἐκ τοῦ υἱοῦ», δῆλον ὡς ἐκ μόνου τοῦ πατρός.  ρα δὲ καὶ ἐπὶ τῆς γεννή­σεως.  «Τὸν ἐκ τοῦ πατρός», φησί, «γεννηθέντα πρὸ πάντων τῶν αἰώνων».  μή τις ἐνταῦθα τὸ «ἐκ μόνου» προστίθησιν; ἀλλ' οὐδὲν ἧττον καὶ νοοῦμεν τοῦτο καὶ λέγομεν, ἡνίκα δεήσει· παρ' οὐδενὸς γὰρ ἄλλου γεννᾶσθαι τὸν υἱὸν μεμαθήκαμεν.  διὰ τοῦτο καὶ ὁ Δαμασκηνὸς Ἰωάννης, ἐκ προσώπου τῆς κκλησίας πάσης καὶ τῶν χριστιανῶν ἁπάντων, «ἐκ τοῦ υἱοῦ», φησί, «τὸπνεῦμα οὐ λέγομεν».  εἰ δὲ «καὶ ἐκ τοῦ υἱοῦ τὸ πνεῦμα» οὐ λέγομεν, δῆλον ὡς «ἐκ τοῦπατρὸς μόνου» λέγομεν.  δι᾿ ὃ καὶ μικρὸν ἀνωτέρω, «τὸν υόν», φησίν, «οὐ λέγομεν αἴτιον».  καὶ ἐν τῷ ἐφεξῆς κεφαλαίῳ· «Μόνος αἴτιος ὁ πατήρ».
[6] Τί ἔτι; «Οὐδέποτε», φησί, «τοὺς Λατίνους ὡς αἱρετικοὺς εἴχομενἀλλὰ μόνονσχισματικούς».  τοῦτο μὲν οὖν παραὐτῶν ἐκείνων εἰλήφασι.  σχισματικούς γὰρ ἡμᾶςἐκεῖνοι καλοῦσινοὐδὲν ἡμῖν ἐγκαλεῖν ἔχοντες περὶ τὴν ἡμετέραν δόξανἀλλὅτι τῆςὑποταγῆς αὐτῶν ἀπεσχίσθημενἣν ὀφεί­λομενὡς ἐκεῖνοι νομίζουσιν εἰ δὲ καὶ ἡμᾶςτοῦτο δίκαιον ἐκείνοις ἀντι­χαρίζεσθαι καὶ οὐδὲν αὐτοῖς ἐγκαλοῦμεν περὶ τὴν δόξαν,σκεπτέον τὴν μὲν οὖν αἰτίαν τοῦ σχίσματος ἐκεῖνοιδεδώκασιτὴν προσθήκην  ἐξενεγκόντες ἀναφανδόνἣν ὑπὀδόντα πρότερονἔλεγον· ἡμεῖς δὲ αὐτῶν ἐσχίσθημεν πρότεροι, μᾶλλον δὲ ἐσχίσαμεναὐτοὺς καὶ ἀπεκόψαμεν τοῦ κοινοῦ τῆς ἐκκλησίαςσώματος διατίεἶπέ μοι πότερονὡς ὀρθὴν ἔχοντας δόξαν, ἢ ὀρθῶς τὴνπροσθήκην ἐξενεγκόντας καὶ τίς ἂν τοῦτο εἴποιμὴ σφόδρα τὸν ἐγκέ­φαλονδιασεσεισμένος ἀλλ' ὡς ἄτοπα καὶ δυσσεβῆ φρονοῦντας καὶ παρα­λόγως τὴν προσθήκην ποιήσαντας.  οὐκοῦν ὡς αἱρετικοὺς αὐ­τοὺς ἀπεστράφημεν, καὶ διὰ τοῦτο αὐτῶν ἐχωρί­σθημεν.  διατί γὰρ ἄλλο;  φασὶ γὰρ οἱ φιλευσεβεῖς νόμοι· «Αἱρετικός ἐστι καὶ τοῖς κατὰ τῶν αἱρετικῶν νόμοις ὑπόκειται ὁ καὶ μικρὸν γοῦν τι παρεκκλίνων τῆς ὀρθῆς Πίστεως».  εἰ μὲν οὖν οὐδέν τι παρεκκλίνουσιν οἱ Λατῖνοι τῆς ὀρθῆς Πίστεως, μάτην αὐτούς, ὡς ἔοικεν, ἀπεκόψαμεν· εἰ δὲ παρεκκλίνουσιν ὅλως, καὶ ταῦτα περὶ τὴν θεολογίαν τοῦ ἁγίου πνεύμα­τος, εἰς ὃ βλασφημῆσαι κινδύνων ὁ χαλεπώτατος, αἱρετικοί εἰσιν ἄρα, καὶ ὡς αἱρετικοὺς αὐτοὺς ἀπεκόψαμεν.  [7] διατί δὲ καὶ χρίομεν τῷ μύρῳ τοὺς ἐξ αὐτῶν ἡμῖν προσιόντας;  οὐκ εὔδηλον ὡς αἱρετικοὺς ὄντας;  λέγει γὰρ ὁ τῆς δευτέρας οἰκουμενικῆς Συνόδου κανὼν ἕβδομος· «Τοὺς προστιθεμένους τῇ ὀρθοδο­ξίᾳ καὶ τῇ μερίδι τῶν σῳζομένων ἀπὸ αἰρετικῶν δεχόμεθα κατὰ τὴν ὑπο­τεταγμένην ἀκολουθίαν καὶ συνήθειαν· ἀρειανοὺς μὲν καὶ μακεδονιανοὺς καὶ σαββατιανοὺς καὶ ναυατιανοὺς τοὺς λέγοντας ἑαυτοὺς καθαρούς, καὶ ἀριστεροὺς καὶ τεσσαρεσκαιδεκατίτας ἤγουν τετραδίτας καὶ ἀπολλιναρι­στὰς δεχόμεθα διδόντας λιβέλλους καὶ ἀναθεματίζοντας πᾶσαν αἵρεσιν μὴ φρονοῦσαν ὡς φρονεῖ ἡ ἁγία τοῦ θεοῦ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία,σφραγιζομένους ἤτοι χριομένους πρῶτον τῷ ἁγίῳ μύρῳ τό τε μέτωπον καὶ τοὺς ὀφθαλμοὺς καὶ τὰς ῥίνας καὶ τὸ στόμα καὶ τὰ ὦτα· καὶ σφραγίζοντες αὐτοὺς λέγομεν· “Σφραγὶς δωρεᾶς πνεύματος ἁγίου”».  ὁρᾷς τίσι συντάτ­τομεν τοὺς ἐκ Λατίνων ἡμῖν προσιόντας;  εἰ οὖν οὗτοι πάντες αἱρετικοί, δῆλον ὅτι κἀκεῖνοι.
[8] Τί δὲ καὶ ὁ σοφώτατος πατριάρχης Ἀντιοχείας Θεόδωρος ὁ <ἀπὸ> Βαλσαμῶν ἐν ταῖς πρὸς Μᾶρκον τὸν ἁγιώτατον πατρι­άρχην Ἀλεξανδρείας ἀποκρίσεσι περὶ τούτων γράφει; ἐρώτησις Μάρκου· «Αἰχμάλωτοι Λατῖνοι καὶ ἕτεροι, παρουσιάζοντες εἰς τὰς καθολικὰς ἐκκλησίας ἡμῶν, ζητοῦσι με­ταλαμβάνειν τῶν θείων ἁγιασμάτων.  εἰ οὖν ἐκχωρητέον τοῦτόν ἐστι, ζη­τοῦμεν μαθεῖν».  ἀπόκρισις Θεοδώρου· «Ὁ μὴ ὢν μετ' ἐμοῦ κατ' ἐμοῦ ἐστι, καὶ ὁ μὴ συνάγων μετ' ἐμοῦ, σκορπίζει.  ἐπεὶ οὖν πρὸ χρόνων πολ­λῶν ἀπεσχίσθη τῆς δυτικῆς ἐκκλησίας, τῆς ῾Ρώμης φαμέν, τὸ περιώνυμον ἄθροισμα ἐκ τῆς τῶν ἑτέρων τεσσάρων ἁγιωτάτων πατριαρχῶν κοινωνίας, ἀποσχοινισθὲν εἰς ἔθη καὶ δόγματα τῆς καθολικῆς ἐκκλησίας καὶ τῶν ὀρθο­δόξων ἀλλότρια (διὰ γὰρ τοῦτο οὔτε ἐν ταῖς θείαις ἱεροτελεστίαις κοινῆς τῶν πατριαρχικῶν ὀνομάτων ἀναφορᾶς ὁ πάπας ἠξί­ωται), οὐκ ὀφείλει γέ­νος λατινικὸν ἐκ χειρὸς ἱερατικῆς, διὰ τῶν θείων καὶ ἀχράντων μυστηρίων ἁγιάζεσθαι, εἰ μὴ κατάθηται πρότερον ἀποσχέσθαι τῶν λατινικῶν δογμά­των τε καὶ συνηθειῶν καὶ κατὰ κανόνας κατηχηθῇ, καὶ τοῖς ὀρθοδόξοις ἐξι­σωθῇ». [9] ἀκούεις ὅτι ἀπεσχοινίσθησαν οὐ μόνον εἰς ἔθη ἀλλὰ καὶ δόγμα­τα τῶν ὀρθοδόξων ἀλλότρια (τὰ δὲ τῶν ὀρθοδόξων ἀλλότρια, πάντως αἱρε­τικὰ) καὶ ὅτι κατὰ κανόνας κατηχηθῆναι ὀφείλουσι καὶ τοῖς ὀρθοδόξοις ἐξισωθῆναι;  εἰ δὲ κατηχηθῆναι, δῆλον ὅτι καὶ τῷ μύρῳ χρισθῆναι.  πόθεν οὖν ἡμῖν ἀνεφάνησαν ἐξαίφνης ὄντες ὀρθόδοξοι, οἱ διά τοσούτων χρόνων καὶ ὑπὸ τοσούτων πατέρων καὶ διδασκά­λων κριθέντες αἱρετικοί;  τίς αὐτοὺς οὕτω ῥᾳδίως ὀρθοδόξους πεποίηκεν;  ὁ χρυσός, εἰ βούλοιο τἀληθῆ λέγειν, καὶ κέρδη τὰ σά· μᾶλλον δ' ἐκείνους μὲν οὐ πεποίηκεν ὀρθοδόξους, σὲ δέ, ποιήσας ἐκεί­νοις ὅμοιον, εἰς τὴν τῶν αἱρετικῶν ἀπεώσατο μοῖ­ραν.
[10] «Ἀλλ εἰ μεσότητά τινα», φησίν, «ἐπινοήσαιμεν τῶν δογμάτων, ἐκείνοις τε συναφθησόμεθα δι' αὐτῆς καὶ πρὸς ἡμᾶς αὐτοὺς καλῶς ἕξομεν, οὐδὲν ἀναγκαζόμενοι λέγειν παρὰ τὰ εἰωθότα καὶ παραδεδομένα».  τουτέστιν ἐκεῖνο τὸ τοὺς πολλοὺς ἐξ ἀρχῆς ἀπατῆσαν καὶ πεῖσαν ἀκολου­θεῖν τοῖς εἰς τὸν κρημνὸν τῆς δυσσεβείας ἀπάγουσι.  πιστεύσαντες γὰρ εἶναί τι μέσον ἀμφοῖν τῶν δοξῶν, ὅ περ ἐπί τινων ἐναντίων συμβαίνει, πρὸς τὸ δεινὸν ηὐτομόλησαν.  ἀλλὰ λέξιν μέν ἐνδέχεται μέσην δύο δοξῶν εὑρεθῆναι τὴν ἀμφοτέρας σημαίνουσαν ὁμωνύμως, δόξαν δὲ μέσην ἐναν­τίων δοξῶν περὶ τοῦ αὐτοῦ πράγματος, ἀδύνατον· εἰ δὲ μή, καὶ ἀληθείας καὶ ψεύδους ἔσταί τι μέσον, καὶ καταφάσεως καὶ ἀποφάσεως.  ἀλλ' οὐκ ἔστιν· ἐπὶ παντὸς γὰρ ἢ ἡ κατάφασις ἢ ἡ ἀπόφασις.  εἰ μὲν οὖν τὸ λατινι­κὸν ἀληθὲς δόγμα, τὸ «καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι», ψευδὲς τὸ ἡμέτε­ρον, τὸ «ἐκ τοῦ Πατρὸς μόνου» (διὰ τοῦτο γὰρ αὐτῶν ἐχωρίσθημεν)· εἰ δὲ τὸ ἡμέτερον ἀληθές, ψευδὲς ἂν εἴη δήπου τὸ ἐκείνων.  τί οὖν ἂν εἴη τούτων μέσον;  οὐδέν, πλὴν εἰ μὴ λέξις πρὸς ἄμφω τὰς δόξας ὁρῶσα, καθ᾿ ἅ περ τις κόθορνος.  αὕτη οὖν ἡμᾶς ἑνωθῆναι ποιήσει;  καὶ τὶ δράσωμεν, ὅταν ἀλ­λήλους ἐξετάζωμεν περὶ τῶν νοημάτων καὶ τῶν δοξῶν;  ἔνι καὶ ἀμφοτέ­ρους ἡμᾶς προσειπεῖν ὀρθοδόξους τοὺς τἀναντία φρονοῦντας;  ἐγὼ μὲν οὐκ οἶμαι· σὺ δ' ἂν εἰδείης, ὁ πάντα φύρων καὶ πάντα ῥᾳδίως ἐπονομάζων, βούλει παρά τοῦ Θεολόγου Γρηγορίου μαθεῖν, οἷα περὶ τῆς μεσότητος γράφει; «῾H πρὸς πάντας ὁρῶσα τοὺς παριόντας εἰκών, ὁ τῶν ἀμφοτέρων ποδῶν κόθορνος, ἡ κατὰ πάντα ἄνεμον λίκμησις, ἐξουσίαν λαβοῦσα τὴν νεόγραφον κακουργίαν καὶ τὴν κατὰ τῆς ἀληθείας ἐπίνοιαν· τὸ γὰρ “ὅμοιον” κατὰ τὰς Γραφὰς τῆς εὐσεβείας πρόσχημα ἦν, τῷ χαλκῷ τῆς ἀσε­βείας περικείμενον».  ταῦτα μέν οὖν περὶ τῆς ἐπινοηθείσης τότε μεσότητος.  [11] περὶ δὲ τῆς αὐτὴν ἐξευρούσης συνόδου τοιάδε πάλιν φησίν· «Εἴτε τον Χαλάνης πύργον, ὃς καλῶς τὰς γλώσσας ἐμέρισεν (ὡς ὤφελόν γε καὶ ταύ­τας· ἐπὶ κακῷ γὰρ ἡ συμφωνία), εἴτε τὸ Καϊάφα συνέδριον, ᾧ Χριστὸς κατακρίνεται, εἴτε τι ἄλλο τοιοῦτον τὴν σύνοδον ἐκείνην ὀνομαστέον, ἣ πάντα ἀνέτρεψε καὶ συνέχεε, τὸ μὲν εὐσεβὲς δόγμα καὶ παλαιὸν καὶ τῆς τριάδος ὁμότιμον καταλύσασα, τῷ βαλεῖν χάρακα καὶ μηχανήμασι κατα­σεῖσαι τὸ ὁμοούσιον, τῇ δὲ ἀσεβείᾳ θύραν ἀνοίξασα διὰ τῆς τῶν γεγραμ­μένων καὶ λεγομένων μεσότητος· «σοφοὶ γὰρ ἐγένοντο τοῦ κακοποιῆσαι, τὸ δὲ καλὸν ποιῆσαι οὐκ ἔγνωσαν».  τοσαῦτα μὲν ἡμῖν ἀρκεῖ περὶ τῆς μεσό­τητος, ὅτι τε οὐδ' ἔστιν ὅλως μεσότης ἱκανῶς ἀποδεδειχόσι, καὶ ὅτι τὸ τὰ τοιαῦτα ζητεῖν ἀσεβὲς καὶ τῆς ἐκκλησίας ἀλλότριον.
[12] ᾿Αλλὰ τί, φησί, δράσωμεν πρὸς τοὺς μέσους τούτους Γραικο­λα­τίνους, οἳ τὴν μεσότητα περιέποντες, τὰ μὲν ἐπαινοῦσι τῶν λατινικῶν ἐθῶν καὶ δογμάτων ἀναφανδόν, τὰ δ' ἐπαινοῦσι μέν, ἀλλ' οὐκ ἂν ἕλοιντο, τὰ δ' οὐδ' ἐπαινοῦσιν ὅλως; —φευκτέον αὐτούς, ὡς φεύγει τις ἀπὸ ὄφεως, ὡς αὐτοὺς ἐκείνους, ἢ κἀκείνων πολλῷ δήπου χείρονας, ὡς χριστοκαπήλους καὶ χριστεμπόρους· «Οὗτοι γάρ εἰσι», κα­τὰ τὸν θεῖον ἀπόστολον, «οἱ πορισμὸν ἡγούμενοι τὴν εὐσέβειαν», περὶ ὧν ἐπάγει λέγων· «᾿Αφίστασο ἀπὸ τῶν τοιούτων».  οὐ γὰρ ἵνα μάθωσιν, ἀλλ' ἵνα λάβωσι, πρὸς ἐκείνους αὐτομολοῦσι. «Ποία δὲ κοινωνία φωτὶ πρὸς σκότος;  ἢ τίς συμφώνησις Χριστῷ πρὸς Βελίαρ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου;»  [13] ἡμεῖς μὲν γὰρ μετὰ τοῦ Δαμασκηνοῦ καὶ τῶν πατέρων ἁπάν­των «ἐκ τοῦ υἱοῦ τὸ πνεῦμα» οὐ λέγομεν, οὗτοι δὲ μετὰ τῶν Λατίνων «ἐκ τοῦ υἱοῦ τὸ πνεῦμα» λέγουσι.  καὶ ἡμεῖς μὲν μετὰ τοῦ θείου Διονυσίου μόνην πηγὴν τῆς ὑπερουσίου θεότητος τὸν πατέρα λέγομεν, οὗτοι δὲ μετὰ τῶν Λατίνων καὶ τὸν υἱὸν πηγὴν τοῦ ἁγίου πνεύματος λέγουσιν, ἐκβάλλον­τες αὐτὸ δηλαδὴ τῆς θεότητος.  καὶ ἡμεῖς μὲν μετὰ τοῦ θεολόγου Γρηγορί­ου τῇ αἰτίᾳ διακρίνομεν τοῦ υἱοῦ τὸν πατέρα, οὗτοι δὲ μετὰ τῶν Λατίνων τῇ αἰτίᾳ τούτους συνάπτουσι.  καὶ ἡμεῖς μὲν μετὰ τοῦ σεπτοῦ Μαξίμου καὶ τῶν τότε ῾Ρωμαίων καὶ τῶν δυτικῶν πατέρων οὐ ποιοῦμεν τὸν υἱὸν αἰτίαν τοῦ πνεύματος, οὗτοι δὲ κατὰ μὲν τοὺς Γραικοὺς αἰτίαν κατὰ δὲ τοὺς Λατίνους ἀρχὴν τοῦ πνεύματος τὸν υἱὸν ἐν τῷ ὄρῳ αὐτῶν ἀποφαίνον­ται (τιμᾶν γὰρ αὐτὸν οὕτω δίκαιον γράφοντας, ἐπεὶ καὶ ὀρρωδοῦντες αὐτοὶ τούτῳ συνέθεντο).  καὶ ἡμεῖς μὲν μετὰ τοῦ φιλοσόφου καὶ μάρτυρος Ἰουστίνου «ὡς ὁ υἱὸς ἐκ τοῦ πατρός, οὕτω καὶ τὸ πνεῦμα ἐκ τοῦ πατρὸς» λέγομεν, οὗτοι δὲ μετὰ τῶν Λατίνων τὸν μὲν υἱὸν ἀμέσως, τὸ δὲ πνεῦμα ἐμμέσως ἐκ τοῦ πατρὸς λέγουσι.  καὶ ἡμεῖς μὲν μετὰ τοῦ Δαμασκηνοῦ καὶ τῶν πατέρων ἁπάντων τὴν διαφορὰν γεννήσεως καὶ ἐκπορεύσεως ἀγνοεῖν ὁμολογοῦμεν, οὗτοι δὲ μετὰ τοῦ Θωμᾶ καὶ τῶν Λατίνων τῷ ἐμμέσῳ καὶ ἀμέσῳ διαφέρειν φασὶ τὰς προόδους. [14] καὶ ἡμεῖς μὲν τῆς ἀκτίστου καὶ θείας φύσεως ἄκτιστον καὶ τὴν θέλησιν καὶ τὴν ἐνέρ­γειαν εἶναί φαμεν κατὰ τοὺς πατέρας, οὗτοι δὲ μετὰ τῶν Λατίνων καὶ τοῦ Θωμᾶ τὴν μὲν θέλησιν ταὐτὸν τῇ οὐσίᾳ τὴν δὲ θείαν ἐνέργειαν κτιστὴν εἶναι λέγουσι, κἂν θεότης ὀνομάζοιτο, κἄν τε θεῖον καὶ ἄϋλον φῶς, κἄν τε πνεῦμα ἅγιον, κἄν τέ τι τοιοῦτον ἕτερον· καὶ οὕτω κτιστὴν θεότητα καὶ κτιστὸν θεῖον φῶς καὶ κτιστὸν πνεῦμα ἅγιον τὰ πονηρὰ πρεσβεύουσι κτίσματα.  καὶ ἡμεῖς μὲν οὔτε τοὺς ἁγίους ἀπολαβεῖν τὴν ἡτοιμασμένην αὐτοῖς βασιλείαν καὶ τὰ ἀπόρρητα ἀγαθὰ οὔτε τοὺς ἁμαρτωλοὺς εἰς τὴν γέενναν ἐμπεσεῖν ἤδη φα­μέν, ἀλλ' ἐκδέχε­σθαι τὸν ἴδιον ἑκατέρους κλῆρον, καὶ εἶναι τοῦτο καιροῦ τοῦ μέλλοντος με­τὰ τὴν ἀνάστασιν καὶ τὴν κρίσιν· οὖτοι δὲ μετὰ τῶν Λατίνων, τοὺς μὲν αὐτίκα μετὰ θάνατον ἀπολαβεῖν ἤδη τὰ κατ' ἀξίαν ἐθέ­λουσι, τοῖς δὲ μέ­σοις εἴτ' οὖν τοῖς ἐν μετανοίᾳ τετελευτη­κόσι πῦρ αὐτοὶ καθάρσιον, ἕτερόν τι τῆς γεέννης ὑπάρχον ἀναπλάσαντες, ἀποδιδοῦσιν, ἵνα δι' αὐτοῦ, φησί, καθαιρόμενοι τὰς ψυχὰς μετὰ θάνατον, ἐπὶ τὴν βασιλείαν καὶ αὐτοὶ μετὰ τῶν δικαίων ἀποκαταστῶσι· τοῦτο δὲ καὶ ὁ ὅρος αὐτῶν περιέχει.  καὶ ἡμεῖς μὲν ἀποστρεφόμεθα τὸ ἰουδαϊκὸν ἄζυμον, τοῖς ἀπο­στόλοις κανονίζουσιν ὑπακούοντες· οὗτοι δὲ ἐν τῷ αὐτῷ ὅρῳ σῶμα Χριστοῦ τὸ παρὰ τῶν Λατίνων ἱερουργούμενον ἀποφαίνονται.  καὶ ἡμεῖς μὲν ἀθεμίτως καὶ παρανόμως καὶ τοῖς πατράσιν ἐξ ἐναντίου τὴν ἐν τῷ Συμβόλῳ προσθήκην γεγενῆσθαί φαμεν, οὗτοι δὲ αὐτὴν θεμιτῶς καὶ εὐλό­γως διορίζονται γεγενῆσθαι· τοσοῦτον οἴδασι τῇ ἀληθείᾳ καὶ ἑαυτοῖς  συμφωνεῖν.  καὶ ἡμεῖς μὲν τὸν πάπαν ὡς ἕνα τῶν πατριαρχῶν λογιζόμεθα, καὶ τοῦτό γε ἂν ὀρθόδοξος ᾖ· οὖτοι δὲ αὐτὸν βικάριον τοῦ Χρι­στοῦ καὶ πατέρα καὶ διδάσκαλον τῶν χριστιανῶν ἁπάντων μάλα σεμνῶς ἀποφαίνον­ται.  γένοιντο πατρὸς εὐτυχέστεροι, τὰ δ' ἄλλ' ὅμοιοι· καὶ γὰρ δὴ κἀκεῖνος οὐκ εὐτυχεῖ, τὸν ἀντίπαπαν ἔχων ἐπιεικῶς διοχλοῦντα, καὶ οὗτοι τὸν πατέρα μιμεῖσθαι καὶ τὸν δι­δάσκαλον οὐκ ἀνέχονται.
[15] Φεύγετε οὖν αὐτούς, ἀδελφοί, καὶ τὴν πρὸς αὐτοὺς κοινωνίαν· «Οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀπο­στόλους Χριστοῦ.  καὶ οὐ θαυμαστόν· «Αὐτὸς γὰρ ὁ σατανᾶς μετασχηματί­ζεται εἰς ἄγγελον φωτός» οὐ μέγα οὖν, εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχη­ματίζονται ὡς διάκονοι δικαιοσύνης, ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν.  καὶ πάλιν ἀλλαχοῦ περὶ τῶν αὐτῶν ὁ αὐτὸς πόστολος·«Οἱ γὰρ τοιοῦτοι τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ οὐ δουλεύουσιν, ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ, καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων»· «῾Ο μέντοι στερεὸς θεμέλιος τοῦ θεοῦ ἕστηκεν ἔχων τὴν σφραγῖ­δα ταύτην» καὶ ἀλλαχοῦ·«Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐρ­γάτας, βλέπετε τὴν κατατομήν».  καὶ ἀλλαχοῦ πάλιν· «Εἴ τις ὑμᾶς εὐαγγε­λίζεται παρ' ὃ παρελάβετε, κἂν ἄγγελος ἐξ οὐρανοῦ, ἀνάθεμα ἔστω». βλέπετε προφητικῶς τὸ «κἂν ἄγγελος ἐξ οὐρανοῦ», ἵνα μή τις τὴν ὑπερο­χὴν τοῦ πάπα προβάλληται.  καὶ ὁ ἠγαπημένος μαθητής· «εἴ τις ἔρχεται πρὸς ὑμᾶς καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκί­αν, καὶ χαίρειν αὐτῷ μὴ λέγετε· ὁ γὰρ λέγων αὐτῷ χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς». [16] τούτων ὑμῖν ὑπὸ τῶν ἁγίων ποστόλων διωρισμένων, στήκετε κρατοῦντες τὰς παραδόσεις ἃς παρελάβετε, τάς τε ἐγγράφους καὶ τὰς ἀγράφους, ἵνα μὴ τῇ τῶν ἀθέσμων πλάνῃ συναπαχθέν­τες ἐκπέσηστε τοῦ ἰδίου στηριγμοῦ.  θεὸς δὲ ὁ πάντα δυνάμενος ἐκείνους τε ἐπιγνῶναι τὴν οἰκείαν πλάνην παρασκευάσειε καὶ ἡμᾶς αὐτῶν ἀπαλ­λά­ξας ὡς πονηρῶν ζιζανίων, οἷα καθαρὸν καὶ εὔχρηστον σῖτον εἰς τὰς ἑαυτοῦ ἀποθήκας συνάξειεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ πρέπει πᾶσα δόξα τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
 πηγη:symbole.g

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου