xristianorthodoxipisti.blogspot.gr
ΟΡΘΟΔΟΞΑ ΚΕΙΜΕΝΑ / ΑΡΘΡΑ
Εθνικά - Κοινωνικά - Ιστορικά θέματα
Ε-mail: teldoum@yahoo.gr FB: https://www.facebook.com/telemachos.doumanes
«...τῇ γαρ χάριτί ἐστε σεσωσμένοι διά τῆς πίστεως· και τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον, οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται. αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ ᾿Ιησοῦ ἐπι ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεός ἵνα ἐν αὐτοῖς περιπατήσωμεν...» (Εφεσίους β’ 8-10)
«...Πολλοί εσμέν οι λέγοντες, ολίγοι δε οι ποιούντες. αλλ’ούν τον λόγον του Θεού ουδείς ώφειλε νοθεύειν διά την ιδίαν αμέλειαν, αλλ’ ομολογείν μεν την εαυτού ασθένειαν, μη αποκρύπτειν δε την του Θεού αλήθειαν, ίνα μή υπόδικοι γενώμεθα, μετά της των εντολών παραβάσεως, και της του λόγου του Θεού παρεξηγήσεως...» (Άγιος Μάξιμος ο Ομολογητής p.g.90,1069.360)
῾Ομολογία τῆς ὀρθῆς πίστεως Μάρκου μητροπολίτου Ἐφέσου τοῦ Εὐγενικοῦ
῾Ομολογία τῆς ὀρθῆς πίστεως
Μάρκου μητροπολίτου Ἐφέσου τοῦ Εὐγενικοῦ
᾿Εκτεθεῖσα ἐν Φλωρεντίᾳ κατὰ τὴν πρὸς Λατίνους γενομένην σύνοδον
[1] Ἐγὼ τῇ τοῦ θεοῦ χάριτι δόγμασιν ἐντραφεὶς εὐσεβέσι καὶ τῇ ἁγίᾳ καὶ καθολικῇἐκκλησίᾳ διὰ πάντων ἑπόμενος, πιστεύω καὶ ὁμολογῶ τὸν θεὸν καὶ πατέρα μόνον ἄναρχον καὶ ἀναίτιον, πηγὴν δὲ καὶ αἰτίαν τοῦ υἱοῦ καὶ τοῦ πνεύματος. ὅ τε γὰρ υἱὸς ἐξ αὐτοῦγεγέννηται καὶ τὸ πνεῦμα ἐξ αὐτοῦ ἐκπορεύεται, μηδὲν τοῦ υἱοῦ συμβαλλομένου πρὸς τὴνἐκπόρευσιν, ὥς περ οὐδὲ τοῦ πνεύματος πρὸς τὴν γέννησιν, ἢ κατὰ τὸ ἅμα τὰς προόδους εἶναι καὶ σὺν ἀλλήλαις, ὡς οἱ θεολόγοι πατέρες διδάσκουσι. διὰ τοῦτο γὰρ καὶ τὸ πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι «δι᾿ υἱοῦ» λέγεται, τουτέστι μετὰ τοῦ υἱοῦ καὶ ὡς ὁ υἱός, εἰ καὶ μὴγεννητῶς ὡς ἐκεῖνος. ὁ δὲ υἱὸς οὐ λέγεται γεννᾶσθαι διὰ τοῦ πνεύματος, διὰ τὸ σχετικὸν εἶναι τὸ τοῦ υἱοῦ ὄνομα, ἵνα μὴ δόξῃ υἱὸς εἶναι τοῦ πνεύματος. ἐντεῦθεν καὶ πνεῦμα μὲν υἱοῦ λέγεται διὰ τὸ κατὰ φύσιν οἰκεῖον, καὶ τὸ δι᾿ αὐτοῦ πεφηνέναι καὶ δίδοσθαι τοῖςἀνθρώποις· ὁ δὲ υἱὸς τοῦ πατρὸς λέγεται, τοῦ δὲ πνεύματος ὁ υἱὸς οὔτε ἔστιν οὔτε λέγεται κατὰ τὸν Νύσσης Γρηγόριον.
Εἰ δὲ τὸ «δι᾿ υἱοῦ ἐκπορεύεσθαι» τὴν αἰτίαν ἐδήλου, καθ᾿ ἅ περ οἱ νέοι θεολόγοι φασίν, ἀλλ᾿ οὐ τὸ δι᾿ αὐτοῦ ἐκλάμπειν καὶ πεφυκέναι καὶ ὅλως τὸ συμπροϊέναι καὶ συμπαρομαρτεῖν κατὰ τὸν θεηγόρον Δαμασκηνόν, οὐκ ἂν οἱ θεολόγοι πάντες ἑξῆς ῥητῶς ἀφῄρουν τοῦυἱοῦ τὴν αἰτίαν. ὁ μὲν [Διονύσιος] λέγων· «Μόνη πηγὴ τουτέστιν αἰτία τῆς ὑπερουσίου θεότητος ὁ πατήρ, καὶ τούτῳ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος διακρίνεται». ὁ δὲ [Ἀθανάσιος]· «Μόνος ἀγέννητος καὶ μόνος πηγὴ θεότητος ὁ πατήρ», τουτέστι μόνος αἰτία καθ ἅ περ καὶμόνος ἀναίτιος. ὁ δὲ [Γρηγόριος ὁ θεολόγος]· «πάντα ὅσα ὁ πατὴρ τοῦ υἱοῦ πλὴν τῆς αἰτίας». ὁ δὲ [Μάξιμος] ὅτι καὶ οἱ ῾Ρωμαῖοι «τὸν υἱὸν οὐ ποιοῦσιν αἰτίαν τοῦ πνεύματος». ὁδὲ [Δαμασκηνὸς] ὅτι «μόνος αἴτιος ὁ πατήρ»· καὶ ἐν ἄλλοις· «῞Οσα ἁρμόζει πηγῇ, αἰτίᾳ,γεννήτορι, τῷ πατρὶ μόνῳ προσαρμοστέα». οὐκ ἂν ὁ θεολογικώτατος οὗτος Δαμασκηνὸς τὴν «διὰ» τιθεὶς ἐπὶ τοῦ υἱοῦ, τὴν «ἐκ» ἀπηγόρευεν, ἐν μὲν τῷ ὀγδόῳ τῶν θεολογικῶν λέγων· «᾿Εκ τοῦ υἱοῦ τὸ πνεῦμα οὐ λέγομεν, υἱοῦ δὲ ὀνομάζομεν καὶ δι᾿ υἱοῦ φανεροῦσθαιἡμῖν ὁμολογοῦμεν». ἐν δὲ τῷ τρισκαιδεκάτῳ πάλιν ὁ αὐτός· «Πνεῦμα υἱοῦ οὐχ ὡς ἐξ αὐτοῦ, ἀλλ᾿ ὡς δι᾿ αὐτοῦ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον· μόνος γὰρ αἴτιος ὁ πατήρ». ἐν δὲ τῇπρὸς Ἰορδάνην ἐπιστολῇ πρὸς τῷ τέλει· «Πνεῦμα ἐνυπόστατον ἐκπόρευμα καὶ πρόβλημα, δι᾿ υἱοῦ δέ, καὶ οὐκ ἐξ υἱοῦ, ὡς πνεῦμα στόματος θεοῦ, λόγου ἐξαγγελτικόν». ἐν δὲ τῷ εἰς τὴν θεόσωμον ταφὴν τοῦ Κυρίου λόγῳ· «Πνεῦμα ἅγιον τοῦ θεοῦ καὶ πατρός, ὡς ἐξ αὐτοῦἐκπορευόμενον, ὅ περ καὶ τοῦ υἱοῦ λέγεται, ὡς δι᾿ αὐτοῦ φανερούμενον καὶ τῇ κτίσει μεταδιδόμενον· ἀλλ᾿ οὐκ ἐξ αὐτοῦ ἔχον τὴν ὕπαρξιν».
Δῆλον γὰρ ὡς ἔνθα μεσιτείαν αἰτιώδη δηλοῖ ἡ «διὰ» καὶ τὸ προσεχὲς αἴτιον, ὡς οἱ Λατῖνοι βούλονται, πάντως ἰσοδυναμεῖ τότε τῇ «ἐκ», καὶ ἡ ἑτέρα τῆς ἑτέρας τὴν χρῆσινἀντιλαμβάνει· ὡς τὸ «᾿Εκτησάμην ἄνθρωπον διὰ τοῦ θεοῦ», ταὐτὸν τῷ «ἐκ τοῦ θεοῦ»· καὶ«ὁ ἀνὴρ διὰ γυναικός», τουτέστιν «ἐκ γυναικός». ἔνθα τοίνυν ἡ «ἐκ» ἀπηγόρευται, δῆλονὅτι καὶ ἡ αἰτία ταύτῃ συναπηγόρευται. λείπεται ἄρα τὸ ἐκ πατρὸς δι᾿ υἱοῦ ἐκπορεύεσθαι τὸ πνεῦμα τὸ ἅγιον οὕτω λέγεσθαι κατὰ τὸν τῆς συνεπτυγμένης θεολογίας τρόπον, ὡς ἐκ πατρὸς ἐκπορευόμενον, δι᾿ υἱοῦ φανεροῦσθαι ἢ γνωρίζεσθαι ἢ ἐκλάμπειν ἢ πεφυκέναι νοεῖσθαι. «Τοῦτο γάρ, φησὶν ὁ μέγας Βασίλειος, γνωριστικὸν τῆς κατὰ τὴν ὑπόστασινἰδιότητος σημεῖον ἔχει, τὸ μετὰ τοῦ υἱοῦ καὶ σὺν αὐτῷ γνωρίζεσθαι, καὶ ἐκ τοῦ πατρὸς ὑφεστάναι». τοῦτ᾿ ἄρα καὶ τὸ «διὰ τοῦ υἱοῦ» βούλεται, τὸ «μετ᾿ αὐτοῦ» γνωρίζεσθαι· καὶοὐκ ἄλλη τις ἰδιότης πρὸς τὸν ἀποδέδοται τοῦ πνεύματος ἐνταῦθα πρὸς τὸν υἱὸν ἢ τὸ μετ᾿ αὐτοῦ γνωρίζεσθαι, καὶ οὐκ ἄλλη τις πρὸς τὸν πατέρα ἢ τὸ ἐξ αὐτοῦ ὑφεστάναι. εἰ τοίνυν τὸ ἴδιον ἀκριβῶς ἀντιστρέφειν ἀνάγκη πρὸς τὸ οὗ ἐστιν ἴδιον, οὐκ ἄρα σχέσιν ἑτέραν πρὸς τὸν υἱὸν ἔχει τὸ πνεῦμα τὸ ἅγιον ἢ τὸ μετ᾿ αὐτοῦ γνωρίζεσθαι, καθ᾿ ἅ περ πρὸς τὸν πατέρα τὸ ἐξ αὐτοῦ ὑφεστάναι. οὐκ ἄρα ἐκ τοῦ υἱοῦ ὑφέστηκεν οὐδὲ τὸ εἶναι ἔχει τὸ πνεῦμα τὸ ἅγιον, ἐπεὶ τί ἐκώλυε δι᾿ υἱοῦ ἐκπορεύεσθαι λέγειν τὸ πνεῦμα τὸ ἅγιον, ὥς περ δι᾿ υἱοῦ τὰ πάντα γεγενῆσθαι λέγεται; ἀλλ᾿ ἐκεῖνο μὲν λέγεται τῆς «διὰ» κειμένης ἀντὶ τῆς «ἐκ», τοῦτο δὲ οὐδαμῶς. οὐδ᾿ ἂν εὕροι τις οὐδαμοῦ κείμενον οὕτω χωρὶς τοῦ πατρός, ἀλλ᾿«ἐκ πατρὸς δι᾿ υἱοῦ» λέγεται. τοῦτο δὲ τὴν αἰτίαν οὐκ ἐξ ἀνάγκης τῷ υἱῷ δίδωσι· διὰ τοῦτο καὶ τὸ «ἐξ υἱοῦ» καὶ παντελῶς οὐχ εὕρηται καὶ καθαρῶς ἀπηγόρευται.
[2] Τὰς δὲ τῶν δυτικῶν πατέρων καὶ διδασκάλων φωνάς, αἳ τὴν αἰτίαν τοῦ πνεύματος τῷ υἱῷ διδόασιν, οὔτε γνωρίζω (καὶ γὰρ οὐδὲ μετεβλήθησάν ποτε πρὸς τὴν ἡμετέραν γλῶσσαν οὐδ᾿ ὑπὸ τῶν οἰκουμενικῶν συνόδων ἐδοκιμάσθησαν) οὔτε παραδέχομαι, τεκμαιρόμενος ὅτι διεφθαρμέναι εἰσὶ καὶ παρέγγραπτοι διά τε πολλῶν ἄλλων καὶ διὰ τοῦχθὲς καὶ πρώην προενεχθέντος παρ᾿ αὐτῶν βιβλίου τῆς οἰκουμενικῆς ἑβδόμης συνόδου τὸνὅρον ἔχοντος μετὰ τῆς ἐν τῷ Συμβόλῳ προσθήκης· ὅ περ ἀναγνωσθὲν ὁπόσην αὐτῶν αἰσχύνην κατέχεεν, ἴσασιν οἱ τότε παρόντες. ἀλλ᾿ οὐδ᾿ ἂν ἐναντία ταῖς οἰκουμενικαῖς συνόδοις καὶ τοῖς κοινοῖς αὑτῶν δόγμασιν, οὐδ᾿ ἂν ὅλως ἀσύμφωνα τοῖς ἀνατολικοῖς διδασκάλοις ἔγραψαν οἱ πατέρες ἐκεῖνοι, οὐδὲ ἑαυτοῖς ἀνακόλουθα, καθ᾿ ἅ περ δι᾿ ἄλλων πολλῶν ἐκείνων ῥητῶν ἀποδείκνυται. διὰ τοῦτο τὰς τοιαύτας ἐπικινδύνους φωνὰς περὶ τῆς τοῦ ἁγίου πνεύματος ἐκπορεύσεως ἀθετῶ, καὶ συμφωνῶν τῷ ἁγίῳ Δαμασκηνῷ, ἐκ τοῦυἱοῦ τὸ πνεῦμα οὐ λέγω, κἂν ὅς τις οὖν ἕτερος τοῦτο λέγειν δοκῇ. οὔτε λέγω τὸν υἱὸν τοῦ πνεύματος αἴτιον οὐδὲ προβολέα, ἵνα μὴ δεύτερος αἴτιος ἐν τῇ τριάδι, κἀντεῦθεν δύο αἴτιοι καὶ δύο ἀρχαὶ γνωρισθῶσιν· οὐδὲ γὰρ οὐσιῶδες ἐνταῦθα τὸ αἴτιον, ἵνα κοινὸν καὶ ἐν τοῖς τρισὶ προσώποις ὑπάρχῃ, καὶ διὰ τοῦτο τὰς δύο ἀρχὰς οὐδαμῇ οὐδαμῶς οἱ Λατῖνοι φεύξονται μέχρις ἂν τὸν υἱὸν λέγωσιν ἀρχὴν τοῦ πνεύματος· ἡ δὲ ἀρχὴ προσωπικὸνὑπάρχει καὶ διακρῖνον τὰ πρόσωπα.
[3] Κατὰ πάντα τοίνυν ἑπόμενος ταῖς ἁγίαις καὶ οἰκουμενικαῖς ἑπτὰ συνόδοις καὶ τοῖςἐν αὐταῖς διαλάμψασι θεοσόφοις πατράσι·
Πιστεύω εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρί, δι᾿ οὗ τὰ πάντα ἐγένετο· τὸν δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου καὶ ἐνανθρωπήσαντα· σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα καὶ ταφέντα· καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς· καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ πατρός· καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς· οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον, τὸ Κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον, τὸ σὺν πατρὶ καὶ υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν. εἰς μίαν ἁγίαν καθολικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν. ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. προσδοκῶ ἀνάστασιν νεκρῶν, καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. ἀμήν.
[4] Τοῦτο τὸ ἱερὸν τῆς Πίστεως Μάθημά τε καὶ Σύμβολον τὸ παρὰ τῆς πρώτης καὶ τῆς δευτέρας τῶν συνόδων ἐκτεθέν, παρὰ δὲ τῶν λοιπῶν κυρωθὲν καὶ βεβαιωθέν, ὅλῃ ψυχῇδεχόμενος καὶ φυλάττων, ἀποδέχομαι καὶ ἀσπάζομαι πρὸς ταῖς εἰρημέναις ἑπτὰ συνόδοις, καὶ τὴν μετ᾿ αὐτὰς ἀθροισθεῖσαν ἐπὶ τοῦ εὐσεβοῦς Βασιλείου βασιλέως ῾Ρωμαίων καὶ τοῦἁγιωτάτου πατριάρχου Φωτίου, τὴν καὶ οἰκουμενικὴν ὀγδόην ὀνομασθεῖσαν, ἣ καὶ τῶν τοποτηρητῶν παρόντων Ἰωάννου τοῦ μακαρίου πάπα τῆς πρεσβυτέρας ῾Ρώμης Παύλου καὶ Εὐγενίου τῶν ἐπισκόπων καὶ Πέτρου πρεσβυτέρου καὶκαρδιναλίου, ἐκύρωσε μὲν καὶ ἀνεκήρυξε τὴν ἑβδόμην οἰκουμενικὴν σύνοδον καὶ ταῖς πρὸαὐτῆς συντάττεσθαι διωρίσατο. ἀποκατέστησε δὲ τῷ οἰκείῳ θρόνῳ τὸν ἁγιώτατον Φώτιον, κατέκρινε δὲ καὶ ἀνεθεμάτισε, καθ᾿ ἅ περ καὶ αἱ πρὸ αὐτῆς οἰκουμενικαὶ Σύνοδοι, τοὺς τολμῶντας προσθήκην τινὰ καινοτομεῖν ἢ ὑφαίρεσιν ἢ ὅλως ἐναλλαγὴν ἐπὶ τῷ προρρηθέντι Συμβόλῳ. «Εἴ τις γάρ, φησί, παρὰ τοῦτο τὸ ἱερὸν Σύμβολον τολμήσει ἕτερονἀναγράψασθαι ἢ προσθεῖναι ἢ ὑφελεῖν καὶ ὅρον ὀνομάσαι ἀποθρασυνθείη, κατάκριτος καὶ πάσης χριστιανικῆς πολιτείας ἀπόβλητος». τὰ δ᾿ αὐτὰ καὶ ὁ πάπας Ἰωάννης πρὸς τὸν ἅγιον Φώτιον ἐπιστέλλων φησὶ πλατύτερόν τε καὶ καθαρώτερον περὶ τῆς ἐν τῷ Συμβόλῳταύτης προσθήκης. αὕτη ἡ Σύνοδος καὶ κανόνας ἐξέθετο τοὺς ἐν πᾶσι τοῖς κανονικοῖς βιβλίοις εὑρισκομένους.
[5] Κατὰ τοὺς ὅρους τοίνυν αὐτῆς καὶ τῶν πρὸ αὐτῆς συνόδων, τὸ ἱερὸν τῆς Πίστεως Σύμβολον [ἀκίνητον] δεῖν φυλάττεσθαι κρίνων, ὡς ἐξεδόθη, καὶ οὓς ἀποδέχονται συναποδεχόμενος καὶ οὓς ἀποβάλλονται συναποβαλλόμενος, οὐδέποτε εἰς κοινωνίαν προσδέξομαι τοὺς τολμήσαντας ἐν τῷ Συμβόλῳ τὴν καινοτομίαν προσθεῖναι περὶ τῆς τοῦἁγίου πνεύματος ἐκπορεύσεως, ἕως ἂν ἐμμένωσι τῇ τοιαύτῃ καινοτομίᾳ· «῾Ο γὰρ κοινωνῶν φησι τῷ ἀκοινωνήτῳ καὶ αὐτὸς ἀκοινώνητος ἔστω». καὶ ὁ θεῖος Χρυσόστομοςἐξηγούμενος τὸ «Εἴ τις εὐαγγελίζεται ὑμῖν παρ᾿ ὃ παρελάβετε, ἀνάθεμα», «Οὐκ εἶπε, φησίν, ἐὰν ἐναντία καταγγέλλωσιν ἢ τὸ πᾶν ἀνατρέπωσιν, ἀλλὰ κἂν μικρόν τι εὐαγγελίζωνται, παρ᾿ ὃ παρελάβετε, κἂν τὸ τυχὸν παρακινήσωσιν, ἀνάθεμα ἔστωσαν». καὶ ὁ αὐτὸς αὖθις· «Οἰκονομητέον ἔνθα μὴ παρανομητέον». καὶ ὁ μέγας Βασίλειος ἐν τοῖς ᾿Ασκητικοῖς· «Φανερὰ ἔκπτωσις πίστεως καὶ ὑπερηφανίας κατηγορία, ἢ ἀθετεῖν τι τῶν γεγραμμένων ἢ ἐπεισάγειν τῶν μὴ γεγραμμένων, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ εἰπόντος· Τὰ ἐμὰπρόβατα τῆς φωνῆς μου ἀκούει· καὶ πρὸ τούτου εἰρηκότος· ᾿Αλλοτρίῳ δὲ οὐ μὴἀκολουθήσουσιν ἀλλὰ φεύξονται ἀπ᾿ αὐτοῦ, ὅτι οὐκ οἴδασι τὴν φωνὴν τῶν ἀλλοτρίων». καὶἐν τῇ πρὸς μονάζοντας ἐπιστολῇ· «Εἵ τινες τὴν ὑγιῆ πίστιν προσποιοῦντες ὁμολογεῖν, κοινωνοῦσι δὲ τοῖς ἑτερόφροσι, τοὺς τοιούτους, εἰ μετὰ παραγγελίαν μὴ ἀποστῶσι, μὴμόνον ἀκοινωνήτους ἔχειν, ἀλλὰ μηδὲ ἀδελφοὺς ὀνομάζειν». καὶ πρὸ τούτου ὁ θεοφόροςἸγνάτιος ἐν τῇ πρὸς τὸν θεῖον Πολύκαρπον τῆς Σμύρνης ἐπιστολῇ· «Πᾶς ὁ λέγων, φησί, παρὰ τὰ διατεταγμένα, κἂν ἀξιόπιστος ᾖ, κἂν νηστεύῃ, κἂν παρθενεύῃ, κἂν σημεῖα ποιῇ, κἂν προφητεύῃ, λύκος σοι φαινέσθω ἐν προβάτου δορᾷ, προβάτων φθορὰν κατεργαζόμενος». καὶ τί δεῖ πολλὰ λέγειν; ἅπαντες οἱ τῆς ἐκκλησίας διδάσκαλοι, πᾶσαι αἱ σύνοδοι καὶ πᾶσαι αἱ θεῖαι Γραφαὶ φεύγειν τοὺς ἑτερόφρονας παραινοῦσι, καὶ τῆς αὐτῶν κοινωνίας διΐστασθαι.
Τούτων οὖν ἐγὼ πάντων καταφρονήσας, ἀκολουθήσω τοῖς ἐν προσχήματι πεπλασμένης εἰρήνης ἑνωθῆναι κελεύουσι, τοῖς τὸ ἱερὸν καὶ θεῖον Σύμβολον κιβδηλεύσασι, καὶ τὸν υἱὸν ἐπεισάγουσι δεύτερον αἴτιον τοῦ ἁγίου πνεύματος; τὰ γὰρ λοιπὰ τῶν ἀτοπημάτων ἐῶ, τό γε νῦν ἔχον, ὧν καὶ ἓν μόνον ἱκανὸν ἦν ἡμᾶς ἐξ αὐτῶν διαστῆσαι. μὴ πάθοιμι τοῦτό ποτε, παράκλητε ἀγαθέ, μηδ᾿ οὕτως ἐμαυτοῦ καὶ τῶν καθηκόντων λογισμῶν ἀποπέσοιμι, τῆς δὲ σῆς διδασκαλίας καὶ τῶν ὑπὸ σοῦἐμπνευσθέντων μακαρίων ἀνδρῶν ἐχόμενος, προστεθείην πρὸς τοὺς ἐμοὺς πατέρας, τοῦτο, εἰ μή τι ἄλλο, ἐντεῦθεν ἀποφερόμενος, τὴν εὐσέβειαν.
Εγγραφή σε:
Αναρτήσεις (Atom)