Περὶ ἐξόδου ψυχῆς, καὶ περὶ τῆς δευτέρας παρουσίας - Άγιος
Κύριλλος Αλεξανδρείας
Φοβοῦμαι τὸν θάνατον, ὅτι πικρός μοί ἐστι.
Φοβοῦμαι τὴν γέενναν, ὅτι ἀτελεύτητός ἐστι.
Φοβοῦμαι τὸν τάρταρον, ὅτι οὐ μετέχει θέρμης.
Φοβοῦμαι τὸ σκότος, ὅτι οὐ μετέχει φωτός.
Φοβοῦμαι τὸν σκώληκα τὸν ἰοβόλον, ὅτι ἀτελεύτητός ἐστι.
Φοβοῦμαι τοὺς ἀγγέλους τοὺς ἐπὶ τῆς κρίσεως, ὅτι ἀνελεήμονές
εἰσι.
Φοβοῦμαι ἐννοῶν τῆς ἡμέρας ἐκείνης τὸ φοβερὸν καὶ ἀδέκαστον
δικαστήριον, τὸ βῆμα τὸ φρικῶδες, τὸν δικαστὴν τὸν ἀδέκαστον.