Εγκώμιο στους Αγίους Πάντες, που μαρτύρησαν σ’ όλο τον κόσμο (Αγ. Ιωάννης Χρυσόστομος)
Δοξαστικὸν, Ἦχος πλ. β΄
Μαρτύρων θεῖος χορός, τῆς Ἐκκλησίας ἡ βάσις, τοῦ Εὐαγγελίου ἡ τελείωσις, ὑμεῖς ἔργῳ τοῦ Σωτῆρος τὰ ῥητὰ ἐπληρώσατε· ἐν ὑμῖν γὰρ αἱ πύλαι τοῦ ᾍδου, κατὰ τῆς Ἐκκλησίας ἀνεῳχθεῖσαι, ἐκλείσθησαν, ἡ τοῦ αἵματος ὑμῶν χύσις, τὰς εἰδωλικὰς σπονδὰς ἐξήρανεν, ἡ σφαγὴ ὑμῶν, ἀπέτεκε τῶν πιστῶν τὸ πλήρωμα, τοὺς ἀσωμάτους ἐξεπλήξατε, τῷ Θεῷ στεφανηφόροι παρίστασθε, ᾧ ἀπαύστως πρεσβεύετε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δεῦτε πάντα τὰ ἔθνη, ἐν φωνῇ ἀγαλλιάσεως, τὴν Παναγίαν Παρθένον, καὶ Θεοτόκον ἀνευφημήσωμεν, τῆς ἀνθρωπίνης οὐσίας τὸ χωνευτήριον, τῶν ἀπορρήτων θαυμάτων τὸ ἐργαστήριον· ἐν αὐτῇ γὰρ γέγονε καινά, ὁ Ἄναρχος ἄρχεται, ὁ Λόγος παχύνεται, ὁ Θεὸς ἄνθρωπος γίνεται, ἵνα Θεὸν τὸν ἄνθρωπον ἀπεργάσηται, οὐ τροπῇ τῶν φύσεων, ἀλλ' ἑνώσει τῇ καθ' ὑπόστασιν· προέρχεται γὰρ εἷς ἐκ δύο τῶν ἐναντίων, ἐν δυσὶ τελείαις ταῖς φύσεσιν, ἀδιαιρέτως γνωριζόμενος, θεληματικῶς τε καὶ ἐνεργητικῶς, καθ' ἑκατέραν οὐσίαν, ὁ αὐτὸς τὸ ἀληθὲς πιστούμενος, τῆς σωτηρίου οἰκονομίας, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ παρέχων τῷ κόσμῳ ἱλασμόν, εἰρήνην, καὶ τὸ μέγα ἔλεος.







