ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ . ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΑΠΟΣΤΟΛΙΚΗΣ ΠΕΡΙΚΟΠΗΣ
ΑΠΟ ΤΟΝ ΙΕΡΟ ΧΡΥΣΟΣΤΟΜΟ: Ἐβρ.11,8-10 καὶ 32-40
Πίστει Ἐνὼχ μετετέθη τὸῦ μὴ ἰδὲῖν θάνατον, καὶ ὁὐχ ἔὑρίσκετο, διότι μετέθηκεν ἂὐτὸν ὁ Θεός(:Για τὴν πίστη του ὁ Ἐνὼχ μετατέθηκε ζωντανὸς ἀπὸ τὸν παρόντα κόσμο, γιὰ νὰ μὴ δεῖ θάνατο καὶ δὲν βρισκόταν πλέον στὴ γῆ, διότι τὸν εἶχε μεταθέσει ὁ Θεός)»Εβρ.11,5Δόξα... Ἦχος α'
Βολίδες ἀστράπτοντες θεηγορίαις, οἱ μεγαλώνυμοι Προφῆται, εἰς ἀεὶ μακαρίζονται· καὶ τὰ ἔπη τοῦ Πνεύματος καρπούμενοι, τὴν ἀνερμήνευτον λοχείαν Χριστοῦ τοῦ Θεοῦ πᾶσιν ἐκήρυξαν, νομίμως δὲ τὸ τέλος διήνυσαν, ζήσαντες ζωὴν ὑπερθαύμαστον.
ΔοξαστικὸνἮχος β'
Χαίρετε Προφῆται τίμιοι, οἱ τὸν νόμον Κυρίου, καλῶς διαταξάμενοι, καὶ τῇ πίστει φανέντες, ἀπόρθητοι στῦλοι ἀκλινεῖς· ὑμεῖς γὰρ καὶ μεσῖται ὤφθητε τῆς Νέας διαθήκης Χριστοῦ, καὶ μεταστάντες πρὸς οὐρανόν, αὐτὸν ἱκετεύσατε, εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.