ΛΟΓΟΣ ΕΙΣ ΤΟ ΓΕΝΕΘΛΙΟΝ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ ΤΟΥ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ
Προεόρτιον
Ἄκουε οὐρανέ, καὶ ἐνωτίζου ἡ γῆ· ἰδοὺ γὰρ ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Πατρός, πρόεισι τεχθῆναι, ἐκ Κόρης ἀπειράνδρου, εὐδοκίᾳ τοῦ φύσαντος αὐτὸν ἀπαθῶς, καὶ συνεργείᾳ τοῦ Ἁγίου Πνεύματος· Βηθλεὲμ εὐτρεπίζου, ἄνοιγε πύλην ἡ Ἐδέμ· ὅτι ὁ Ὢν γίνεται ὃ οὐκ ἦν, καὶ ὁ πλαστουργὸς πάσης κτίσεως διαπλάττεται, ὁ παρέχων τὸ μέγα ἔλεος.