Κυριακή της Τυροφάγου . Η εξορία του
Αδάμ έκ του Παραδείσου .Ο θρήνος του Αδάμ
Θεὲ τῶν ὅλων, ἐλέους Κύριε, εἰς τὴν ἐμὴν ταπείνωσιν, εὐσπλάγχνως ἐπίβλεψον, καὶ μὴ πόρρω πέμψῃς με τῆς θείας Ἐδέμ, ὅπως βλέπων τὰ κάλλη· ὅθεν ἐκπέπτωκα, σπεύσω πάλιν θρήνοις, προσλαβεῖν ἅπερ ἀπώλεσαΝῦν ὁ καιρὸς τῶν ἀρετῶν ἐπεφάνη, καὶ ἐπὶ θύραις ὁ Κριτής, μὴ στυγνάσωμεν, ἀλλὰ δεῦτε νηστεύοντες προσάξωμεν, δάκρυα κατάνυξιν καὶ ἐλεημοσύνην, κράζοντες· Ἡμάρτομεν, ὑπὲρ ψάμμον θαλάσσης. Ἀλλ' ἄνες πᾶσι πάντων Λυτρωτά, ἵνα καὶ σχῶμεν τὸν ἄφθαρτον στέφανον.