Άγιος Ιωάννης ο Δαμασκηνός – Λόγοι Απολογητικοί Προς τους Διαβάλλοντας τας Αγίας Εικόνας.
Ἐχρῆν μὲν ἡμᾶς ἀεὶ τῆς ἑαυτῶν συναισθανομένους ἀναξιότητος σιγὴν ἄγειν καὶ θεῷ τὴν τῶν ἡμαρτημένων ἡμῖν προσάγειν ἐξομολόγησιν, ἀλλ’ ἐπειδὴ πάντα καλὰ ἐν καιρῷ αὐτῶν, ὁρῶ δὲ τὴν ἐκκλησίαν, ἣν ὁ θεὸς ᾠκοδόμησεν ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν ὄντος ἀκρογωνιαίου Χριστοῦ τοῦ υἱοῦ αὐτοῦ βαλλομένην ὥσπερ θαλαττίῳ κλύδωνι κύμασιν ἀλλεπαλλήλοις κορυφουμένῳ, ἐξ ἐπαχθεστάτης φορᾶς τῶν πονηρῶν πνευμάτων κυκωμένην τε καὶ ταραττομένην, καὶ τὸν χιτῶνα Χριστοῦ τὸν ἄνωθεν ὑφαντὸν διαιρούμενον, ὃν ἀσεβῶν διελεῖν ηὐθαδιάσαντο παῖδες, καὶ τὸ σῶμα αὐτοῦ εἰς διαφόρους δόξας κατατεμνόμενον, ὅ ἐστιν ὁ τοῦ θεοῦ λαὸς καὶ ἡ τῆς ἐκκλησίας ἄνωθεν κεκρατηκυῖα παράδοσις, οὐκ εὔλογον ἡγησάμην σιγᾶν καὶ δεσμὸν ἐπιθεῖναι τῇ γλώσσῃ τὴν ἠπειλημένην ἀπόφασιν ὑφορώμενος τὴν φάσκουσαν·