ΕΓΚΥΚΛΙΟΣ ΤΗΣ ΜΙΑΣ ΑΓΙΑΣ ΚΑΘΟΛΙΚΗΣ ΚΑΙ ΑΠΟΣΤΟΛΙΚΗΣ ΕΚΚΛΗΣΙΑΣ
Πρὸς τοὺς ἀπανταχοῦ Ὀρθοδόξους.
Κρατώμεν τῆς ὁμολογίας, ἥν παρελάβομεν ἄδολον, παρά τηλικούτων
ἀνδρῶν,
ἀποστρεφόμενοι πάντα νεωτερισμόν, ὡς ὑπαγόρευμα τοῦ
Διαβόλου.
Ὁ δεχόμενος νεωτερισμόν, κατελέγχει ἐλλειπή τὴν κεκηρυγμένην
Ὁρθόδοξον πίστην.
Ἀλλ’ αὔτη πεπληρωμένη ἤδη ἐσφράγισται, μὴ ἐπιδεχόμενη μήτε
μείωσιν, μήτε αὔξησιν, μήτε ἀλλοίωσιν, καὶ ὁ τολμών ἤ πράξαι ἤ συμβουλεύσαι ἤ
διανοηθήναι τοῦτο, ἤδη ἠρνήθη τὴν πίστιν τοῦ Χριστού, ἤδη ἐκουσίως καθυπεβλήθη
εἰς τὸ αἰώνιον ἀνάθεμα, διὰ τὸ βλασφημεῖν εἰς τὸ Πνεύμα τὸ Ἅγιον, ὡς τάχα μὴ ἀρτίως
λαλήσαν ἐν ταῖς Γραφαῖς καὶ Οἰκουμενικαῖς Συνόδοις…
Ἄπαντες οὐν οἱ νεωτερίζοντες ἤ αἰρέσει ἤ σχίσματιἐκουσίως ἐνεδύθησαν
κατάρα ὡς ἰμάτιον (Ψαλμ-ΡΗ’18), κἄν τε Πάπαι, κἄν τε Πατριάρχαι, κἄν τε
κληρικοί, κἄν τε λαϊκοί, κἄν Ἄγγελος ἐξ Οὐρανοῦ.
Ἄνθιμος ἐλέω Θεοῦ Ἀρχιεπίσκοπος Κων/πόλεως Νέας Ρώμης ἤ Οἰκουμ.
Πατρ.
Ἰερόθεος ἐλέω Θεοῦ Πάπας καὶ Πατριάρχης Ἀλεξανδρείας καὶ πᾶσης
Αἰγύπτου.
Μεθόδιος ἐλέω Θεοῦ Πατριάρχης Ἀντιοχείας.
Κύριλλος ἐλέω Θεοῦ Πατριάρχης Ἰεροσολύμων.
Καὶ αἱ περὶ αὐτοὺς Ἱεραὶ Συνόδοι.
Ἐν Κωνσταντινούπολει τὸ σωτήριον ἔτος 1848.