Η ΕΙΣ ΟΥΡΑΝΟΥΣ ΑΝΑΛΗΨΙΣ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ
Ὁ προαιώνιος Θεὸς καὶ ἄναρχος, ἥνπερ ἀνείληφε, φύσιν ἀνθρώπειον, θεοποιήσας μυστικῶς, σήμερον ἀνελήφθη. Ἄγγελοι προτρέχοντες, Ἀποστόλοις ἐδείκνυον, τοῦτον πορευόμενον, εἰς οὐρανοὺς μετὰ δόξης πολλῆς, αὐτῷ δὲ προσκυνήσαντες ἔλεγον· Δόξα Θεῷ τῷ ἀναληφθέντι.
Οἱ Ἄγγελοί σου Κύριε, τοῖς Ἀποστόλοις ἔλεγον· Ἀνδρες Γαλιλαῖοι, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν; οὗτός ἐστι Χριστὸς ὁ Θεός, ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν εἰς τὸν οὐρανόν, οὗτος ἐλεύσεται πάλιν, ὃν τρόπον ἐθεάσασθε αὐτόν, πορευόμενον εἰς οὐρανόν, λατρεύσατε αὐτῷ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου