Περί του προαιωνίου Θεού και Σωτήρος ημών Ιησού Χριστού και τής Εκκλησίας .
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς
Ἡ Ὑπόστασις τοῦ Χριστοῦ, τὸ Πρόσωπον τοῦ Χριστοῦ, εἶναι ἀληθῶς
Προαιώνιος: «Οὐκοῦν, εἰ μή ἐστιν ἕτερος παρὰ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, ὁ ἐκ
σπέρματος τοῦ Δαβίδ, λεγέσθω καὶ ΠΡΟΑΙΩΝΙΟΣ» (Ἅγιος Κύριλλος Ἀλεξανδρείας, P.G.
75, 1309Β).
«Εἰ δὲ δή τις λέγοι καὶ ΠΡΟΑΙΩΝΙΟΝ ΧΡΙΣΤΟΝ ΙΗΣΟΥΝ, οὐκ ἂν ἁμάρτοι
τἀληθοῦς, εἴπερ ἐστὶν Εἷς Υἱὸς καὶ Κύριος, ὁ Προαιώνιος Λόγος, τὴν ἐν ἐσχάτοις
τοῦ αἰῶνος καιροῖς κατὰ σάρκα ἐκ γυναικὸς ὑπομείνας γέννησιν. Ὅτι δὲ ΟΥΚ
ΗΛΛΟΙΩΤΑΙ γεγονὼς ἄνθρωπος καθ᾽ ἡμᾶς ὁ Λόγος, διαμεμήνυκε λέγων ὁ Πνευματοφόρος
,Ἀπόστολος Παῦλος, Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτός, καὶ εἰς τοὺς αἰῶνας»
(P.G. 75, 1309Β-C).
«Οἶδα ΧΡΙΣΤΟΝ ἐκ Μαρίας γεννηθέντα, καὶ οἶδα ΧΡΙΣΤΟΝ ΠΡΟ ΤΩΝ
ΑΙΩΝΩΝ ΟΝΤΑ» (Ἅγιος Χρυσόστομος, P.G. 50, 818).
«Εἰ καὶ ἐκ Μαρίας ὑπάρχεις βρέφος, ἀλλ᾽ οἶδά σε Θεὸν
ΠΡΟΑΙΩΝΙΟΝ» (Ἰδιόμελον Ὄρθρου Ἑορτῆς Θεοφανείων).
«Τῆς αὐτοαληθείας ΧΡΙΣΤΟΥ, ὃς Θεὸς ὢν ΠΡΟΑΙΩΝΙΟΣ» (Ἅγιος
Γρηγόριος Παλαμᾶς, Περὶ Ἐκπορεύσεως τοῦ Ἁγίου Πνεύματος, Λόγος Α΄, Ε.Π.Ε. 1,
σελ. 74).
« Ἐγώ εἰμι τὸ Α καὶ τὸ Ω, λέγει Κύριος ὁ Θεός, ὁ Ὤν καὶ ὁ Ἦν
καὶ ὁ Ἐρχόμενος, ὁ Παντοκράτωρ» (Ἀποκ. Α´8).
Εἶναι ἀλλοιωτὸν καὶ τρεπτὸν τὸ Πρόσωπον τοῦ Υἱοῦ καὶ Λόγου
τοῦ Θεοῦ; Μὲ τὴν Σάρκωσιν, τὸ Πρόσωπον τοῦ Υἱοῦ καὶ Λόγου ἀλλοιώθηκε
καὶ τροποποιήθηκε;
Τοῦτο εἶχε κηρύξει καὶ ὁ Ἄρειος, ὅστις κατεδικάσθη δι᾽ αὐτό,
διότι τοῦτο καθιστᾶ ἀλλοιωτὴν καὶ τρεπτὴν τὴν Ἁγίαν Τριάδα, πρᾶγμα ἀντίθεον. Ἡ
τροπὴ καὶ ἡ ἀλλοίωσις εἶναι χαρακτηριστικὰ τῆς κτίσεως, ὄχι τοῦ Ἀκτίστου Θεοῦ:
«Οὔτε οὖν κτιστόν τι ἢ δοῦλον ἐν τῇ Τριάδι, οὔτε ἐπείσακτόν τι... ἀλλ᾽ ΑΤΡΕΠΤΟΣ
καὶ ΑΝΑΛΛΟΙΩΤΟΣ ἡ αὐτὴ ΤΡΙΑΣ ἀεί» (Ἅγιος Γρηγόριος Νύσσης, P.G. 46, 913Α).
Ὅταν κηρύσσουν ἀλλοιωτὸν τὸν Ἕνα τῆς Τριάδος, τὸν Υἱόν,
καθιστοῦν ἀλλοιωτὰ καὶ τὰ ἄλλα δύο Πρόσωπα: «Ὁ Λόγος ὁ Θεῖος, Ἄτρεπτός ἐστι τὴν
Ὑπόστασιν ὡς καὶ τὴν φύσιν, ἢ οὐχί· εἰ μὲν οὖν οὐχί, οὐδὲ πάντη ἁπλοῦς, οὐδὲ ἄφθαρτός
φασι, ἀλλ’ οὐδὲ Θεός. Ἔτι μὴν καὶ ὁ Πατὴρ καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, εἰ μὴ ἄρα ἑτέρως
ὑφεστήκασιν, τοῖς αὐτοῖς ὑπενεχθήσονται· δυνάμει γὰρ τρεπτοὶ καὶ αὐτοὶ τὰς ὑποστάσεις
νοηθήσονται» (Λεόντιος Βυζάντιος, P.G. 86a, 1485Α).
Τοῦτο εἶναι Αἱρετικὸν καὶ βλάσφημον, «Διότι ἐγὼ Κύριος ὁ Θεὸς
ὑμῶν, καὶ οὐκ ἠλλοίωμαι» (Μαλ. Γ´ 6).
«Δῆλον ὅτι τῆς ΑΓΙΑΣ τε καὶ ΟΜΟΟΥΣΙΟΥ ΤΡΙΑΔΟΣ, ὡς Ἓν νοεῖσθαι
τὸ σύμπαν τῆς ΕΚΚΛΗΣΙΑΣ ΣΩΜΑ» (Ἅγιος Κύριλλος Ἀλεξανδρείας, P.G. 74, 557Α).
ΠΕΡΙ ΤΗΣ ΠΡΟ ΧΡΙΣΟΥ ΕΚΚΛΗΣΙΑΣ ΤΟΥ ΧΡΙΣΤΟΥ!
Αἱ Ἀναστάσεις νεκρῶν εἰς τὴν Παλαιὰν Διαθήκην δὲν ἔγιναν ἐκτὸς
Ἐκκλησίας οὔτε ὑπὸ ἀνθρώπων εὑρισκομένων ἐκτὸς Ἐκκλησίας. Ἀνέστησεν τὸν υἱὸν τῆς
χήρας εἰς Σαρεπτὰ ὁ Προφήτης Ἠλίας (Γ' Βασ. ΙΖ' 17-24), καὶ τὸν υἱὸν τῆς
Σωμανίτιδος ὁ Προφήτης Ἐλισαῖος (Δ' Βασ. Δ' 17-37). Πλέον θαυμαστὴ εἶναι ἡ
τρίτη ἀνάστασις νεκροῦ, ἡ γενομένη ὑπὸ τῶν ὀστέων τοῦ ἤδη θανόντος Προφήτου Ἐλισαίου
ὅταν ἔθαπτον κάποιον νεκρὸν εἰς τὸν τάφον του: «...καὶ ἔρριψαν τὸν ἄνδρα ἐν τῷ
τάφῳ Ἐλισαιέ, καὶ ἐπορεύθη καὶ ἥψατο τῶν ὀστέων Ἐλισαιὲ καὶ ἔζησε καὶ ἀνέστη ἐπὶ
τοὺς πόδας αὐτοῦ» (Δ' Βασιλέων ΙΓ' 20-21). Λογικῶς καὶ ἐκκλησιολογικῶς εἶναι ἀδιανόητον
ἡ ψυχὴ ἑνὸς θανόντος Ἁγίου Προφήτου νὰ εὑρίσκετο εἰς τὴν Κόλασιν. Πολὺ πιὸ ἀδιανόητον
εἶναι νὰ εὑρίσκετο ἡ ψυχή του εἰς τὴν Κόλασιν, ὅπως κηρύττουν ὁρισμένοι Ἐκκλησιομάχοι,
καὶ τὰ ὀστᾶ του νὰ ἦσαν ἡγιασμένα μὲ τὴν Χάριν τοῦ Θεοῦ καὶ νὰ ἀνέστησαν
νεκρόν.
Ὅπως λέγει ὁ Ἅγιος Γρηγόριος ὁ Παλαμᾶς, ἐπικαλούμενος τὸν Ἅγιον
Μάξιμον τὸν Ὁμολογητήν, ἡ Θεία Χάρις καὶ Ἐνέργεια εἶναι ἀγένητος, ἄκτιστος, ἀπερίγραπτος,
ὑπέρχρονος, «ὥστε οἱ ἀποκτήσαντες αὐτὴν νὰ καθίστανται ἐξ αἰτίας της Ἄκτιστοι, Ἄναρχοι
καὶ Ἀπερίγραπτοι, μολονότι κατὰ τὴν φύσιν των ἔγιναν ἐξ οὐκ ὄντων» (Ἅγιος
Γρηγόριος Παλαμᾶς, Περὶ τῶν Ἱερῶς Ἡσυχαζόντων, Λόγος 3, 1, ἑρμηνεία, Ε.Π.Ε.
τόμ. 2, σελ. 625· ἐπίσης P.G. 91, 1137).
Ὁ Προφήτης Ἱερεμίας ἡγιάσθη ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ:
«...πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε, Προφήτην εἰς ἔθνη τέθεικά σε.» (Ἱερ.
A' 5).
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου