Περὶ ἐξόδου ψυχῆς, καὶ περὶ τῆς δευτέρας παρουσίας - Άγιος Κύριλλος Αλεξανδρείας
Φοβοῦμαι τὸν θάνατον, ὅτι πικρός
μοί ἐστι.
Φοβοῦμαι
τὴν γέενναν, ὅτι ἀτελεύτητός ἐστι.
Φοβοῦμαι
τὸν τάρταρον, ὅτι οὐ μετέχει θέρμης.
Φοβοῦμαι
τὸ σκότος, ὅτι οὐ μετέχει φωτός.
Φοβοῦμαι
τὸν σκώληκα τὸν ἰοβόλον, ὅτι ἀτελεύτητός ἐστι.
Φοβοῦμαι τοὺς ἀγγέλους τοὺς ἐπὶ τῆς κρίσεως, ὅτι ἀνελεήμονές εἰσι.
Φοβοῦμαι
ἐννοῶν τῆς ἡμέρας ἐκείνης τὸ φοβερὸν καὶ ἀδέκαστον δικαστήριον, τὸ βῆμα τὸ φρικῶδες,
τὸν δικαστὴν τὸν ἀδέκαστον.
Φοβοῦμαι
τὰς ἀποτόμους τιμωρίας.
Φοβοῦμαι
τὴν κόλασιν τὴν οὐκ ἔχουσαν τέλος.
Φοβοῦμαι
τὸν ζόφον τὸν ἀφεγγῆ.
Φοβοῦμαι
τὸ σκότος τὸ ἐξώτερον.
Φοβοῦμαι
τὰ δεσμὰ τὰ ἄλυτα, τὸν βρυγμὸν τῶν ὀδόντων, τὸν κλαυθμὸν τὸν ἀπαραμύθητον.
Φοβοῦμαι
τοὺς ἀφύκτους ἐλέγχους·
οὐδὲν
γὰρ κατηγόρων δεῖται ὁ δικαστὴς ἐκεῖνος, οὔτε μαρτύρων, οὔτε ἀποδείξεων, οὔτε ἐλέγχων·
ἀλλ'
ὅσα ἐπράξαμεν, καὶ ἐλαλήσαμεν, καὶ ἐβουλευσάμεθα, φέρει εἰς μέσον πρὸ τῶν ὀφθαλμῶν
τῶν πεπλημμεληκότων.
ἀλλὰ
ταῦτα πάντα ὥσπερ κόνις εἰς σποδὸν ἐλήλαται, καὶ μόνος κρινόμενος ἀπὸ τῶν αὐτῷ
πεπραγμένων, τὴν ἐλευθεροῦσαν, ἢ τὴν καταδικάζουσαν ὑπομένει ψῆφον.
ὦ
ψυχὴ, τῶν μιασμάτων, καὶ παρὰ σοὶ ἐβδελυγμένων ἔργων!
Οἴμοι,
ὅτι τὸν ναὸν τοῦ σώματος ἔφθειρα, καὶ τὸ ἅγιόν σου Πνεῦμα ἐλύπησα! ὦ Θεὲ, ἀληθινά
σου τὰ ἔργα, καὶ δικαία ἡ κρίσις σου, καὶ εὐθεῖαι αἱ ὁδοί σου, καὶ ἀνεξιχνίαστα
τὰ κρίματά σου.
∆ιὰ
πρόσκαιρον ἁμαρτίας ἀπόλαυσιν, ἀθάνατα βασανίζομαι·
δι'
ἡδονὴν σαρκὸς, τῷ πυρὶ παραδίδομαι.
∆ικαία
ἡ κρίσις τοῦ Θεοῦ·
ἐκαλούμην,
καὶ οὐχ ὑπήκουον·
ἐδιδασκόμην,
καὶ οὐ προσεῖχον·
διεμαρτύραντό
μοι, ἐγὼ δὲ κατεγέλων·
ἀναγινώσκων
καὶ ἐπιγινώσκων, οὐκ ἀπιστεύων, ἀλλ' ἐν ἀμελείᾳ, καὶ ῥᾳθυμίᾳ, καὶ ἀκηδίᾳ, καὶ ἐν
περισπασμοῖς, καὶ ταραχαῖς, καὶ ζάλαις τρυφῶν καὶ σπαταλῶν, καὶ σκιρτῶν ἀγαλλόμενος,
καὶ εὐφραινόμενος ἐδαπάνησά μου τὰ ἔτη, καὶ τοὺς μῆνας, καὶ τὰς ἡμέρας εἰς τὰ
πρόσκαιρα, καὶ φθαρτὰ, καὶ γήϊνα κοπιῶν, καὶ μοχθῶν, καὶ ἀγωνιζόμενος·
μὴ
εἰς νοῦν λαμβάνων, ἢ λογιζόμενος, οἷον φόβον καὶ τρόμον, καὶ ἀγῶνα, καὶ ἀνάγκην
ἔχει ἰδεῖν ἡ ψυχὴ, ὅτε τοῦ σώματος χωρίζεται.
καὶ
τῶν ἐναντίων δυνάμεων, οἱ τοῦ σκότους ἄρχοντες, οἱ κοσμοκράτορες τῆς πονηρίας,
οἱ τελωνάρχαι, καὶ λογοθέται, καὶ πρακτοψηφισταὶ τοῦ ἀέρος·
καὶ
σὺν αὐτοῖς ὁ ἀνθρωποκτόνος διάβολος, ὁ ἐν κακίᾳ δυνάστης, οὗ ἡ γλῶσσα, ὡσεὶ ξυρὸν
ἠκονημένον·
περὶ
οὗ φησιν ὁ προφήτης·
Τὰ
βέλη τοῦ δυνατοῦ ἠκονημένα σὺν τοῖς ἄνθραξι τοῖς ἐρημικοῖς·
καὶ
ἐνεδρεύει ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ, ὁ δράκων ὁ μέγας, ὁ ἀποστάτης, ὁ ᾅδης, ὁ
πλατύνων στόμα αὐτοῦ, ὁ ἄρχων τῆς ἐξουσίας τοῦ σκότους, ὁ ἔχων τοῦ θανάτου τὸ
κράτος καὶ τρόπῳ τινὶ δίκην, κατέχων τὴν ψυχὴν, ἐπιφέρων καὶ ψηφίζων πάντα τὰ ἐμοὶ
πεπραγμένα ἐν ἔργῳ καὶ λόγῳ, τὰ ἐν γνώσει, καὶ ἐν ἀγνοίᾳ, ἀνομήματα καὶ ἁμαρτήματα,
ἀπὸ τῆς νεότητος, ἕως τῆς ἡμέρας τοῦ τέλους, ἧς κατελήφθην, ἐξερευνῶν λοιπόν.
τὸ
μὲν τῆς καταλαλιᾶς, ὅσα διὰ στόματος καὶ γλώττης ἀπὸ ψεύδους, καὶ ὅρκου, καὶ ἐπιορκίας,
ἀργολογίας τε καὶ φλυαρίας, καὶ ματαιολογίας καὶ γαστριμαργικὰς παραχρήσεις, ἀσωτοποσίας
τε οἴνου, καὶ ἀμέτρους γέλωτας, καὶ ἀπρεπεῖς, καὶ φιλημάτων ἀσέμνων καὶ ἀπρεπῶν,
καὶ ᾀσμάτων πορνικῶν·
οἱ
δὲ ἅγιοι ἄγγελοι οἱ τὴν ψυχὴν ὁδηγοῦντες, προσφέρουσι καὶ αὐτοὶ, ὅσα διὰ
στόματος καὶ γλώσσης ἐλαλήσαμεν ἀγαθὰ, προσευχὰς, εὐχαριστίας, ψαλμοὺς, ᾠδὰς, ὕμνους,
καὶ ᾄσματα πνευματικὰ, ἀναγνώσεις τῶν Γραφῶν, καὶ ὅσα διὰ στόματος καὶ γλώσσης ἀγαθὰ
τῷ Θεῷ προεπέμψαμεν.
καὶ
τὰ λοιπὰ τῆς κακίας τελώνια, φθόνου τε καὶ ζήλου, κενοδοξίας τε καὶ ὑπερηφανίας,
πικρίας καὶ ὀργῆς, ὀξυχολίας τε καὶ θυμοῦ, πορνείας, καὶ μοιχείας, καὶ
μαλακίας, φόνου τε καὶ φαρμακείας, καὶ τῶν λοιπῶν θεοστυγῶν καὶ μιαρῶν πράξεων·
ὧν
ἐν τῇ παρούσῃ ὥρᾳ οὐκ ἔνι λεπτομερῶς διηγήσασθαι·
ἀλλ'
ἐν ἑτέρῳ καιρῷ ταμιευέσθω·
καὶ
ἁπλῶς οὕτως καθεξῆς ἕκαστον πάθος ψυχῆς, καὶ πᾶν ἁμάρτημα ἰδίους τελώνας ἔχει,
καὶ φορολόγους.
καὶ
αὗται τὰς καλὰς αὐτῆς ἐπιφέρουσι πράξεις, διά τε λόγων.
καὶ
ἔργων, καὶ λογισμῶν, καὶ ἐννοιῶν·
κατανοεῖ
ἡ ψυχὴ μέσον ἱσταμένη ἐν φόβῳ καὶ τρόμῳ, ἕως οὗ ἐκ τῶν πράξεων, καὶ τῶν ἔργων,
καὶ λόγων αὐτῆς, ἡ κατακριθεῖσα δεσμευθῇ, ἢ δικαιωθεῖσα ἐλευθερωθῇ (τῶν ἰδίων γὰρ
ἁμαρτημάτων ἕκαστος ταῖς σειραῖς σφίγγεται)·
καὶ
ἐὰν ᾖ ἀξία, εὐσεβῶς ζήσασα, καὶ θεαρέστως βιώσασα, παραλαμβάνουσιν αὐτὴν ἄγγελοι·
καὶ
λοιπὸν ἀμέριμνος οὖσα, πορεύεται ἔχουσα συνοδοιπόρους τὰς ἁγίας δυνάμεις, κατὰ
τὸ γεγραμμένον·
Ὡς
εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί.
Ἀπέδρα
ὀδύνη, λύπη, καὶ στεναγμός.
Ἀρθήτω
ὁ ἀσεβὴς, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου.
τότε
ἀφέντες αὐτὴν οἱ ἅγιοι τοῦ Θεοῦ ἄγγελοι, παραλαμβάνουσιν αὐτὴν οἱ Αἰθίοπες ἐκεῖνοι
δαίμονες, καὶ τύπτοντες αὐτὴν ἀνηλεῶς κατάγουσιν εἰς τὴν γῆν·
καὶ
διχάσαντες αὐτὴν, ῥίπτουσιν αὐτὴν δεδεμένην δεσμοῖς ἀλύτοις, εἰς γῆν σκοτεινὴν
καὶ ζοφερὰν, εἰς τὰ κατώτερα μέρη, ἐν τοῖς καταχθονίοις δεσμωτηρίοις, καὶ
φυλακαῖς τοῦ ᾅδου·
ἔνθα
τυγχάνουσιν ἀποκεκλεισμέναι αἱ ψυχαὶ τῶν ἁμαρτωλῶν, τῶν ἀπ' αἰῶνος
κεκοιμημένων, καθώς φησιν ὁ Ἰακώβ·
εἰς
γῆν σκοτεινὴν καὶ ζοφερὰν, εἰς γῆν σκότους αἰωνίου οὐκ ἐπίφεγγος, οὐδὲ ζωὴ βροτῶν,
ἀλλ' ὀδύνη αἰώνιος, καὶ λύπη ἀτελεύτητος, καὶ κλαυθμὸς ἄπαυστος, καὶ βρυγμὸς ὀδόντων
ἀσίγητος, καὶ στεναγμοὶ ἀκοίμητοι·
ἐκεῖ
οὐαὶ διαπαντὸς, ἐκεῖ οἴμοι, οἴμοι! ἐκεῖ κράζουσι, καὶ οὐκ ἔστιν ὁ βοηθῶν·
βοῶσι,
καὶ οὐδείς ἐστιν ὁ ῥυόμενος·
οὐκ
ἔστι διηγήσασθαι τὴν ἀνάγκην ἐκείνην·
οὐκ
ἔστιν εἰπεῖν διὰ γλώττης τὰς ὀδύνας τῶν ἐκεῖσε κατακειμένων καὶ ἀποκεκλεισμένων
ψυχῶν ἀδυνατεῖ πᾶν στόμα ἀνθρώπου φανερῶσαι τὸν φόβον καὶ τὸν τρόμον ἐκεῖνον·
οὐκ
ἕνι χείλη ἀνθρώπου ἰσχύοντα εἰπεῖν τὴν περίστασιν, καὶ τὸν κλαυθμὸν αὐτῶν·
στενάζουσι
διηνεκῶς καὶ ἀπαύστως, ἀλλ' οὐδεὶς ὁ ἐλεῶν·
κράζουσιν
ἐκ βάθους, ἀλλ' οὐδεὶς ὁ εἰσακούων·
ἀποδύρονται,
ἀλλ' οὐδεὶς ὁ ῥυόμενος·
ἀνακαλοῦνται,
καὶ κόπτονται, ἀλλ' οὐδεὶς ὁ σπλαγχνιζόμενος.
Τότε
ποῦ ἡ καύχησις τοῦ κόσμου τούτου;
ποῦ
ἡ κενοδοξία;
ποῦ
ἡ τρυφή;
ποῦ
ἡ ἀπόλαυσις;
ποῦ
ἡ σπατάλη;
ποῦ
ἡ φαντασία;
ποῦ
ἡ ἀνάπαυσις;
ποῦ
ὁ κόσμος;
ποῦ
τὰ χρήματα;
ποῦ
ἡ εὐγένεια;
ποῦ
τότε ἡ τερπνότης;
ποῦ
ἡ ἀνδρεία τῆς σαρκός;
ποῦ
τὸ κάλλος τῶν γυναικῶν τὸ ψευδὲς καὶ ἀνωφελές;
ποῦ
τότε ἡ παῤῥησία ἡ ἀναιδὴς καὶ ἀναίσχυντος;
ποῦ
τότε ὁ καλλωπισμὸς τῶν ἱματίων;
ποῦ
ἡ ἡδονὴ τῆς ἁμαρτίας ἡ ἀκάθαρτος καὶ σιφνή;
ποῦ
ὁ τὴν βδελυρὰν τῶν ἀνέρων κοίτην, ἡδονὴν ἡγούμενος;
ποῦ
οἱ τὰ μύρα καὶ τὰ ἀλείμματα ἀλειφόμενοι καὶ καπνιζόμενοι;
ποῦ
οἱ μετὰ τυμπάνων καὶ κιθάρας τὸν οἶνον πίνοντες;
ποῦ
τότε ἡ καταφρόνησις τῶν ἐν ἀφοβίᾳ ζώντων;
ποῦ
ἡ φιλαργυρία, καὶ ἡ φιλοχρηματία, καὶ ἡ ἐξ αὐτῶν ἀσπλαγχνία;
ποῦ
τότε ἡ ἀπάνθρωπος ὑπερηφανία ἡ πάντα βδελυσσομένη, καὶ ἑαυτὴν λογιζομένη εἶναί
τι;
ποῦ
τότε ἡ κενὴ καὶ ματαία τῶν ἀνθρώπων δόξα;
ποῦ
ἡ λαγνεία καὶ ἡ ἀκολασία;
ποῦ
ἡ δυναστεία, καὶ ἡ τυραννίς;
ποῦ
τότε βασιλεύς;
ποῦ
ἄρχων;
ποῦ
ἡγούμενος;
ποῦ
οἱ ἐπ' ἐξουσιῶν;
ποῦ
οἱ γαυριῶντες ἐπὶ πλήθει πλούτου, καὶ πτωχοὺς μὴ ἐλεοῦντες, καὶ τοῦ Θεοῦ
καταφρονοῦντες;
ποῦ
τὰ θέατρα, καὶ τὰ κυνήγια;
ποῦ
τότε οἱ μετεωριζόμενοι, καὶ μετριάζοντες, καὶ ἀμερίμνως βιοῦντες;
ποῦ
τὰ μαλακὰ ἐνδύματα, καὶ αἱ στρωμναὶ αἱ μαλακαὶ, καὶ ἁπαλαί;
ποῦ
αἱ ὑψηλαὶ οἰκοδομαὶ, καὶ τὸ εὗρος τῶν στοῶν;
ποῦ
οἱ ἐν ἀφοβίᾳ ζήσαντες;
τρόμος
αὐτοὺς ἐπιλάβοι, καὶ ὠδῖνες ὡσεὶ τικτούσης, ἐν πνεύματι βιαίῳ συντριβήσονται ἀφανιζόμενοι.
Ποῦ
τότε ἡ σοφία τῶν σοφῶν;
ποῦ
τῶν ῥητόρων ἡ εὐγλωττία, καὶ τὰ μάταια αὐτῶν πανουργεύματα;
Ποῦ
σοφός;
ποῦ
γραμματεύς;
ποῦ
συζητητὴς τοῦ αἰῶνος τούτου;
μέχρι
γὰρ τοῦ ἀργοῦ λόγου, ἀπολογίαν δώσομεν τῷ δικαίῳ κριτῇ.
Ποταποὺς
δεῖ ἡμᾶς εἶναι ἐν τῇ ὥρᾳ ἐκείνῃ;
Ἐὰν
δὲ εὕρωμεν χάριν ἐνώπιον τοῦ Θεοῦ, οἵα χαρὰ δέχηται ἡμᾶς ἀφοριζομένους ἐκ δεξιῶν
τοῦ Βασιλέως!
Οἵα
ἐντροπὴ λήψεται αὐτοὺς ἀφοριζομένους ἐξ εὐωνύμων τοῦ βασιλέως!
Οἷον
σκότος ἐπιπέσει ἐπ' αὐτοὺς, ὅταν λαλήσῃ πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ, καὶ ἐν τῷ
θυμῷ αὐτοῦ ταράξῃ αὐτούς·
ὅταν
εἴπῃ πρὸς αὐτούς·
Οἴμοι,
οἴμοι! οἷός ἐστιν ὁ τόπος, ὅπου ἐστὶν ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὁ
καλούμενος Τάρταρος, ὃν καὶ αὐτὸς ὁ διάβολος φρίττει! οὐαὶ, οὐαὶ! οἵα ἐστὶν ἡ
γέεννα τοῦ πυρὸς τοῦ ἀσβέστου, καίοντος καὶ μὴ φωτίζοντος!
οἴμοι,
οἴμοι! οἷός ἐστιν ὁ ἀκοίμητος καὶ ἰοβόλος σκώληξ!
οὐαὶ,
οὐαί! οἷον δεινόν ἐστιν τὸ σκότος ἐκεῖνο τὸ ἐξώτερον, καὶ ἀεὶ μένον!
οἴμοι,
οἴμοι! οἶοί εἰσιν οἱ ἄγγελοι ἐκεῖνοι, οἱ ἐπὶ τῶν κολάσεων ἄσπλαγχνοι καὶ ἀνελεήμονες!
ὀνειδίζουσι
γὰρ, καὶ ἐπιπλήττουσι δεινῶς.
κεκράξονται
γὰρ πρὸς Κύριον, καὶ οὐκ εἰσακούσεται αὐτούς·
τότε
γνώσονται, ὅτι μάταια αὐτοῖς ἀπῄει πάντα τὰ βίου·
καὶ
ἂ ἐδόκουν ἐνταῦθα χρηστὰ εἶναι, καὶ χαρμονῆς πλήρη, χολῆς καὶ ἰοῦ πικροῦ
πικρότερα εὑρεθήσονται.
ὅταν
οἱ δίκαιοι ἐκ δεξιῶν ἵστανται, κἀκεῖνοι θλίβονται·
ὅταν
οἱ ἁμαρτωλοὶ πενθῶσι, καὶ οἱ δίκαιοι χαίρωσιν·
ὅταν
οἱ δίκαιοι ἑορτάζουσι, καὶ οἱ ἁμαρτωλοὶ ὀδύρονται·
ὅταν
οἱ δίκαιοι ἐν γαλήνῃ, καὶ οἱ ἁμαρτωλοὶ ἐν χειμῶνι καὶ συμφορᾷ.
ὅταν
οἱ δίκαιοι δοξάζονται, κἀκεῖνοι καταδικάζονται·
οὐαὶ
τοῖς ἁμαρτωλοῖς!
ὅταν
οἱ δίκαιοι κορέννυνται παντὸς ἀγαθοῦ, καὶ οἱ ἁμαρτωλοὶ ὑστερούμενοι
στενάζουσιν.
Οὐαὶ
τοῖς ἁμαρτωλοῖς!
ὅταν
οἱ δίκαιοι δοξάζονται, κἀκεῖνοι ὀνειδίζονται.
οἱ
δίκαιοι ἐγκωμιάζονται, οἱ δὲ ἁμαρτωλοὶ ταλανίζονται·
οἱ
δίκαιοι ἐν μοναῖς ἁγίων, οἱ δὲ ἁμαρτωλοὶ ἐν ἐξορίᾳ αἰωνίᾳ·
οἱ
δίκαιοι ἀκούσονται τὸ, ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην
ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.
οἱ
δίκαιοι τρυφῶσιν, οἱ ἁμαρτωλοὶ τρύχονται.
Οἱ
δίκαιοι χορεύουσιν, οἱ δὲ ἁμαρτωλοὶ δεσμοῦνται.
Οἱ
δίκαιοι ᾄδουσιν, οἱ ἁμαρτωλοὶ θρηνοῦσιν.
Οἱ
δίκαιοι τὸ τρισάγιον, οἱ ἁμαρτωλοὶ τὸ τρισάθλιον.
Οἱ
δίκαιοι τὸ ᾆσμα, οἱ ἁμαρτωλοὶ τὸ χάσμα.
Οἱ
δίκαιοι εἰς κόλπους Ἀβραὰμ, οἱ ἁμαρτωλοὶ εἰς βράσματα Βελιάρ.
Οἱ
δίκαιοι εἰς ἀνάπαυσιν, οἱ ἁμαρτωλοὶ εἰς κατάκρισιν.
Οἱ
δίκαιοι δροσίζονται, οἱ ἁμαρτωλοὶ φλογίζονται.
Οἱ
δίκαιοι εὐφραίνονται, οἱ ἁμαρτωλοὶ τῇ λύπῃ ξηραίνονται.
Οἱ
δίκαιοι μεγαλύνονται, οἱ δὲ ἁμαρτωλοὶ τήκονται.
Οἱ
δίκαιοι ὑψοῦνται, οἱ δὲ ἁμαρτωλοὶ ταπεινοῦνται.
Οἱ
δίκαιοι θάλπονται, οἱ δὲ ἁμαρτωλοὶ μελαίνονται.
Οἱ
δίκαιοι τῶν ἀγαθῶν κορέννυνται, οἱ δὲ ἁμαρτωλοὶ κλονίζονται.
Τοὺς
δικαίους θρέψει θέα Θεοῦ, τοὺς ἁμαρτωλοὺς λυπήσῃ θέα πυρός.
Οἱ
δίκαιοι σκεῦος ἐκλογῆς, οἱ ἁμαρτωλοὶ σκεῦος γεέννης.
Οἱ
δίκαιοι χρυσὸς πεπυρωμένος, καὶ ἄργυρος δόκιμος καὶ λίθοι τίμιοι·
οἱ
ἁμαρτωλοὶ ξύλα, καλάμη, χόρτος, πυρὸς ὑπέκκαυμα.
Οἱ
δίκαιοι σῖτος βασιλείας, οἱ ἁμαρτωλοὶ, ἄχυρα ἀπωλείας.
Οἱ
δίκαιοι σπόρος ἐκλεκτὸς, οἱ ἁμαρτωλοὶ ζιζάνια πυρός.
Οἱ
δίκαιοι ἅλας θεῖον, οἱ ἁμαρτωλοὶ βρῶμος καὶ δυσωδία.
Οἱ
δίκαιοι ναοὶ Θεοῦ ἀμίαντοι·
οἱ
ἁμαρτωλοὶ, ναοὶ δαιμόνων μεμιασμένοι.
Οἱ
δίκαιοι ἐν τῷ νυμφῶνι, οἱ ἁμαρτωλοὶ εἰς χάος ἀπέραντον.
Οἱ
δίκαιοι ἐν φωτοφανείαις, οἱ ἁμαρτωλοὶ ἐν ζόφῳ θυέλλης.
Οἱ
δίκαιοι μετὰ ἀγγέλων, οἱ ἁμαρτωλοὶ μετὰ δαιμόνων.
Οἱ
δίκαιοι σὺν ἀγγέλοις χορεύουσιν, οἱ ἁμαρτωλοὶ μετὰ δαιμόνων θρηνοῦσιν.
Οἱ
δίκαιοι μέσον τοῦ φωτὸς, οἱ ἁμαρτωλοὶ μέσον τοῦ σκότους.
Οἱ
δίκαιοι ὑπὸ τοῦ Παρακλήτου παρακαλοῦνται, οἱ ἁμαρτωλοὶ σὺν τοῖς δαίμοσι τιμωροῦνται.
Οἱ
δίκαιοι παρίστανται τῷ θρόνῳ τῷ ∆εσποτικῷ, οἱ ἁμαρτωλοὶ παρίστανται τῷ ζόφῳ τῷ
τιμωρητικῷ.
Οἱ
δίκαιοι διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Χριστοῦ, οἱ ἁμαρτωλοὶ διαπαντὸς ἵστανται
κατὰ πρόσωπον τοῦ διαβόλου.
Οἱ
δίκαιοι μυοῦνται ἀγγέλοις, οἱ ἁμαρτωλοὶ μυοῦνται δαιμονίοις.
Οἱ
δίκαιοι ἱκεσίαν προσφέρουσιν, οἱ ἁμαρτωλοὶ θρῆνον ἄπαυστον.
Οἱ
δίκαιοι ἄνω, οἱ δὲ ἁμαρτωλοὶ κάτω.
Οἱ
δίκαιοι ἐν οὐρανῷ, οἱ δὲ ἁμαρτωλοὶ ἐν τῇ ἀβύσσῳ.
Οἱ
δίκαιοι εἰς ζωὴν αἰώνιον, οἱ ἁμαρτωλοὶ εἰς θάνατον ἀπωλείας.
Οἱ
δίκαιοι ἐν χειρὶ Θεοῦ, οἱ ἁμαρτωλοὶ ἐν τόπῳ διαβόλου.
Οἱ
δίκαιοι μετὰ τοῦ Θεοῦ, οἱ ἁμαρτωλοὶ μετὰ τοῦ Σατανᾶ.
Οὐαὶ
τοῖς ἁμαρτωλοῖς!
ὅτε
ἀφορίζονται ἀπὸ τῶν δικαίων.
Οὐαὶ
τοῖς ἁμαρτωλοῖς!
ὅτε
γυμνοῦνται αἱ πράξεις αὐτῶν, καὶ αἱ βουλαὶ τῶν καρδιῶν φανεροῦνται.
Οὐαὶ
τοῖς ἁμαρτωλοῖς!
ὅτε
οἱ συδυασμοὶ τοῦ νοὸς ἐλέγχονται, καὶ αἱ συγκαταθέσεις τῶν πονηρῶν λογισμῶν
ζυγοστατοῦνται, καὶ ταλαντεύεται ἡ διάνοια.
ὅτε
μισοῦνται ὑπὸ τῶν ἁγίων ἀγγέλων, καὶ βδελύσσονται ὑπὸ τῶν ἁγίων μαρτύρων.
Οὐαὶ
τοῖς ἁμαρτωλοῖς!
ὅτε
ἐκβάλλονται ἐκ τοῦ νυμφῶνος·
οὐαὶ
τὴν τότε μεταμέλειαν!
οὐαὶ
τὴν τότε θλίψιν!
οὐαὶ
τὴν τότε ἀνάγκην!
οὐαὶ
τὴν τότε καταιγίδα!
ἀργαλεώτερον,
τὸ χωρισθῆναι ἀπὸ τοῦ Θεοῦ·
ἄτιμον,
τὸ δεθῆναι χεῖρας καὶ πόδας, καὶ εἰς τὸ πῦρ βληθῆναι·
θλιβερὸν,
τὸ ἐκπεμφθῆναι εἰς τὸ σκότος τὸ ἐξώτερον·
γνοφερὸν,
τὸ τρύζειν τοὺς ὀδόντας καὶ τήκεσθαι·
βαρὺ,
τὸ ἀπαύστως κολάζεσθαι.
ἀσυμπαθὲς,
τὸ αἰτεῖν ῥανίδα ὕδατος, καὶ μὴ λαμβάνειν.
Πικρὸν,
τὸ ἐν πυρὶ εἶναι, καὶ βοᾷν, καὶ μὴ βοηθεῖσθαι.
ἀσυγχώρητον
τὸ κριτήριον, ἀπροσωπόληπτος ὁ δικαστὴς, ἀπροφάσιστος ἡ ἀπολογία·
κατεστιγμένα
τὰ πρόσωπα τὰ τῶν δυναστῶν, πενιχροὶ οἱ δυνάσται, πτωχοὶ οἱ βασιλεῖς·
ἰδιῶται
οἱ σοφοὶ, μωροὶ καὶ ἄδεκτοι οἱ ῥήτορες·
ἄφρονες
οἱ πλούσιοι, ἀνήκοα τὰ κολακεύματα τῶν πλαστογράφων·
φανεραὶ
αἱ καμπύλαι τῶν ῥᾳδιούργων, τηλαυγεῖς αἱ τροχιαὶ τῶν πλεονεκτῶν·
βρωμώδης
τῶν φιλαργύρων ἡ ὀσμὴ, φανερὰ τῶν ὑποκριτῶν ἡ ὑπουλότης, λινόπληγοι, οἱ ἐπιθέται·
πάντα
γυμνὰ καὶ τετραχηλισμένα ἐνώπιον αὐτῶν.
βέβηλοι,
καὶ ἐναγεῖς, καὶ ἀκάθαρτοί εἰσιν ἐνώπιον τοῦ Θεοῦ.
Πῶς
βρωμοῦσιν αὐτῶν τὰ σώματα ἐκ τῆς λαγνείας καὶ ἀκολασίας!
Πῶς
ἐμόλυναν τὰ σώματα, καὶ ἐμίαναν τὴν ψυχὴν, μὴ φυλάξαντες τὴν στολὴν τοῦ ἁγίου
βαπτίσματος!
Πῶς
ἀναισχύντως καὶ ἀνερυθριάστως τῇ κραιπάλῃ καὶ τῇ μέθῃ, τῆς ἀσωτίας τὴν ὀζοθήκην
τῆς κοιλίας, τὸν ἀσκὸν τῆς γαστρὸς, τῇ αὐταρκείᾳ καὶ ἐγκρατείᾳ μὴ στοιχήσαντες,
ἀλλὰ τὸν πλοῦτον αὐτῶν αὐτὴν ἐμπιστεύσαντες, τρυφηλῶς εἰς τὰς ἡδονὰς ὡς χοῖροι
τῷ βορβόρῳ ἐγκυλινδούμενοι, τὰς ἡμέρας καὶ τὰ ἔτη αὐτῶν ἐδαπάνησαν·
μετεωριζόμενοι
ἐν λογισμοῖς ῥυπαροῖς, καὶ φαύλαις ἐννοίαις, καὶ ἀργολογίαις, καὶ θυμελικοῖς ᾄσμασι!
Πῶς
ἠλλοιώθησαν τὴν καρδίαν αὐτῶν τῇ πωρώσει, εἰς νοῦν μὴ λαβόντες τὴν σύνταξιν τοῦ
Χριστοῦ, καὶ τὴν ἀπόταξιν τοῦ διαβόλου!
Διὰ
δὲ μικρὰν ἡδονὴν, μισητὴν καὶ συχαντὴν, ἀθετήσαντες τὰς τοιαύτας καὶ τηλικαύτας
δωρεὰς, ἐδουλώθησαν πνεύματι πορνείας καὶ μοιχείας.
Οὐαὶ
τοῖς ἑπομένοις ταῖς τοῦ κόσμου συντυχίαις!
Οὐαὶ
τοῖς ἀγαπῶσι τὸ σκότος τῆς ἁμαρτίας!
Οὐαὶ
τοῖς καταλιποῦσι τὸ φῶς τῆς ἀληθείας!
Οὐαὶ
τοῖς περιπατοῦσιν ἐν νυκτὶ τῆς ἁμαρτίας!
Οὐαὶ
τοῖς καταλιμπάνουσι τὴν ἡμέραν τῆς θεογνωσίας!
Οὐαὶ
τοῖς ἐμπεπλησμένοις τῇ κακῇ συνηθείᾳ τοῦ γέλωτος!
Οὐαὶ
τοῖς καλλωπιζομένοις πρὸς τὸ τρῶσαι ψυχὰς εἰς συνουσίαν καὶ λαγνείαν ἀκολασίας ἀκαθάρτου!
ἀληθῶς
ἄγκιστρόν ἐστι τοῦ διαβόλου, οὐ καλλωπισμός·
τοῖς
οὖν ποθοῦσι, καὶ ζητοῦσι, καὶ θέλουσι σωθῆναι, μισητός ἐστιν.
Οὐαὶ
τοῖς παρακροαταῖς, καὶ συμβαλλομάχοις, καὶ ταραχοποιοῖς!
Οὐαὶ
τοῖς ὀμνύουσι διὰ φιληδονίαν.
Οὐαὶ
τοῖς ἐπιόρκοις!
οὐαὶ
τοῖς γαστριμάργοις, ὧν θεὸς, ἡ κοιλία!
Οὐαὶ
τοῖς μεθύουσιν!
ὁ
τοιοῦτος ὑπὸ Θεοῦ ὑψίστου ὑψοῦται, καὶ ὑπὸ ἀγγέλων ἐπαινεῖται, καὶ ἐν τῇ κρίσει
ἐξ εὐωνύμων οὐχ ἵσταται.
ὁ
δὲ ψεύδη ἐνδελεχίζων, φίλος δαιμόνων γίνεται.
ὁ
δὲ οἶνος, θυμὸς δρακόντων, καὶ ἡ πῶσις ἰὸς ἀσπίδος ἀνίατος.
οἱ
δὲ ἐῤῥυπωμένοι τὸν νοῦν, ἐνοπτρίζονται τὸν διάβολον.
ἀλλ'
ὡς καταφρονηταὶ τῶν ἐντολῶν τοῦ Θεοῦ κολάζονται.
ὡς
Ἀμμὼν ὁ τοῦ Ἰσραὴλ βασιλεὺς, ὁ καὶ τὸν Θεὸν παροργίσας διὰ τοὺς πονηροὺς αὐτοῦ
λογισμοὺς, καὶ τὰς βεβήλους αὐτοῦ ἐννοίας.
καὶ
ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία, καὶ τὴν σήμερον ἀπώλεσαν, τὸ σῶμα φθείραντες
καὶ μιάναντες, καὶ τὴν ψυχὴν μολύναντες, καὶ τὸν νοῦν ζοφώσαντες, καὶ τὴν
διάνοιαν θολώσαντες, καὶ τὴν συνείδησιν βορβορώσαντες·
τὴν
δὲ αὔριον ἐκλάπησαν·
οἱ
δὲ αἰχμαλωτισθέντες, δουλεύουσι τῇ κακῇ συνηθείᾳ, ἄκοντες καὶ μὴ βουλόμενοι.
οὐκ
ἔστι γὰρ κτίσις ἀφανὴς τῷ κρίνοντι, ἀλλὰ πάντα γυμνὰ, καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς
αὐτοῦ.
ταπεινώσωμεν
λογισμοὺς κενοδόξους, ἐπαναστῶμεν τῷ διαβόλῳ πρὸς μάχην, ὀμματώσωμεν εἰς νῆψιν
τὴν διάνοιαν, κοιμήσωμεν λογισμοὺς ἁμαρτίας·
κτησώμεθα προσευχὴν ἀρέμβαστον, νοῦν νήφοντα, διάνοιαν διεγηγερμένην, συνείδησιν ἀθόλωτον, ἐγκράτειαν ἀτελεύτητον, νηστείαν ἀνυπόκριτον, ἀγάπην ἀπροσωπόληπτον, ἁγνείαν ἀνόθευτον, σωφροσύνην ἀμίαντον, ταπείνωσιν ἀνύπουλον, ψαλμῳδίαν ἄπαυστον, ἀνάγνωσιν ἀκενόδοξον, γουνυκλισίαν ἀνυπερήφανον, δέησιν διηνεκῆ, βίον καθαρὸν, λόγον ἀληθῆ, ξενοδοχίαν ἀγόγγυστον, ὑπομονὴν εὐχάριστον, ἐλεημοσύνην ἀνεξέταστον· τὴν ὀξυχολίαν ἐξοστρακίσωμεν, τὴν ὀργὴν ἐκδιώξωμεν, τὴν ἀκηδίαν ἐξεπώσωμεν, τὸν θυμὸν ἀποκτείνωμεν, τὴν λύπην μαράνωμεν, τὴν φιλαργυρίαν ξηράνωμεν.
θάνατος
γὰρ κυρίως, οὐχὶ ὁ χωρίζων τὴν ψυχὴν ἀπὸ τοῦ σώματος, ἀλλ' ὁ χωρίζων ψυχὴν ἀπὸ
τοῦ Θεοῦ.
κενοδοξίᾳ
καὶ γαστριμαργίᾳ βοθρίσας, ἐδραξάμην αὐτῶν τῆς κόμης τῶν ἀρετῶν, καὶ σκελίσας
ταῖς ἐπιθυμίαις, καὶ γαργαλίσας τῇ οἰνοποσίᾳ, ὠθίσας ἔῤῥιψα εἰς βόθρον
πορνείας·
ἐὰν
γὰρ τὸν φόβον ἔχωμεν ἐν τῇ καρδίᾳ, καὶ τὴν μνήμην τοῦ θανάτου ἐν τῇ ψυχῇ
περιφέρωμεν, πάντες οἱ δαίμονες καθ' ἡμῶν ὁπλίζονται·
ἀλλ'
ὥσπερ κριοκρούοντες, ὡς τεῖχος ἡμᾶς εὑρήσουσι·
διὰ
τὸ εἶναι τὸν Κύριον ἡμῶν μεθ' ἡμῶν·
ὅτι
αὐτῷ πρέπει δόξα, τιμὴ καὶ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου