Λόγος εἰς τὰ βαΐα - Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου
Ἤδη τῆς δεσποτικῆς πανηγύρεως προλάμπει τὰ χαρίσματα, ἤδη τῆς πανευφήμου ἑορτῆς προτρέχει τὰ μηνύματα, ἤδη τῆς καθολικῆς ἀναστάσεως ἀρραβῶνα δεξάμενος Λάζαρος τῷ κυρίῳ συνανάκειται, ἤδη τῆς δωρεᾶς τὸ μυστήριον τοὺς τῷ βαπτίσματι προστρέχοντας εὐωδιάζει, ἤδη ὁ πιστεύσας λαὸς εἰς ὑπάντησιν τῷ κυρίῳ προσδραμὼν βοᾷ λέγων, καθὼς ἀρτίως ἤκουες·
Ὡσαννὰ ἐν τοῖς ὑψίστοις,
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου,
βασιλεὺς τοῦ Ἰσραήλ.
Εὐλογημένος ὁ ἐρχόμενος, ὁ ἀεὶ ἐρχόμενος καὶ ὢν μεθ' ἡμῶν καὶ ἔξω τῶν πιστῶν
μηδαμῶς γινόμενος.