Πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος ζῶν - Ἅγιος Ἰωάννης
Χρυσόστομος
Προτρέπεται καὶ κόλπος βύθιος ἁλιέα, ὅταν τὸ δίκτυον ῥίψας,
καὶ πολλὴν τῶν ἐναλίων ἄγραν περιλαβὼν, κάμνουσαν τῷ φόρτῳ τὴν σαγήνην ἐφέλκηται·
καὶ θηρατὴν ὕλη θηροτρόφος, ὅταν ὄρη διερευνήσας, καὶ κορυφὴν
κατάκομον ἀναπτύξας, μετὰ λαμπρᾶς καὶ πλουσίας ἐπανέλθῃ τῆς ἄγρας.
Εἰ δὲ τοῖς περὶ κέρδη καὶ θήραν ἐπτοημένοις γλυκὺς ὁ περὶ ταῦτα
πόνος ὑπάρχει,
πόσῳ μᾶλλον τοῖς τῶν ἐκκλησιαστικῶν ἁλιεῦσι κόλπων,
οἷς τὸ κέρδος οὐχ ἡμερινὸν, οὐδὲ πρόσγειον,
ἀλλ' αὐτὴ τῶν οὐρανῶν ἡ βασιλεία καθέστηκε;
Άνθρωπος - Απάνθρωπος
Φέρε οὖν, ἀγαπητὲ,
∆αυϊδικῆς κιθάρας τὸ ψαλμικὸν ἀνακρούσωμεν μέλος,
καὶ κατὰ τοῦ ∆αυῒδ τὴν ἀνθρωπίνην εὐτέλειαν στηλιτεύσαντες,
εἴπωμεν·