Εἰς τὸν εὐαγγελισμὸν τῆς Θεοτόκου, καὶ κατὰ Ἀρείου δυσσεβοῦς ΚΑΙ ΚΑΤΑ ΠΑΣΩΝ ΤΩΝ ΝΕΟΦΑΝΕΝΤΩΝ ΑΙΡΕΣΕΩΝ- Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου
Τῇ προτέρᾳ Κυριακῇ τὴν ὀρθόδοξον ταύτην Ἐκκλησίαν οὐράνιον
χορείαν ἐκάλεσεν ὁ τῆς ἀκτίστου Τριάδος μύστης καὶ ἐξηγητὴς, ὁ μέγας Βασίλειος,
ὁ θεοδίδακτος ῥήτωρ, ὁ τῆς ἀληθείας συνήγορος, ὁ γενναῖος τοῦ ψεύδους κατήγορος,
ὁ τῆς Ἀρειανικῆς μανίας τὴν λύσσαν θριαμβεύσας, ὡς ἔπρεπεν, ὁ τῷ βίῳ πρὸ τῆς
γλώσσης λαλῶν, καὶ τῷ λόγῳ μετὰ τῆς πολιτείας βοῶν, ὁ τῆς πόλεως ταύτης
γνωριμώτατος κόσμος, ὁ τῆς Ἐκκλησίας ἀστὴρ, ὁ τοῖς ἐχθροῖς τῆς εὐσεβείας, ὥσπερ
λύκοις, ὡς γενναῖος στρατιώτης παραταττόμενος, καὶ τῇ γλώττῃ, καθάπερ σφενδόνῃ,
χρώμενος κατὰ τῶν ἀσεβῶν·
ὁ τῆς ποίμνης ταύτης ἄγρυπνος φύλαξ, καὶ τῆς ἁγίας μάνδρας
πάνσοφος τειχιστής.
Καὶ καθάπερ ἡ ἐπὶ τοῦ Νῶε περιστερὰ τὸν κλάδον τῆς ἐλαίας ἐπὶ
τοῦ στόματος φυλάξας ἀειθαλῆ, καὶ τοῦτον ἔγκαρπον κομίσας ἡμῖν·