xristianorthodoxipisti.blogspot.gr ΟΡΘΟΔΟΞΑ ΚΕΙΜΕΝΑ / ΑΡΘΡΑ
Εθνικά - Κοινωνικά - Ιστορικά θέματα
Ε-mail: teldoum@yahoo.gr FB: https://www.facebook.com/telemachos.doumanes

«...τῇ γαρ χάριτί ἐστε σεσωσμένοι διά τῆς πίστεως· και τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον, οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται. αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ ᾿Ιησοῦ ἐπι ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεός ἵνα ἐν αὐτοῖς περιπατήσωμεν...» (Εφεσίους β’ 8-10)

«...Πολλοί εσμέν οι λέγοντες, ολίγοι δε οι ποιούντες. αλλ’ούν τον λόγον του Θεού ουδείς ώφειλε νοθεύειν διά την ιδίαν αμέλειαν, αλλ’ ομολογείν μεν την εαυτού ασθένειαν, μη αποκρύπτειν δε την του Θεού αλήθειαν, ίνα μή υπόδικοι γενώμεθα, μετά της των εντολών παραβάσεως, και της του λόγου του Θεού παρεξηγήσεως...» (Άγιος Μάξιμος ο Ομολογητής p.g.90,1069.360)

Εἰς τὸν εὐαγγελισμὸν τῆς Θεοτόκου, καὶ κατὰ Ἀρείου δυσσεβοῦς ΚΑΙ ΚΑΤΑ ΠΑΣΩΝ ΤΩΝ ΝΕΟΦΑΝΕΝΤΩΝ ΑΙΡΕΣΕΩΝ- Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου

Εἰς τὸν εὐαγγελισμὸν τῆς Θεοτόκου, καὶ κατὰ Ἀρείου δυσσεβοῦς ΚΑΙ ΚΑΤΑ ΠΑΣΩΝ ΤΩΝ ΝΕΟΦΑΝΕΝΤΩΝ ΑΙΡΕΣΕΩΝ- Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου

Τῇ προτέρᾳ Κυριακῇ τὴν ὀρθόδοξον ταύτην Ἐκκλησίαν οὐράνιον χορείαν ἐκάλεσεν ὁ τῆς ἀκτίστου Τριάδος μύστης καὶ ἐξηγητὴς, ὁ μέγας Βασίλειος, ὁ θεοδίδακτος ῥήτωρ, ὁ τῆς ἀληθείας συνήγορος, ὁ γενναῖος τοῦ ψεύδους κατήγορος, ὁ τῆς Ἀρειανικῆς μανίας τὴν λύσσαν θριαμβεύσας, ὡς ἔπρεπεν, ὁ τῷ βίῳ πρὸ τῆς γλώσσης λαλῶν, καὶ τῷ λόγῳ μετὰ τῆς πολιτείας βοῶν, ὁ τῆς πόλεως ταύτης γνωριμώτατος κόσμος, ὁ τῆς Ἐκκλησίας ἀστὴρ, ὁ τοῖς ἐχθροῖς τῆς εὐσεβείας, ὥσπερ λύκοις, ὡς γενναῖος στρατιώτης παραταττόμενος, καὶ τῇ γλώττῃ, καθάπερ σφενδόνῃ, χρώμενος κατὰ τῶν ἀσεβῶν·
ὁ τῆς ποίμνης ταύτης ἄγρυπνος φύλαξ, καὶ τῆς ἁγίας μάνδρας πάνσοφος τειχιστής.

Καὶ καθάπερ ἡ ἐπὶ τοῦ Νῶε περιστερὰ τὸν κλάδον τῆς ἐλαίας ἐπὶ τοῦ στόματος φυλάξας ἀειθαλῆ, καὶ τοῦτον ἔγκαρπον κομίσας ἡμῖν·

οὕτω καὶ οὗτος ἐδάνεισε τῇ πρὸ ταύτης Κυριακῇ τὴν ἑαυτοῦ γλῶτταν τῷ πνεύματι, καὶ τοῖς θείοις αὐτοῦ ῥήμασι τὸν Ἄρειον κατετόξευσε, τὴν ἐκείνου βλασφημίαν τῆς τοῦ διαβόλου διδασκαλίας ὑπάρχουσαν.
Ἔδειξεν ἐν τῷ μέσῳ τῶν προβάτων τὸν λύκον, ὡς ἀρνίον καλυπτόμενον τῷ κωδίῳ τοῦ Χριστιανισμοῦ·
καὶ περιελὼν αὐτοῦ τὸ ἔνδυμα τῆς ὑποκρίσεως, ὡς λύκον ἅρπαγα τοῦτον ἐστηλίτευσε, καὶ τὸ νομιζόμενον πρόβατον εἶναι, τοῖς προφητικοῖς καὶ ἀποστολικοῖς λόγοις, ὡς λίθοις, χρησάμενος, τὸν θῆρα κατέλευσε.
Καὶ καθάπερ ∆αυῒδ τὸν Γολιὰθ καταβαλὼν, τὴν ἐκείνου μάχαιραν εὗρε χρησιμεύουσαν αὐτῷ πρὸς τὴν τοῦ πολεμίου σφαγήν·
οὕτω καὶ τῆς ἡμετέρας παρατάξεως ὁ νέος ∆αυῒδ, τοῖς ὅπλοις τοῦ Ἀρείου τὸν Ἄρειον κατεκέντησεν.
Ὑπέγραψε τῷ λόγῳ, πῶς ὁ Θεὸς καὶ Πατὴρ, ἄχρονος ἦν τοῦ Λόγου Πατήρ·
πῶς συναΐδιος ὁ Υἱὸς τῷ Πατρί·
πῶς ὁμοούσιος, οὐχ ἑτεροούσιος·
πῶς συνεργὸς, ἀλλ' οὐχ ὑπουργός·
πῶς ποιητὴς, ἀλλ' οὐχὶ ποίημα·
πῶς ∆εσπότης, οὐ δοῦλος·
πῶς ἀπαύγασμα τῆς δόξης τοῦ Πατρὸς καὶ χαρακτὴρ τῆς ὑποστάσεως·
πῶς Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος·
πῶς ὁ Λόγος σὰρξ ἐγένετο μὴ τραπεὶς, σὰρξ ἐγένετο μὴ μεταβληθεὶς, σὰρξ ἐγένετο μὴ ἀλλοιωθεὶς, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, σκηνὴν ἀχώριστον τῆς ἑαυτοῦ θεότητος τὴν ἡμετέραν φύσιν κατασκευάσας αὐτὸς ἑαυτῷ.
Οὕτως οὖν οὗτος ὁ κήρυξ τῆς ἀληθείας ἐκήρυξεν·
αὐτὸν γὰρ εἶχε τὸν Χριστὸν δι' αὐτοῦ μὲν φθεγγόμενον·
παρὰ δὲ τῶν Ἀρειανῶν βλασφημούμενον.
Τούτου χάριν οὐρανόθεν μὲν αὐτὸν ἀοράτως εὐφήμουν οἱ ἄγγελοι, ὡς τὴν παρ' αὐτῶν προσκυνουμένην ὁμοούσιον Τριάδα καλῶς ἐπὶ τῆς γῆς ἀνυμνοῦντα, καὶ δοξολογεῖσθαι διδάσκοντα·
ὑμεῖς δὲ κάτωθεν τοῖς δικαίοις κρότοις ἐπισκιρτῶντες ἠγάλλεσθε, καὶ τὸν μιμητὴν τῶν ἀποστόλων ἄξιον τῶν ἀποστόλων ἀνηγορεύσατε, ὡς τοῦ Πέτρου τὴν μακαρισθεῖσαν ὁμολογίαν τῇ γλώττῃ πηγάζοντα, ὡς τοῦ Παύλου τὸν ζῆλον τοῖς χείλεσιν ἐκπυρσεύοντα·
καὶ μακαρίαν εἰκότως ἀπεκαλεῖτε τὴν Ἐκκλησίαν τοιοῦτον κεκτημένην κειμήλιον·
καὶ γάρ ἐστι μακαρία ὄντως τοιοῦτον ἔχουσα θησαυρόν.

Ταῦτα μὲν οὖν κατ' ἐκείνην τὴν ἡμέραν γεγένηται.
Ἐγὼ δὲ σήμερον ὑμῖν ὑπανοῖξαι βούλομαι τὰ προπύλαια τῆς ἐνανθρωπήσεως τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ἵνα κατοπτεύσητε, πῶς ὁ Θεὸς Λόγος ὁμοούσιος ὢν τῷ Πατρὶ, λαβὼν τὴν ἡμετέραν οὐσίαν, ὁμοούσιος γενέσθαι καὶ τοῖς δούλοις ἠθέλησε·
πῶς ὁ ὑψηλὸς ἐπέκλινεν ἑαυτὸν οὐρανόθεν πρὸς τὴν ἡμετέραν ταπείνωσιν·
πῶς ὁ πλούσιος τὴν πτωχὴν ἡμῶν ἀπαρχὴν περιέθετο·
πῶς ὁ ἀπροσδεὴς ἔλαβεν ὅπερ ἔπλασεν, οὐ δεόμενος·
πῶς ὁ ποιητὴς τὸ ἑαυτοῦ ποίημα περιέσφιγξε·
πῶς μείνας Θεὸς ἐγένετο καὶ ἄνθρωπος ὁ φιλάνθρωπος·
πῶς ὁ τῆς δικαιοσύνης Ἥλιος ἀνάψας ἐν ἑαυτῷ τὸν λύχνον τοῦ σώματος, περιῄει πανταχοῦ ζητῶν τὴν ἀπολλυμένην δραχμήν·
πῶς ὁ ποιμὴν ὁ καλὸς τῇ δορᾷ τοῦ προβάτου τὴν οἰκείαν καλύψας θεότητα περιέτρεχε, καλῶν πρὸς ἑαυτὸν τὰ πλανώμενα πρόβατα, καὶ λέγων πρὸς ἕκαστον, Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός.
Ἀναγκαῖον δὲ ἡμᾶς εἰπεῖν καὶ τὴν σήμερον ἐν ταῖς Ἐκκλησίαις κηρυχθεῖσαν τῶν ἁγίων Εὐαγγελίων φωνήν·
Τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἀρχάγγελος Γαβριὴλ ὑπὸ τοῦ Θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας, ᾗ ὄνομα Ναζαρὲτ, πρὸς παρθένον μεμνηστευμένην ἀνδρὶ ᾧ ὄνομα Ἰωσὴφ, ἐξ οἴκου καὶ πατριᾶς ∆αυΐδ·
καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ.
Καὶ εἰσελθὼν ὁ ἄγγελος πρὸς αὐτὴν εἶπε·
Χαῖρε κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ·
εὐλογημένη σὺ ἐν γυναιξί.
Τῷ μηνὶ τῷ ἕκτῳ, ἤδη τοῦ Ζαχαρίου διὰ τὴν ἀπιστίαν τῇ ἀφωνίᾳ κατακριθέντος, ἤδη τῆς Ἐλισάβετ βλαστησάσης τὸν ἀπροσδόκητον κλάδον, ἤδη τοῦ Βαπτιστοῦ Ἰωάννου χρόνον ἑξαμηνιαῖον ἔχοντος ἐν τῷ τῆς κοιλίας δεσμωτηρίῳ, ἤδη τοῦ προδρόμου προευτρεπισθέντος ἐν τοῖς τῆς στειρώσεως τόποις, ἤδη τοῦ λύχνου λάμποντος ἐν τοῖς σκοτεινοῖς τόποις τῆς γαστρὸς, ἀπεστάλη ὑπὸ τοῦ Ἡλίου τῆς δικαιοσύνης ὁ ἄγγελος Γαβριήλ.
Ἄπελθε, φησὶν, εἰς τὴν πόλιν τῆς Γαλιλαίας τὴν Ναζαρὲτ, πρὸς τὴν παρθένον Μαριὰμ τὴν μεμνηστευμένην τῷ τέκτονι Ἰωσήφ·
ἐγὼ γὰρ, ὁ τέκτων τῆς ὅλης κτίσεως, τὴν παρθένον ταύτην ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων μεμνήστευμαι.
Προμήνυσον αὐτῇ τὴν ἐμὴν πρὸς αὐτὴν ἀτάραχον παρουσίαν, ἵνα μὴ χωρὶς προγνώσεως ὑποδεξαμένη με ἡ παρθένος θορυβηθῇ·
προδίδαξον αὐτὴν τὴν ἐμὴν φιλανθρωπίαν, δι' ἢν ἐξ αὐτῆς βούλομαι προελθεῖν εἰς τὸν κόσμον ὡς ἄνθρωπος, ἵνα προμαθοῦσα τὸ οἰκονομούμενον, εἰς τὸ τελούμενον μὴ θαμβηθῇ·
προκήρυξον τὴν οἰκονομίαν, ἵνα μὴ θεασαμένη τῆς γαστρὸς αὐτῆς τὸν ὄγκον ἐξαίφνης ὑψούμενον ταραχθῇ.
Ἤδη τῷ δρόμῳ τὴν πορείαν ἐξάνυσον·
ἐκεῖ γάρ με εὑρήσεις ὅπου πέμπω σε νῦν·
ἐκεῖ σε προφθάνω μένων ἐνταῦθα.
Ἐγὼ καὶ πρὸ σοῦ καὶ μετὰ σὲ εἰσέρχομαι πρὸς αὐτήν·
σὺ κόμισον τὰ τῆς ἐμῆς ἀφίξεως εὐαγγέλια, κἀγὼ παραγενόμενος ἀοράτως, τοῖς ἔργοις τὴν σὴν σφραγίσω φωνήν.
Θέλω γὰρ ἐν τῇ παρθενικῇ νηδύϊ τῶν ἀνθρώπων ἀνανεῶσαι τὸ γένος·
θέλω συγκαταβατικῶς ἀναχωνεῦσαι, ἢν ἔπλασα εἰκόνα·
θέλω καινῇ πλάσει θεραπεῦσαι τὴν ἀρχαίαν διάπλασιν.
Ἐκ παρθένου γῆς ἔπλασα τὸν πρωτόπλαστον ἄνθρωπον·
ἐκεῖνον δὲ λαβὼν ὁ διάβολος ὡς ἐχθρὸν περιέσυρε καὶ κατέβαλε, καὶ τῆς ἐμῆς εἰκόνος πεσούσης κατέπαιξε.

Βούλομαι νῦν ἐγὼ ἐκ τῆς παρθένου γῆς ἐμαυτῷ περιπῆξαι νέον Ἀδὰμ, ἵνα καὶ ἡ φύσις ὑπὲρ ἑαυτῆς εὐπροσώπως ἀπολογήσηται, καὶ νομίμως στεφανωθῇ κατὰ τοῦ καταβάλλοντος αὐτὴν, καὶ ὁ πολέμιος εὐλόγως καταισχυνθῇ.
Ὢ συγκαταβάσεως ἀμέτρητον πέλαγος! ὢ θείας φιλανθρωπίας ἄπειρον ὕψος·
οὐκ ἀπέστειλε πολλοὺς ἀγγέλους, ἢ προδρόμους πολλοὺς ὁ βασιλεύς·
οὐκ ἐκίνησεν ὁ δημιουργὸς τὰ στρατόπεδα τῶν ἀσωμάτων δυνάμεων, ἀλλ' ἕνα μόνον ἄγγελον, προάγγελον γενέσθαι τῆς αὐτοῦ παρουσίας ἐκέλευσεν, ἵνα διὰ τῆς τοῦ ἑνὸς διδασκαλίας προασφαλίσηται τὴν μέλλουσαν αὐτὸν ὑποδέχεσθαι μητέρα.
Παρεγένετο τοίνυν πρὸς τὴν παρθένον Μαριὰμ ὁ ἄγγελος, καὶ εἰσελθὼν πρὸς αὐτὴν εἶπε·
Χαῖρε κεχαριτωμένη.
Προσηγόρευσε τὴν σύνδουλον ὡς δέσποιναν, ὡς ἤδη γεγενημένην τοῦ ∆εσπότου μητέρα.
Χαῖρε κεχαριτωμένη.
Ἡ σὴ πρόγονος Εὔα παραβᾶσα τὸν νόμον, ἀπόφασιν ἔλαβεν ἐν λύπαις τέξειν τέκνα·
σοὶ δὲ πρέπει τοῦ χαίρειν ἡ πρόσρησις·
ἐκείνη τὸν Κάϊν ἔτεκε, φθόνον καὶ φόνον γεννήσασα·
σὺ δὲ γεννήσεις υἱὸν ζωὴν καὶ ἀφθαρσίαν παρέχοντα πᾶσι.
Χαῖρε τοίνυν καὶ χόρευε·
χαῖρε καὶ καταπάτει τὴν τοῦ ὄφεως κεφαλήν·
Χαῖρε κεχαριτωμένη.
Πέπαυται γὰρ ἡ κατάρα, κατήργηται ἡ φθορὰ, μεμάρανται τὰ στυγνὰ, ἀνθεῖ τὰ φαιδρὰ, πάρεστι τὸ πάλαι παρὰ τῶν προφητῶν κηρυττόμενον ἀγαθόν.
Σὲ τὸ Πνεῦμα τὸ ἅγιον ὑπεδείκνυε λέγον διὰ τῆς Ἡσαΐου γλώττης·
Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱόν.
Ἡ παρθένος ἐκείνη σὺ εἶ.
Χαῖρε τοίνυν κεχαριτωμένη·
ἤρεσας τῷ ∆ημιουργῷ, ἤρεσας τῷ Ποιητῇ, ἤρεσας τῷ Κτίστῃ, ἤρεσας τῷ τερπομένῳ τοῖς κάλλεσι τῶν ψυχῶν·
εὗρες νυμφίον φυλάττοντά σου τὴν παρθενίαν, οὐ φθείροντα·
εὗρες νυμφίον ἐκ πολλῆς φιλανθρωπίας υἱόν σου γενέσθαι βουλόμενον.
Ὁ Κύριος μετὰ σοῦ, καὶ ἐν σοὶ ὁ πανταχοῦ, καὶ μετὰ σοῦ καὶ ἐκ σοῦ·
ἐν οὐρανῷ ὁ ∆εσπότης, ἐν βυθῷ ὁ Ὕψιστος, ἐν πάσῃ τῇ κτίσει ὁ ∆ημιουργός·
ὁ Κτίστης ἐπὶ τῶν Χερουβὶμ, ὁ ἡνίοχος ἐπὶ τῶν Σεραφὶμ, ὁ Υἱὸς ἐν τοῖς κόλποις τοῦ Πατρὸς, ὁ Μονογενὴς ἐν τοῖς κόλποις τοῖς σοῖς, ὁ Κύριος, ὡς οἶδεν αὐτὸς, ὅλος πανταχοῦ, ὅλος ἐν σοί.
Εὐλογημένη σὺ ἐν γυναιξὶν, ὅτι πασῶν ὁμοῦ τῶν παρθένων νῦν προκέκρισαι·
ὅτι κατηξιώθης ξενοδοχῆσαι τοιοῦτον ∆εσπότην·
ὅτι τὸν ἀχώρητον βουληθέντα κεχώρηκας·
ὅτι τὸν πάντα πληροῦντα προσδέδεξαι·
ὅτι τῆς θείας οἰκονομίας γέγονας ἐργαστήριον καθαρώτατον·
ὅτι τῆς εἰς τὸν βίον εἰσόδου τοῦ βασιλέως ἡμῶν πέφηνας ἄξιον ὄχημα·
ὅτι τοῦ πνευματικοῦ μαργαρίτου θησαυρὸς ἀναδέδειξαι.
Εὐλογημένη σὺ ἐν γυναιξί.

Τούτων ἀκούσασα τῶν λόγων ἡ παναγία παρθένος, καὶ θεασαμένη μορφὴν ἀγγελικὴν καὶ φωνὴν, ἐλογίσατο καθ' ἑαυτὴν [λέγουσα], Ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος;
ἆρα τί βούλεται τοῦτο τὸ πρόσφθεγμα;
ἆρα τί μοι προσημαίνει ταῦτα τὰ ῥήματα;
Ἐμὲ ἐν πρώτοις προσηγόρευσεν ἄγγελος, τίνα οὖσαν, ἢ ποίας ἀξίας τυγχάνουσαν;
ἐγὼ κεχαριτωμένη;
πόθεν, ἢ διὰ τί;
ὁ Κύριος μετ' ἐμοῦ;
μετὰ τίνος γὰρ τῶν φοβουμένων αὐτὸν οὐκ ἔστιν ὁ Κύριος;
ἐγὼ εὐλογημένη ἐν γυναιξίν;
ἆρα τίνος χάριν, ἢ διὰ τί, καὶ πῶς;
ἆρα ποῖον προκηρύττει δῶρον οὗτος ὁ λόγος;
ἆρα ποῖον προμηνύει θαῦμα τοῦτο τὸ ῥῆμα;
Οὕτω δὲ ταραττομένην αὐτὴν ὁ ἄγγελος θεασάμενος λέγει πρὸς αὐτήν·
Μὴ φοβοῦ, Μαριάμ·
μὴ γὰρ, ἵνα θορυβηθῇς, ἠσπασάμην σε·
ἵνα πανηγυρίσῃς, προσηνῶς σοι διαλέγομαι.
Μὴ τοίνυν ἔχε κατὰ τὴν ψυχὴν τάραχον, τὴν εἰρήνην τῆς οἰκουμένης κεκτημένη μεθ' ἑαυτῆς.
Μὴ φοβοῦ, Μαριάμ·
εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ.
Ὑπὲρ τὴν κτίσιν ἐκαλλωπίσθης, ὑπὲρ τοὺς οὐρανοὺς ἐφαιδρύνθης, ὑπὲρ τὸν ἥλιον ἔλαμψας, ὑπὲρ τοὺς ἀγγέλους ὑψώθης·
οὐκ ἀνελήφθης εἰς οὐρανοὺς, ἀλλ' ἐπὶ τῆς γῆς ἱσταμένη, τὸν οὐράνιον ∆εσπότην καὶ βασιλέα τῶν ἁπάντων ἐπεσπάσω πρὸς ἑαυτήν.
Καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρί.
Προέφθασε τὸν ἐμὸν λόγον τὸ ἔργον·
ὀξυτέρα τῆς ἐμῆς φωνῆς ἡ μυστικὴ σύλληψις γέγονεν·
αὐτὸν ἔνδον ἔχεις ἐν τῇ κοιλίᾳ σου τὸν τῶν ὅλων δημιουργὸν Κύριον, ἐκ τῆς ἁγίας σου καὶ ἀχράντου σαρκὸς ἀπόνως οἰκοδομοῦντα τῆς ἁγίας αὐτοῦ σαρκὸς τὸν ναόν·
αὐτὸν ἔνδον ἔχεις τὸν ζωγράφον τῆς φύσεως, τὴν οἰκείαν εἰκόνα παλαιωθεῖσαν ἀναζωγραφοῦντα τῇ χάριτι.
Ἰδοὺ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν·
οὗτος ἔσται μέγας.
Μέγας μὲν γάρ ἐστι τῇ θεότητι, ἔσται δὲ μέγας καὶ τῇ ἀνθρωπότητι.
Καὶ Υἱὸς Ὑψίστου κληθήσεται·
καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον ∆αυῒδ τοῦ πατρὸς αὐτοῦ.
Ὤμοσε γὰρ ἀλήθειαν τῷ ∆αυῒδ, καὶ οὐ μὴ ἀθετήσει αὐτήν.

Ποίαν δὲ αὐτῷ ἀλήθειαν ὤμοσεν;
Ἐκ καρποῦ τῆς ὀσφύος σου, φησὶ, θήσομαι ἐπὶ τοῦ θρόνου σου.
Ἐκεῖνο, ὁ ὅρκος λαμβάνει πέρας ἐν τῷ παρόντι καιρῷ.
Καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.
Οὐδεὶς τούτου τοῦ βασιλέως ἀνώτερος, καὶ οὐδεμία τις ἄλλη μακαριωτέρα σοῦ τῆς τικτούσης αὐτόν.
Εἶπε δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον·
Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;
Ἰωσὴφ μνηστήρ ἐστιν ἐμὸς, οὐκ ἀνήρ·
μέχρι γὰρ τῶν ἀῤῥαβώνων αἱ περὶ τοῦ γάμου συνθῆκαι προέβησαν·
πῶς οὖν χωρὶς γάμου ἔσται μοι ἡ σύλληψις;
πῶς χωρὶς φυτουργοῦ βλαστήσω καρπόν;
ἐπ' ἐμοῦ πρώτης ὁ δρόμος τῆς φύσεως ἐναλλάττεται;
ἐπ' ἐμοῦ πρώτης ὁ νόμος τῆς κυήσεως μεταγράφεται;
ἐπ' ἐμοῦ μόνης ξένη τρίβος παιδοποιίας εὑρίσκεται;
ἐπ' ἐμοῦ μόνης τὰ ἀρχαῖα τῆς γονῆς ἔθη νεωτερίζεται;
∆ίδαξόν με φανερῶς, ὦ ἄγγελε, τῶν λόγων τὸ αἴνιγμα, διήγησαί μοι τῶν ῥημάτων τὸν τρόπον, ἑρμήνευσόν μοι τῶν καλῶν σου εὐαγγελίων τὴν δύναμιν, χειραγώγησόν με πρὸς τὴν ξένην λοχείαν, ἵνα μάθω κατὰ μικρὸν ὃ μέλλω τίκτειν μυστήριον, μάθω πῶς τὰ ἀδύνατα γενήσεται δυνατὰ, μάθω πῶς τὰ ἀμήχανα τυγχάνει τινὸς μηχανῆς, μάθω πῶς τὰ ἄπορα πόνον εὑρεῖν δεδύνηται, ἀκούσω πῶς τὴν φύσιν ἡ χάρις ἐπὶ τὸ κρεῖττον καινοτομεῖ, ἢ πῶς ἡ φύσις δουλεύει τῇ χάριτι.
Καὶ ἀποκριθεὶς ὁ ἄγγελος, εἶπεν αὐτῇ·
Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ.
Ἔμαθες τὸν τεχνίτην, μὴ περιεργάσῃ τὸν τρόπον·
ἔμαθες τὸν πλάστην, μὴ περιεργάσῃ τὸ ποίημα·
ἤκουσας περὶ τοῦ ἁγίου Πνεύματος, αὐτῷ λοιπὸν τῷ Πνεύματι τὴν ἐργασίαν κατάλιπε.
Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι.

Τοῦτο μόνον ἐκελεύσθην σοι προσειπεῖν, ὅτι γεννήσεις υἱόν·
πῶς δὲ γεννήσεις, αὐτός σε διδάξει σαφῶς ὁ τικτόμενος παρὰ σοῦ.
Ἐγὼ τὸν λόγον ὡς δοῦλος ἐκόμισα·
αὐτὸς ὁ ∆εσπότης τὸ ἔργον προσθήσει, ὃς καὶ τὸν τρόπον ἐπίσταται·
ἐγὼ διάκονός εἰμι βασιλικῶν προσταγμάτων, οὐχ ἑρμηνευτὴς θεϊκῶν βουλευμάτων·
οὐ τολμῶ διδάξαι σε ἃ μὴ μεμάθηκα, οὐ τολμῶ ἑρμηνεῦσαι ἃ μὴ παρέλαβον, οὐ τολμῶ δημοσιεῦσαι τοῦ μυστηρίου τὸ πρᾶγμα, οὐκ ἰσχύω διασαφηνίσαι τὸ εὐαγγέλιον.
Τὸ θαῦμα βοῶ, τὸν δὲ τρόπον εἰπεῖν ἀτονῶ·
οὐ ζητῶ τὰ πᾶσαν ζήτησιν ὑπερβαίνοντα, οὐ διώκω τὰ ἀκατάληπτα, οὐ πολυπραγμονῶ τὰ ὑπὲρ ἐμὲ, οὐ λογοθετῶ τὴν ὑπὲρ λόγον χάριν, οὐ λεπτολογῶ τὴν ἀνεκδιήγητον γέννησιν.
Ὄντως ὑπὲρ νοῦν ἡ πνευματικὴ σύλληψις, ὑπὲρ λόγον ἡ παράδοξος κύησις καὶ ὑπὲρ διήγησιν ὁ σωτήριος τόκος.
Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ.
Οἶδε τί ἐργάζεται τὸ Πνεῦμα τὸ ἅγιον·
οἶδεν ὁ Υἱὸς, πῶς ἑαυτῷ κατασκευάζει τὸ πνευματικὸν οἰκητήριον.
Οὐ γὰρ δουλεύει φύσεως νόμοις ὁ τῆς φύσεως ποιητής·
αὐτὸς μόνος ἔχει τὸ βούλευμα·
αὐτὸς, ὡς βούλεται, περιβάλλεται τὴν τοῦ δούλου μορφήν.
Οἶδεν ὁ Πατὴρ τὴν τοῦ μονογενοῦς Υἱοῦ ἐνανθρώπησιν·
ὅπου γὰρ τὸ Πνεῦμα τὸ ἅγιον, ἐκεῖ καὶ ὁ Υἱὸς, καὶ ὅπου ὁ Υἱὸς ἐκεῖ καὶ ὁ Πατήρ.
Ἀχώριστος ἡ Τριὰς, ἀδιαίρετος ἡ Τριάς.
Ὡς γὰρ ἐν ἀρχῇ πλάττων τὸν ἄνθρωπον ὁ Πατὴρ, πρὸς τὴν ἐργασίαν προετρέψατο τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, εἰπὼν, Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν·
οὕτω καὶ νῦν τῆς ἀναπλάσεως γενομένης, πάρεστι πάλιν ἀποῤῥήτως ἡ ἁγία Τριάς.
Ἧς γὰρ ἡ πλάσις μία, ταύτης καὶ ἡ ἀνάπλασις πάλιν κοινή.
∆ιὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται Υἱὸς Θεοῦ.
Τοῦτο γὰρ ἀληθῶς ἅγιον γέννημα, τοῦτο ἄσπορον βλάστημα, τοῦτο πανάγιον κύημα.
Οὗτος ὁ υἱὸς τοῦ Θεοῦ διὰ τὴν θεότητα, οὗτος καὶ ὁ Υἱὸς σὸς διὰ τὴν ἀνθρωπότητα·
οὗτος ὁμοούσιος τῷ Πατρὶ κατὰ τὸ νοούμενον, οὗτος ὁμοούσιός σοι κατὰ τὸ φαινόμενον·
οὗτος ὁ οὐράνιος καὶ ἐπίγειος·
οὗτος ὁ ἀόρατος καὶ βλεπόμενος·
οὗτος ὁ ἀπαθὴς τῇ θεότητι, οὗτος καὶ παθητὸς τῇ ἀνθρωπότητι·
καὶ ὥσπερ Θεὸς τέλειος, οὕτω καὶ ἄνθρωπος τέλειός ἐστιν ὁ Ἰησοῦς.
Ὥσπερ δὲ ἄνθρωπος γενόμενος μεμένηκε Θεὸς ἀναλλοίωτος, οὕτω καὶ σὺ μένουσα παρθένος, γενήσῃ καὶ μήτηρ ἀδιάφθορος·
οὔτε γὰρ ἡ παρθενία πολεμήσει τῷ τόκῳ, οὔτε κατὰ τῆς παρθενίας ὁ τόκος στρατεύεται.

Ὕμνει τοίνυν τὸ γενόμενον, καὶ μὴ πολυπραγμόνει τὴν δωρεάν·
θαύμαζε τὸ μεγαλόδωρον, καὶ μὴ πρὸς τὴν χάριν ἀμφίβαλλε·
προσκύνει τὸ πιστευθέν σοι μυστήριον, καὶ μὴ περιεργάζου τὸ ξένον τοῦ θαύματος.
Ἐὰν πιστεύσῃς εἰλικρινῶς, αὐτὸς ὁ πιστευόμενος φωτίσει σου τὴν ψυχήν·
ἐὰν δὲ περιέργως ἐρευνήσῃς, οὐχ εὑρήσεις ὃ ποθεῖς οὐδαμῶς.
Θέλεις μαθεῖν;
μάθε ἀπὸ φανεροῦ σημείου τοῦ κατὰ σὲ θαύματος τὴν ἀλήθειαν.
Θέλεις τοῦ μυστηρίου τῆς σῆς γεννήσεως τὴν εἰκόνα θεάσασθαι;
γείτονά σου καὶ συγγενῆ τὴν Ἐλισάβετ θέασαι.
Ἰδοὺ γὰρ, φησὶν, Ἐλισάβετ ἡ συγγενής σου, καὶ αὐτὴ συνειληφυῖα υἱὸν ἐν τῷ γήρᾳ αὐτῆς·
καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ·
ὅτι οὐκ ἀδυνατήσει παρὰ τῷ Θεῷ πᾶν ῥῆμα.
Ἐλύθη παρ' ἐλπίδα τῆς Ἐλισάβετ ἡ στείρωσις, ἵνα τῆς σῆς παρθενίας τῆς μὴ λυομένης ἡ λύσις τοῦ πάθους διδάσκαλος γένηται.
Συνέλαβεν ἡ στεῖρα καὶ γραῦς τοῦ παρὰ σοῦ τεχθησομένου βασιλέως τὸν πρόδρομον, ἵνα πιστεύσῃς ὅτι σὺ τὸν Κύριον ἔχεις ἐπὶ τῆς σῆς γαστρός.
Ἄπελθε, κατάμαθε τὴν Ἐλισάβετ·
καὶ ἐὰν μὴ οὕτως αὐτὴν εὑρήσῃς, ὡς εἶπον, μὴ πιστεύσῃς μου τῷ κηρύγματι.
Τί οὖν μετὰ τοὺς λόγους τούτους ἡ ἁγία Μαρία, ἡ παρθένος τῷ σώματι καὶ τῇ ψυχῇ, ἡ εὐσεβὴς καὶ εὐλαβὴς καὶ εὐπειθὴς, ἡ φιλοτιμία τῆς ἀνθρωπίνης φύσεως, ἡ πύλη τῆς ἡμετέρας ζωῆς, ἡ πρόξενος τῆς σωτηρίας ἡμῶν;
Τὴν τοῦ ἀγγέλου φωνὴν εὐμενῶς δεξαμένη, λέγει πρὸς αὐτόν·
Ἰδοὺ ἡ δούλη Κυρίου, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.
Ὡς δούλη τῷ δεσποτικῷ πρόκειμαι νεύματι·
ὡς πηλὸς ὑπόκειμαι ταῖς τοῦ κεραμέως χερσίν·
ὡς θέλει μετ' ἐξουσίας ὁ πλάστης, ἐν ἐμοὶ πραττέτω τὸ βούλημα·
ὡς θέλει μετὰ φιλανθρωπίας, ἐν ἐμοὶ θαυματουργείτω τὴν παράδοξον κύησιν.
Γένοιτό μοι κατὰ τὸ ῥῆμά σου·
γένοιτό μοι τὰ ῥήματά σου ταῦτα, καὶ πράγματα ἐναργέστατα καὶ ἀληθινά.
Καὶ ἀπῆλθεν ἀπ' αὐτῆς ὁ ἄγγελος, ὁ κατελθὼν οὐρανόθεν, κατήχησε, προκατήρτισε τὴν παρθένον, ἐδίδαξεν αὐτὴν, ὅσον ἐχώρησεν·
ἤκουσε καὶ αὐτὸς παρ' αὐτῆς, ἅπερ ἐσπούδαζε μαθεῖν·
καὶ πάλιν ἀνῆλθεν ὅθεν κατῆλθε, κάτω καταλιπὼν τὸν ἀποστείλαντα, καὶ πάλιν ἄνω εὑρὼν αὐτὸν ἐν οὐρανοῖς προσκυνούμενον ὑπὸ πάσης ἀγγελικῆς στρατολογίας.

Τί οὖν πρὸς ταῦτα λέγεις, ὦ Ἄρειε;
εἰπέ μοι, ὦ ἄθλιε, πῶς ἐχωρήθη ὁ ἀχώρητος ἐν μήτρᾳ παρθενικῇ, πῶς παρθένος οὖσα συνέλαβε, καὶ παρθένος πάλιν διεφυλάχθη, καὶ τοῦ Σωτῆρος τὸν τόκον ἐπλούτησε, καὶ αὐτὴ συνεπλουτίσθη τῇ χάριτι.
Ἀλλ' οὐκ ἂν ἔχοις εἰπεῖν.
Εἰ γὰρ ἡ μήτηρ τοῦ μυστηρίου τὸ μυστήριον, ὃ ἔτεκεν, οὐ κατέλαβε, πῶς σὺ δυνήσῃ τοῦτο καταλαβεῖν;
εἰ Γαβριὴλ ὁ ἀρχάγγελος ἐρωτηθεὶς παρὰ τῆς μητρὸς τοῦ Κυρίου, Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω, πλεῖον εἰπεῖν οὐκ ἐδυνήθη, ἀλλὰ κατέφυγεν ἐπὶ τὸ Πνεῦμα τὸ ἅγιον, ὡς οὐδὲν ἕτερον δυνάμενος ἀποφήνασθαι ἰσχυρότερον, σὺ πῶς εὑρήσεις εἰπεῖν, ὅπερ ὁ Γαβριὴλ οὐκ ἴσχυσεν ἑρμηνεῦσαι;
εἰ δὲ τὴν κατὰ σάρκα γέννησιν τοῦ Χριστοῦ, τὴν γενομένην ἐπ' ἐσχάτων τῶν ἡμερῶν, οὐδεὶς κατ' ἀξίαν δύναται διηγήσασθαι, ἐκείνην τὴν γέννησιν, τὴν οὐράνιον, τὴν ἄχρονον, τὴν ἀσώματον, τὴν ἀόρατον, τὴν ἀπαθῆ, τὴν παντελῶς ἀνέκφραστον καὶ ἀκατάληπτον, πῶς τολμᾷς πολυπραγμονεῖν;
τίς παρέσχε σοι τῆς τοιαύτης τόλμης τὰ σπέρματα;
Οἱ ἄγγελοι τὴν ἁγίαν Τριάδα προσκυνοῦσιν ἀπαύστως βοῶντες, Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαὼθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ.
Οὐ λέγουσιν, ὡς σὺ λέγεις·
Ἁγιώτερος ὁ Πατὴρ, ὡς πρεσβύτερος·
οὐ λέγουσιν ὑφειμέναις φωναῖς, Ἅγιος ὁ Υἱὸς, ὡς νεώτερος·
ἅγιος ὁ Παράκλητος, ὡς βραχύτερος·
ἀλλὰ μίαν καὶ τὴν αὐτὴν ὑμνῳδίαν τῇ ἴσῃ Τριάδι προσφέρουσι.
Πόθεν οὖν σὺ μόνος, ὦ Ἄρειε, ἔμαθες ἀντιφθέγγεσθαι τῇ κτίσει κατὰ τοῦ ποιητοῦ;
Ἀλλὰ παραγράφῃ τῶν οὐρανῶν καὶ τῶν ἀγγέλων τὴν μαρτυρίαν.
Τίνι οὖν ἐμμένεις, εἰπέ;
τίς ἀρέσκει σοι τοῦ δόγματος τούτου κριτής;
τίνα θέλεις λάβωμεν ἀπροσωπόλητον δικαστήν;
τίνος δέχῃ τὴν περὶ τῆς εὐσεβείας ἐπίκρισιν;
Ἐμμένεις τῷ Πατρὶ τῷ μᾶλλον πάντων εἰδότι τὸν οἰκεῖον Υἱόν;
Οὐκοῦν ἀκούσωμεν αὐτοῦ βοῶντος·
Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα, αὐτοῦ ἀκούετε.
Ἐὰν εἴπῃ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, αὐτοῦ ἀκούετε·
ἐὰν εἴπῃ, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, αὐτοῦ ἀκούετε·
ἐὰν εἴπῃ·
Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα, αὐτοῦ ἀκούετε·
οὐ γὰρ ψεύδεται ἡ ἀλήθεια·
ἐὰν εἴπῃ, Ὁ πέμψας με Πατὴρ μείζων μού ἐστι, μὴ τῇ θεότητι τοῦ λαλοῦντος, ἀλλὰ τῇ ἀνθρωπότητι τὸ ἔλαττον προσαρμόσατε.
Ἤκουσας, Ἄρειε, τῆς τοῦ Πατρὸς ἐπικρίσεως·
ἄκουσον καὶ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ τούτοις ἐπιψηφιζομένου τοῖς ῥήμασιν·
Οὕτως ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὅτι τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν, μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον.
Ὁ πιστεύων, οὐχ ὁ λέγων·
Ἦν ποτε ὅτε οὐκ ἦν·
Ὁ πιστεύων, οὐχ ὁ ἀμφιβάλλων.

Τί οὖν τὸ πιστεύειν ἀφεὶς, ὑβρίζειν ἐπιχειρεῖς, τὸν κριτὴν ἔχων πολέμιον;
Ἀλλὰ σὺ μὲν, Ἄρειε, λῆρε καὶ παράφρον, ὡς θέλεις, πίστευε·
εἰ μὴ γὰρ θέλεις, ταλαίπωρε, ἐπιγνῶναι τὸ συμφέρον, φλυάρει καθ' ἑαυτοῦ.
Οὔτε γὰρ τὸν Υἱὸν ἀδικήσεις, καὶ κατὰ τῆς ἑαυτοῦ κεφαλῆς ἀνάψεις τῆς γεέννης τὸ πῦρ.
Ἐγὼ δὲ παιδαγωγούμενος ὑπὸ τῶν ἁγίων Γραφῶν ὑμνῶ τὸν Πατέρα, τὸν ἀεὶ Πατέρα τυγχάνοντα·
ὑμνῶ τὸν Υἱὸν, τὸν ἐκ τῆς πατρῴας οὐσίας ἀχρόνως ἐκλάμψαντα·
ὑμνῶ τὸ Πνεῦμα τὸ ἅγιον, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, καὶ ἐν Υἱῷ ἀναπαυόμενον·
ὁμολογῶ τὸν Χριστὸν, Θεὸν τέλειον, καὶ ἄνθρωπον τέλειον τὸν αὐτόν·
κηρύττω τῆς θεότητος αὐτοῦ τὰ ὑψηλὰ, καὶ οὐκ ἐπαισχύνομαι τῆς ἀνθρωπότητος αὐτοῦ τὰ ταπεινά·
ἀλλὰ μετὰ τοῦ μεγάλου καὶ μακαρίου ἀποστόλου Πέτρου βοῶ πρὸς αὐτὸν, Σὺ εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος·
καὶ σοὶ πρέπει ἡ δόξα καὶ ἡ τιμὴ καὶ ἡ προσκύνησις, ἅμα τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου