25/3 ( 7/4 με το νέο παπικό ημερολόγιο) η απανταχού Ορθοδοξία εορτάζει τον Ευαγγελισμόν της Δεσποίνης ημών Θεοτόκου και Αειπαρθένου Μαρίας !
Ποιητικός λόγος , του Αγίου Γρηγορίου εις τον Ευαγγελισμόν της Δεσποίνης ημών Θεοτόκου και Αειπαρθένου Μαρίας !
Ὁ δὲ φιλάνθρωπος Κύριος, ἰδὼν τὸ πλάσμα τὸ ἴδιον ὑπὸ τοῦ θανάτου κρατούμενον, οὐκ εἰς τέλος ἀπεστράφη, ὃν κατ' εἰκόνα ἐποίησεν·
ἀλλὰ καθ' ἑκάστην γενεὰν ἐπισκεπτόμενος, οὐ διέλειπεν·
καὶ πρώην μὲν ἐν τοῖς Πατράσιν ὀπτανόμενος, καὶ ἐν νόμῳ κηρυττόμενος, καὶ ἐν προφήταις ὁμοιούμενος, τὴν σωτήριον οἰκονομίαν προεμήνυεν.
Σήμερον ἀγγελικῇ παρατάξει ὑμνῳδίαι φαιδρύνονται, καὶ τὸ
φέγγος τῆς τοῦ Χριστοῦ παρουσίας τοῖς πιστοῖς καταλάμπεται.
Σήμερον τὸ ἱλαρὸν ἡμῖν ἔαρ, Χριστὸς ὁ τῆς δικαιοσύνης ἥλιος
φαιδρῷ τῷ φωτὶ ἡμᾶς περιέλαμψε, καὶ τὰς τῶν πιστῶν ἐννοίας ἐφώτισε.
Σήμερον ὁ Ἀδὰμ ἀνακεκαίνισται, καὶ χορεύει μετ' ἀγγέλων εἰς
οὐρανὸν ἀνιπτάμενος.
Σήμερον σύμπασα τῆς οἰκουμένης γαῖα χαρὰν περιεβάλετο, ἐπειδὴ
τοῦ ἁγίου Πνεύματος ἐπιφοίτησις εἰς ἀνθρώπους γέγονε.
Σήμερον ἡ θεία χάρις, τῶν ἀοράτων ἡ ἐλπὶς διαλάμπει τὰ ὑπὲρ ἔννοιαν
θαύματα, τὸ ἀπ' αἰῶνος ἀποκεκρυμμένον μυστήριον ἐμφανῶς ἡμῖν κατοπτεύουσα.
Σήμερον ἀρετῆς ἀεννάου στέμματα πλέκονται.