Σύντομος κατήχησις περὶ τοῦ
Σωτήρος καὶ Κυρίου ἠμῶν Ἰησοῦ Χριστοῦ
Κύριε Ιησού Χριστέ Υϊέ του Θεού του Ζώντος ελέησε με τον αμαρτωλό και φώτησον το σκότος της καρδίας μου ,
Ἀπόσπασμα ἀπὸ τὸν Βίο τοῦ Βαρλαάμ
καὶ Ἰωάσαφ
Ἁγίου Ἰωάννου τοῦ Δαμασκηνοῦ
Εἰ τὸν ἐμὸν βούλει ∆εσπότην μαθεῖν,
ὁ Κύριός ἐστιν Ἰησοῦς Χριστός,
ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ,
ὁ μακάριος καὶ μόνος δυνάστης,
ὁ Βασιλεὺς τῶν βασιλευόντων καὶ Κύριος τῶν
κυριευόντων,
ὁ μόνος ἔχων ἀθανασίαν,
φῶς οἰκῶν ἀπρόσιτον,
ὁ σὺν Πατρὶ καὶ ἁγίῳ Πνεύματι δοξαζόμενος.
Οὐκ εἰμὶ γὰρ ἐγὼ τῶν τοὺς πολλοὺς
τούτους καὶ ἀτάκτους ἀναγορευόντων θεούς, καὶ τὰ ἄψυχα ταῦτα καὶ κωφὰ σεβομένων
εἴδωλα·
ἀλλ' ἕνα Θεὸν γινώσκω καὶ ὁμολογῶ ἐν τρισὶν ὑποστάσεσι
δοξαζόμενον,
Πατρί, φημί, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι,
ἐν μιᾷ δὲ φύσει καὶ οὐσίᾳ,
ἐν μιᾷ δόξῃ καὶ βασιλείᾳ μὴ μεριζομένῃ.