xristianorthodoxipisti.blogspot.gr ΟΡΘΟΔΟΞΑ ΚΕΙΜΕΝΑ / ΑΡΘΡΑ
Εθνικά - Κοινωνικά - Ιστορικά θέματα
Ε-mail: teldoum@yahoo.gr FB: https://www.facebook.com/telemachos.doumanes

«...τῇ γαρ χάριτί ἐστε σεσωσμένοι διά τῆς πίστεως· και τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον, οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται. αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ ᾿Ιησοῦ ἐπι ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεός ἵνα ἐν αὐτοῖς περιπατήσωμεν...» (Εφεσίους β’ 8-10)

«...Πολλοί εσμέν οι λέγοντες, ολίγοι δε οι ποιούντες. αλλ’ούν τον λόγον του Θεού ουδείς ώφειλε νοθεύειν διά την ιδίαν αμέλειαν, αλλ’ ομολογείν μεν την εαυτού ασθένειαν, μη αποκρύπτειν δε την του Θεού αλήθειαν, ίνα μή υπόδικοι γενώμεθα, μετά της των εντολών παραβάσεως, και της του λόγου του Θεού παρεξηγήσεως...» (Άγιος Μάξιμος ο Ομολογητής p.g.90,1069.360)

Κυρίλλου Ιεροσολύμων εις τον Ερχόμενον εν δόξη κρίναι ζώντας και νεκρούς

 Του Αγίου Κυρίλλου Ιεροσολύμων εις τον Ερχόμενον εν δόξη κρίναι ζώντας και νεκρούς, ου της βασιλείας ουκ έσται τέλος. (Και περί Αντιχρίστου)  Κατηχητικός λόγος (15ος)


15. Κατήχησις πεντεκαιδεκάτη φωτιζομένων, ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα εἰς τὸ καὶ ἐρχόμενον ἐν δόξῃ κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ περὶ τοῦ Ἀντιχρίστου. Καὶ ἀνάγνωσις ἐκ τοῦ ∆ανιήλ
(Δανιήλ 7 9-14)· ἐθεώρουν ἕως οὗ θρόνοι ἐτέθησαν καὶ Παλαιὸς ἡμερῶν ἐκάθητο. Καὶ ἑξῆς· ἐθεώρουν ἐν ὁράματι τῆς νυκτός, καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος. 

15.1 Χριστοῦ παρουσίαν καταγγέλλομεν οὐ μίαν μόνον, ἀλλὰ καὶ δευτέραν τῆς προτέρας πολὺ καλλίονα. Ἡ μὲν γὰρ ὑπομονῆς εἶχεν ἐπίδειξιν, ἡ δὲ θείας βασιλείας φέρει τὸ διάδημα. Ὡς γὰρ ἐπὶ τὸ πλεῖστον πάντα διπλᾶ παρὰ τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ. Διπλῆ γέννησις, μία ἐκ Θεοῦ πρὸ τῶν αἰώνων, καὶ μία ἐκ Παρθένου ἐπὶ συντελείᾳ τῶν αἰώνων. Διπλαῖ αἱ κάθοδοι, μία ἡ ἀσυμφανής, ἡ ὡς ἐπὶ πόκον, καὶ δευτέρα ἡ ἐπιφανής, ἡ μέλλουσα. Ἐν τῇ προτέρᾳ παρουσίᾳ ἐσπαργανώθη ἐν τῇ φάτνῃ, ἐν τῇ δευτέρᾳ ἀναβάλλεται φῶς ὡς ἱμάτιον. Ἐν τῇ προτέρᾳ ὑπέμεινε σταυρόν, αἰσχύνης καταφρονήσας, ἐν τῇ δευτέρα ἔρχεται ὑπὸ στρατιᾶς ἀγγέλων δορυφορούμενος, δοξαζόμενος. Οὐχ ἱστάμεθα τοίνυν ἐπὶ τῇ πρώτῃ παρουσίᾳ μόνον, ἀλλὰ καὶ τὴν δευτέραν προσδοκῶμεν. Καὶ ἐν τῇ προτέρᾳ μὲν εἰπόντες εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, καὶ ἐν τῇ δευτέρᾳ ἐροῦμεν πάλιν τὸ αὐτό, ἵνα μετὰ ἀγγέλων συναντήσαντες τῷ Δεσπότῃ προσκυνοῦντες εἴπωμεν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ἔρχεται ὁ Σωτὴρ οὐ δικασθῆναι πάλιν, ἀλλὰ δικάσαι τοὺς δικάσαντας. Ὁ πρότερον ἐν τῷ κρίνεσθαι σιωπήσας ὑπομιμνήσκων λέγει τοῖς παρανόμοις τοῖς τὰ τολμηρὰ ἐπὶ τοῦ σταυροῦ πεποιηκόσιν· ταῦτα ἐποίησας καὶ ἐσίγησα. Δι' οἰκονομίαν τότε ἦλθε, σὺν πειθοῖ διδάσκων ἀνθρώπους, τότε δὲ καὶ ἀνάγκῃ βασιλευθήσονται κἂν μὴ θέλωσιν.

 15.2 Καὶ περὶ τῶν δύο τούτων παρουσιῶν λέγει Μαλαχίας ὁ προφήτης· καὶ ἐξαίφνης ἥξει εἰς τὸν ναὸν αὐτοῦ Κύριος, ὃν ὑμεῖς ζητεῖτε. Ἰδοὺ μία παρουσία. Καὶ πάλιν περὶ τῆς δευτέρας παρουσίας φησίν· καὶ ὁ ἄγγελος τῆς διαθήκης, ὃν ὑμεῖς ζητεῖτε. Ἰδοὺ ἔρχεται Κύριος παντοκράτωρ. Καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου Αὐτοῦ; Ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ Αὐτοῦ; Διότι Αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου καὶ ὡς πόα πλυνόντων. Καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων. Καὶ ἑξῆς εὐθὺς ὁ Σωτήρ φησιν αὐτός· καὶ προσάξω πρὸς ὑμᾶς ἐν κρίσει, καὶ ἔσομαι μάρτυς ταχὺς ἐπὶ τοὺς φαρμακοὺς καὶ ἐπὶ τὰς μοιχαλίδας καὶ ἐπὶ τοὺς ὀμνύοντας τῷ ὀνόματί μου ἐπὶ ψεύδει, καὶ τὰ ἑξῆς. Διὰ τοῦτο προασφαλιζόμενος ἡμᾶς ὁ Παῦλός φησιν· εἴ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσὸν καὶ ἄργυρον καὶ λίθους τιμίους, ξύλα, χόρτον, καλάμην, ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται· ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται. Ἤδη καὶ ὁ Παῦλος τὰς δύο παρουσίας ταύτας σημαίνει γράφων πρὸς Τίτον καὶ λέγων· ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ τοῦ Σωτῆρος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ εὐσεβῶς καὶ δικαίως ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Βλέπεις ὅπως εἶπε πρώτην μὲν ἐφ' ᾗ εὐχαριστεῖ, δευτέραν δὲ ἣν προσδοκῶμεν; Διὰ τοῦτο καὶ τὰ τῆς πίστεως τῆς ἐπαγγελλομένης ὑφ' ἡμῶν νῦν οὕτως παρεδόθη, πιστεύειν εἰς τὸν καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθίσαντα ἐκ δεξιῶν τοῦ Πατρός, καὶ ἐρχόμενον ἐν δόξῃ κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.

 15.3 Ἔρχεται τοίνυν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐξ οὐρανῶν. Ἔρχεται δὲ περὶ τὴν συντέλειαν τοῦ κόσμου τούτου μετὰ δόξης ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Γίνεται γὰρ τοῦ κόσμου τούτου συντέλεια, καὶ ὁ γενητὸς οὗτος κόσμος πάλιν ἀνακαινοποιεῖται. Ἐπειδὴ γὰρ καὶ φθορὰ καὶ κλοπὴ καὶ μοιχεία καὶ πᾶν εἶδος ἁμαρτιῶν ἐχύθη ἐπὶ τῆς γῆς καὶ αἵματα ἐφ' αἵμασιν ἐμίγη ἐν τῷ κόσμῳ, ἵνα [οὖν] μὴ μείνῃ τὸ θαυμαστὸν τοῦτο οἰκητήριον ἀνομίας πεπληρωμένον, παρέρχεται ὁ κόσμος οὗτος, ἵνα ὁ καλλίων ἀναδειχθῇ. Καὶ θέλεις λαβεῖν τὴν ἀπόδειξιν ἀπὸ τῶν ῥητῶν; Ἄκουε Ἡσαΐου λέγοντος· καὶ εἰληθήσεται ὡς βιβλίον ὁ οὐρανός, καὶ πάντα τὰ ἄστρα πεσεῖται ὡς φύλλα ἐξ ἀμπέλου καὶ ὡς πίπτει φύλλα ἀπὸ συκῆς. Καὶ τὸ εὐαγγέλιόν φησιν· ὁ ἥλιος σκοτισθήσεται καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς καὶ οἱ ἀστέρες πεσοῦνται ἐκ τοῦ οὐρανοῦ. Μὴ λυπηθῶμεν ὡς μόνοι τελευτῶντες. Καὶ ἀστέρες τελευτῶσιν, ἀλλ' ἴσως πάλιν ἐγείρονται. Εἰλήσει δὲ τοὺς οὐρανοὺς ὁ Κύριος, οὐχ ἵνα ἀπολέσῃ τούτους, ἀλλ' ἵνα αὐτοὺς πάλιν καλλίονας ἐγείρῃ. Ἄκουε ∆αβὶδ τοῦ προφήτου λέγοντος· καταρχὰς σὺ Κύριε τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν Σού εἰσιν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, Σὺ δὲ διαμένεις. Ἀλλ' ἐρεῖ τις· ἴδε λέγει σαφῶς ὅτι ἀπολοῦνται. Ἄκουε πῶς λέγει τὸ ἀπολοῦνται. Διὰ τῶν ἑξῆς δῆλον· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται. Ὥσπερ γὰρ ἀπώλεια ἀνθρώπου λέγεται, κατὰ τὸ εἰρημένον, ἴδετε ὡς ὁ δίκαιος ἀπώλετο καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ, καὶ ταῦτα τῆς ἀναστάσεως προσδοκωμένης, οὕτως ἀνάστασιν ὥσπερ προσδοκῶμεν καὶ τῶν οὐρανῶν. Ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα. Παιδευέσθωσαν οἱ ἐκ Μανιχαίων ἐπιστρέψαντες, καὶ τοὺς φωστῆρας μηκέτι θεοποιείτωσαν, μηδὲ τὸν σκοτισθησόμενον τοῦτον ἥλιον τὸν Χριστὸν εἶναι δυσσεβῶς νομιζέτωσαν. Καὶ πάλιν ἄκουε τοῦ Κυρίου λέγοντος· ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν. Οὐ γὰρ ἰσότιμα τὰ ποιήματα τοῖς λόγοις τοῦ Δεσπότου.

 15.4 Παρέρχεται τοίνυν τὰ φαινόμενα, καὶ ἔρχεται τὰ προσδοκώμενα τὰ τούτων καλλίονα. Ἀλλὰ τὸν καιρὸν μηδεὶς πολυπραγμονείτω. Οὐ γὰρ ὑμῶν, φησίν, ἐστὶ γνῶναι χρόνους ἢ καιρούς, οὓς ἔθετο ὁ Πατὴρ ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Καὶ μὴ τολμήσῃς ἀποφήνασθαι τὸ πότε ταῦτα γίνεται, μήτε πάλιν ὕπτιος κοιμηθῇς. Ἀγρυπνεῖτε γάρ φησιν, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. Ἀλλ' ἐπειδὴ ἔδει ἡμᾶς γνῶναι τῆς συντελείας τὰ σημεῖα καὶ ἐπειδὴ Χριστὸν προσδοκῶμεν, ἵνα μὴ ἀποθάνωμεν ἀπατηθέντες καὶ ὑπὸ τοῦ ψευδοῦς Ἀντιχρίστου πλανηθῶμεν, θείᾳ προαιρέσει κινηθέντες κατ' οἰκονομίαν οἱ ἀπόστολοι προσέρχονται τῷ ἀληθινῷ Διδασκάλῳ καί φασιν· εἰπὲ ἡμῖν, πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς Σῆς παρουσίας καὶ τῆς συντελείας τοῦ αἰῶνος. Προσδοκῶμέν Σε πάλιν ἐρχόμενον, ἀλλ' ὁ σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός. Ἀσφάλισαι οὖν ἡμᾶς, ἵνα μὴ ἄλλον ἀντὶ Σοῦ προσκυνήσωμεν. Ὁ δὲ τὸ θεῖον καὶ μακάριον ἀνοίξας ἑαυτοῦ στόμα λέγει· βλέπετε μή τις ὑμᾶς πλανήσῃ. Καὶ ὑμεῖς οἱ ἀκροαταὶ νῦν τοῖς τῆς διανοίας ὀφθαλμοῖς ὡς ἐκεῖνον ὁρῶντες τὰ αὐτὰ καὶ πρὸς ὑμᾶς ἀκούετε λέγοντος· βλέπετε μή τις ὑμᾶς πλανήσῃ. Καὶ παρακαλεῖ πάντας ὑμᾶς ὁ Λόγος προσέχειν τοῖς λεγομένοις. Οὐ γὰρ ἱστορία παρελθόντων. Ἐστὶ πραγμάτων, ἀλλὰ προφητεία μελλόντων καὶ πάντως ἡξόντων, οὐχ ἡμῶν προφητευόντων (ἀνάξιοι γάρ), ἀλλὰ τῶν γεγραμμένων εἰς μέσον προσφερομένων καὶ λεγομένων τῶν σημείων. Βλέπε σύ, τίνα μὲν γέγονεν ἤδη, τίνα δὲ ἔτι λείπει, καὶ ἀσφαλίζου σεαυτόν.

 15.5 Βλέπετε μή τις ὑμᾶς πλανήσῃ. Πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες, ἐγώ εἰμι ὁ Χριστός, καὶ πολλοὺς πλανήσουσιν. Ταῦτα γέγονεν ἐκ μέρους. Ἤδη γὰρ τοῦτο εἴρηκε Σίμων ὁ μάγος καὶ Μένανδρος καὶ ἄλλοι τινὲς τῶν ἀθέων αἱρεσιαρχῶν. Ἐροῦσι δὲ ἐφ' ἡμῶν ἢ καὶ μεθ' ἡμᾶς ἕτεροι.

 15.6 ∆εύτερον σημεῖον· μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων. Γίνεται δὲ ἄρα νῦν Περσῶν πρὸς Ῥωμαίους περὶ τὴν Μεσοποταμίαν πόλεμος ἢ οὔ; Ἐγείρεται ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν ἢ οὔ; Καὶ ἔσονται λιμοὶ καὶ λοιμοὶ καὶ σεισμοὶ κατὰ τόπους. Ταῦτα ἤδη γέγονεν. Καὶ πάλιν· φόβητρά τε ἀπ' οὐρανοῦ καὶ μεγάλοι χειμῶνες. Γρηγορεῖτε οὖν, φησίν, ὅτι οὐκ οἴδατε ποίᾳ ἡμέρᾳ ὁ Κύριος ἡμῶν ἔρχεται.

 15.7 Ἀλλὰ ζητοῦμεν τῆς παρουσίας ἡμέτερον σημεῖον. Ἐκκλησιαστικὸν ζητοῦμεν σημεῖον οἱ ἐκκλησιαστικοί. Ὁ δὲ Σωτήρ φησιν· καὶ τότε σκανδαλισθήσονται πολλοὶ καὶ ἀλλήλους παραδώσουσι καὶ μισήσουσιν ἀλλήλους. Ἐὰν ἀκούσῃς ὅτι ἐπίσκοποι κατ' ἐπισκόπων καὶ κληρικοὶ κατὰ κληρικῶν καὶ λαοὶ κατὰ λαῶν μέχρις αἱμάτων ἔρχονται, μὴ ταραχθῇς. Προγέγραπται γάρ. Μὴ πρόσεχε τοίνυν τοῖς γινομένοις, ἀλλὰ τοῖς γεγραμμένοις. Οὔτε ἂν ἐγὼ ὁ διδάσκων σε ἀπόλωμαι, καὶ σύ μοι συναπόλῃ. Ἀλλ' ἔξεστι καὶ ἀκροατὴν καλλίονα γενέσθαι τοῦ διδασκάλου καὶ τὸν ἔσχατον ἐλθόντα γενέσθαι πρῶτον, ἐπειδὴ καὶ τοὺς περὶ τὴν ἑνδεκάτην ὥραν δέχεται ὁ Δεσπότης. Εἰ ἐν ἀποστόλοις εὑρέθη προδοσία, θαυμάζεις εἰ ἐν ἐπισκόποις εὑρίσκεται μισαδελφία; Ἀλλ' οὐ μόνον περὶ τῶν ἀρχόντων τὸ σημεῖον, ἀλλὰ καὶ περὶ τῶν λαῶν. Φησὶ γάρ· καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται τῶν πολλῶν ἡ ἀγάπη. Καυχήσεταί τις ἄρα τῶν παρόντων ἀνυπόκριτον ἔχειν πρὸς τὸν πλησίον τὴν φιλίαν; Οὐχὶ τὰ μὲν χείλη πολλάκις φιλεῖ καὶ τὸ πρόσωπον μειδιᾷ καὶ οἱ ὀφθαλμοὶ δῆθεν ἱλαροί, ἡ δὲ καρδία τεκταίνεται δόλον, καὶ κατασκευάζει κακὰ λαλῶν εἰρηνικά;

 15.8 Ἔχεις καὶ τοῦτο τὸ σημεῖον· καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι, καὶ τότε ἥξει τὸ τέλος. Καὶ σχεδόν, ὡς ὁρῶμεν, ὁ κόσμος ἅπας τῆς περὶ Χριστοῦ διδασκαλίας πεπλήρωται.

 15.9 Καὶ τί μέτα τοῦτο γίνεται; φησὶν ἑξῆς· ὅταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν ὑπὸ ∆ανιὴλ τοῦ προφήτου ἑστὸς ἐν τόπῳ ἁγίῳ, ὁ ἀναγινώσκων νοείτω. Καὶ πάλιν· τότε ἐάν τις ὑμῖν εἴπῃ, ἰδοὺ ὧδε ὁ Χριστός, ἢ ἰδοὺ ἐκεῖ, μὴ πιστεύσητε. Ἡ μισαδελφία δίδωσι λοιπὸν χώραν τῷ Ἀντιχρίστῳ. Προετοιμάζει γὰρ ὁ διάβολος τὰ σχίσματα τῶν λαῶν, ἵνα εὐπαράδεκτος γένηται ὁ ἐρχόμενος. Μὴ γένοιτο δὲ μηδένα τῶν ἐνταῦθα μηδὲ τῶν ἀλλαχοῦ δούλων τοῦ Χριστοῦ προσδραμεῖν τῷ ἐχθρῷ. Περὶ τούτου γράφων ὁ ἀπόστολος Παῦλος φανερὸν ἔδωκε σημεῖον λέγων· ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἀνομίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ καθίσαι ἀποδεικνύοντα ἑαυτὸν ὅτι ἐστὶ θεός. Οὐ μνημονεύετε, ὅτι ἔτι ὢν πρὸς ὑμᾶς ταῦτα ἔλεγον ὑμῖν; Καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ ἑαυτοῦ καιρῷ. Τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας, μόνον ὁ κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται. Καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ Κύριος ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ. Οὗ ἐστιν ἡ παρουσία κατ' ἐνέργειαν τοῦ σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασι ψεύδους, ἐν πάσῃ ἀπάτῃ ἀδικίας τοῖς ἀπολλυμένοις. Ταῦτα μὲν ὁ Παῦλος. Νῦν δὲ ἔστιν ἡ ἀποστασία. Ἀπέστησαν γὰρ οἱ ἄνθρωποι τῆς ὀρθῆς πίστεως. Καὶ οἱ μὲν υἱοπατορίαν καταγγέλλουσιν, οἱ δὲ τὸν Χριστὸν ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παρενεχθέντα λέγειν τολμῶσιν. Καὶ πρότερον μὲν ἦσαν φανεροὶ οἱ αἱρετικοί, νῦν δὲ πεπλήρωται ἡ ἐκκλησία κεκρυμμένων αἱρετικῶν. Ἀπέστησαν γὰρ οἱ ἄνθρωποι ἀπὸ τῆς ἀληθείας καὶ κνήθονται τὴν ἀκοήν. Λόγος πιθανός, καὶ πάντες ἀκούουσιν ἡδέως. Λόγος ἐπιστροφῆς, καὶ πάντες ἀποστρέφονται. Ἀπέστησαν οἱ πλεῖστοι τῶν ὀρθῶν λόγων, καὶ μᾶλλον τὸ κακὸν αἱροῦνται ἢ τὸ ἀγαθὸν προαιροῦνται. Αὕτη τοίνυν ἐστὶν ἡ ἀποστασία, καὶ μέλλει προσδοκᾶσθαι ὁ ἐχθρός. Καὶ τέως κατὰ μέρος ἤρξατο ἀποστέλλειν τοὺς ἑαυτοῦ προδρόμους, ἵνα ἕτοιμος ἔλθῃ λοιπὸν ἐπὶ τὴν θήραν. Βλέπε τοίνυν σεαυτόν, ἄνθρωπε, καὶ ἀσφαλίζου τὴν ψυχήν. Διαμαρτύρεταί σε ἡ ἐκκλησία νῦν ἐνώπιον Θεοῦ ζῶντος, προδιαλέγεταί σοι τὰ περὶ τοῦ Ἀντιχρίστου πρὶν παραγενέσθαι. Καὶ εἴτε ἐπὶ σοῦ γίνεται, οὐκ οἴδαμεν, εἴτε μετὰ σὲ γίνεται, οὐκ οἴδαμεν. Καλὸν δέ ἐστι ταῦτα εἰδότα σε προασφαλίσασθαι.

 15.10 Ὁ Χριστὸς ὁ ἀληθής, ὁ τοῦ Θεοῦ μονογενὴς Υἱός, οὐκέτι ἀπὸ γῆς ἔρχεται. Ἐάν τις ἔλθῃ ἐν ἐρήμοις φαντασιοσκοπῶν, μὴ ἐξέλθῃς. Ἐὰν εἴπωσιν, ἰδοὺ ὧδε ὁ Χριστός, ἰδοὺ ἐκεῖ, μὴ πιστεύσῃς. Κάτω καὶ εἰς γῆν μὴ βλέπε λοιπόν. Ἐξ οὐρανῶν γὰρ ὁ Δεσπότης κατέρχεται, οὐ μόνος ὡς πρὸ τούτου, ἀλλὰ πολλοστός, ὑπὸ μυριάδων ἀγγέλων δορυφορούμενος, οὐδὲ κεκρυμμένως ὡς ὑετὸς ἐπὶ πόκον, ἀλλ' ὡς ἀστραπὴ φανερῶς ἐκλάμπων. Αὐτὸς γὰρ εἴρηκεν· ὥσπερ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Καὶ πάλιν· καὶ ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. Καὶ ἀποστελεῖ τοὺς ἀγγέλους Αὐτοῦ μετὰ σάλπιγγος μεγάλης, καὶ τὰ ἑξῆς.

 15.11 Ἀλλ' ὥσπερ, μέλλοντος αὐτοῦ πρότερον ἐνανθρωπεῖν καὶ ἐκ παρθένου γεννᾶσθαι προσδοκωμένου θεοῦ, προδιέβαλεν ὁ διάβολος τὸ πρᾶγμα, κακούργως ἐν εἰδωλολατρείᾳ θεοὺς ψευδεῖς γεννῶντας καὶ γεννωμένους ὑπὸ γυναικῶν προμυθολογήσας, ἵνα προλαβόντος τοῦ ψεύδους, ὡς ἐνόμιζεν, ἀπιστηθῇ καὶ τὸ ἀληθές, οὕτως μέλλοντος Χριστοῦ δεύτερον ἔρχεσθαι τοῦ ἀληθοῦς ἐφόδιον λαμβάνων τὴν τῶν ἀκάκων προσδοκίαν ὁ ἀντικείμενος καὶ μάλιστα τῶν ἐκ περιτομῆς ἄγει τινὰ ἄνθρωπον μάγον καὶ τῆς ἐν φαρμακείαις καὶ ἐπαοιδαῖς ἀπατηλῆς κακοτεχνίας ἐμπειρότατον, ἁρπάζοντα μὲν ἑαυτῷ τῆς τῶν Ῥωμαίων βασιλείας τὴν ἐξουσίαν, ψευδῶς δὲ Χριστὸν ἑαυτὸν ἀποκαλοῦντα, καὶ διὰ μὲν τῆς τοῦ Χριστοῦ προσηγορίας Ἰουδαίους τοὺς τὸν ἠλειμμένον προσδοκῶντας ἀπατῶντα, τοὺς ἐξ ἐθνῶν δὲ ταῖς μαγικαῖς φαντασίαις ὑπαγόμενον.

 15.12 Ἔρχεται δὲ ὁ προειρημένος Ἀντίχριστος οὗτος, ὅταν πληρωθῶσιν οἱ καιροὶ τῆς Ῥωμαίων βασιλείας καὶ πλησιάζῃ λοιπὸν τὰ τῆς τοῦ κόσμου συντελείας. Δέκα μὲν ὁμοῦ Ῥωμαίων ἐγείρονται βασιλεῖς, ἐν διαφόροις μὲν ἴσως τόποις, κατὰ δὲ τὸν αὐτὸν βασιλεύοντες καιρόν. Μετὰ δὲ τούτους ἑνδέκατος ὁ Ἀντίχριστος ἐκ τῆς μαγικῆς κακοτεχνίας τὴν ῥωμαϊκὴν ἐξουσίαν ἁρπάσας. Τρεῖς μὲν τῶν πρὸ αὐτοῦ βασιλευσάντων ταπεινώσει, τοὺς ἑπτὰ δὲ τοὺς ἐπιλοίπους ὑφ' ἑαυτὸν ἔχων. Τὰ πρῶτα μὲν ἐπιείκειαν, ὡσανεὶ λόγιός τις καὶ συνετός, σωφροσύνην τε καὶ φιλανθρωπίαν ὑποκρίνεται, σημείοις δὲ καὶ τέρασι τοῖς ἐκ μαγικῆς ἀπάτης ψευδέσιν Ἰουδαίους ὡσανεὶ Χριστὸς ὁ προσδοκώμενος ἀπατήσας, παντοίοις ὕστερον ἀπανθρωπίας καὶ παρανομίας ἐπιγραφήσεται κακοῖς, ὡς πάντας ὑπερβαλέσθαι τοὺς πρὸ αὐτοῦ γενομένους ἀδίκους καὶ ἀσεβεῖς, φονικὴν καὶ ἀποτομωτάτην καὶ ἀνηλεῆ καὶ ποικίλην κατὰ πάντων μέν, ἐξαιρέτως δὲ καθ' ἡμῶν τῶν χριστιανῶν τὴν διάνοιαν ἔχων. Ἐπὶ τρία δὲ ἔτη μόνα καὶ μῆνας ἓξ τὰ τοιαῦτα τολμήσας ὑπὸ τῆς δευτέρας ἐξ οὐρανῶν ἐνδόξου παρουσίας τοῦ μονογενοῦς Υἱοῦ Θεοῦ καταργεῖται, τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθοῦς, ὃς ἀνελὼν τὸν Ἀντίχριστον τῷ πνεύματι τοῦ στόματος αὐτοῦ τῷ τῆς γεέννης τοῦτον παραδώσει πυρί.

 15.13 Ταῦτα δὲ διδάσκομεν οὐχ εὑρεσιλογοῦντες, ἀλλ' ἐκ τῶν θείων ἐκκλησιαζομένων γραφῶν καὶ μάλιστα ἐκ τῆς ἀρτίως ἀναγνωσθείσης τοῦ ∆ανιὴλ προφητείας μεμαθηκότες, καθὼς καὶ Γαβριὴλ ὁ ἀρχάγγελος ἡρμήνευσε λέγων οὕτως· τὸ θηρίον τὸ τέταρτον βασιλεία τετάρτη ἔσται ἐν τῇ γῇ, ἥτις ὑπερέξει πάσας τὰς βασιλείας. Ταύτην δὲ εἶναι τὴν Ῥωμαίων οἱ ἐκκλησιαστικοὶ παραδεδώκασιν ἐξηγηταί. Πρώτης γὰρ ἐπισήμου γενομένης τῆς Ἀσσυρίων βασιλείας καὶ δευτέρας τῆς Μήδων ὁμοῦ καὶ Περσῶν καὶ μετὰ ταύτας τῆς Μακεδόνων τρίτης ἡ τετάρτη βασιλεία νῦν ἡ Ῥωμαίων ἐστίν. Εἶτα ἑξῆς ὁ Γαβριὴλ ἑρμηνεύων φησί· τὰ δέκα κέρατα αὐτοῦ δέκα βασιλεῖς ἀναστήσονται, καὶ ὀπίσω αὐτῶν ἀναστήσεται βασιλεὺς ἕτερος, ὃς ὑπεροίσει κακοῖς πάντας τοὺς ἔμπροσθεν. Οὐ μόνον φησὶ τοὺς δέκα, ἀλλὰ καὶ πάντας τοὺς προγεγονότας. Καὶ τρεῖς βασιλεῖς ταπεινώσει, δῆλον δὲ ὅτι ἀπὸ τῶν δέκα τῶν προτέρων. Ἀπὸ δὲ τῶν δέκα τούτων τοὺς τρεῖς ταπεινῶν πάντως ὅτι αὐτὸς ὄγδοος βασιλεύσει. Καὶ λόγους, φησί, πρὸς τὸν ὕψιστον λαλήσει. Βλάσφημος ὁ ἀνὴρ καὶ παράνομος, οὐκ ἐκ πατέρων λαβὼν τὴν βασιλείαν, ἀλλ' ἐκ τῆς μαγικῆς τὸ ἄρχειν ἁρπάσας.

 15.14 Καὶ τίς ἐστιν οὗτος, ἢ ἐκ ποίας ἐνεργείας; ἑρμήνευσον ὦ Παῦλε. Οὗ ἐστι, φησίν, ἡ παρουσία κατ' ἐνέργειαν τοῦ σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασι ψεύδους, τοῦτο αἰνιττόμενος, ὅτι ὁ σατανᾶς ὀργάνῳ κέχρηται ἐκείνῳ, αὐτοπροσώπως δι' αὐτοῦ ἐνεργῶν. Εἰδὼς γὰρ ὅτι οὐ μέλλει λοιπὸν ἄνεσις γίνεσθαι αὐτοῦ τῇ κρίσει, οὐκέτι διὰ τῶν ὑπηρετῶν ἑαυτοῦ συνήθως, ἀλλὰ δι' ἑαυτοῦ λοιπὸν πολεμεῖ φανερώτερον. Ἐν πᾶσι δὲ σημείοις καὶ τέρασι ψεύδους. Ὁ γὰρ πατὴρ τοῦ ψεύδους τὰ τοῦ ψεύδους ἔργα φαντασιοσκοπεῖ, ἵνα τὰ πλήθη νομίσῃ θεωρεῖν νεκρὸν ἐγειρόμενον τὸν μὴ ἐγειρόμενον καὶ χωλοὺς περιπατοῦντας καὶ τυφλοὺς ἀναβλέποντας μὴ γενομένης τῆς ἰάσεως.

 15.15 Καὶ πάλιν φησὶν ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα. Ἐπὶ πάντα δὲ θεόν· μέλλει δῆθεν τὰ εἴδωλα μισεῖν ὁ ἀντίχριστος. Ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ καθίσαι. Ποῖον ἄρα ναόν; Τὸν καταλελυμένον τῶν Ἰουδαίων φησίν. Μὴ γένοιτο γὰρ τοῦτον ἐν ᾧ ἐσμέν. Διὰ τί τοῦτο λέγομεν; Ἵνα μὴ νομιζώμεθα χαρίζεσθαι ἑαυτοῖς. Εἰ γὰρ ὡς Χριστὸς πρὸς Ἰουδαίους ἔρχεται καὶ ὑπὸ Ἰουδαίων προσκυνεῖσθαι βούλεται, ἵνα αὐτοὺς μειζόνως ἀπατήσῃ, περισπούδαστον ποιεῖται τὸν ναόν, ὑποψίαν διδούς, ὅτι αὐτός ἐστιν ὁ ἐκ γένους ∆αβὶδ ὁ τὸν ὑπὸ Σολομῶνος ναὸν κατασκευασθέντα μέλλων οἰκοδομεῖν. Ἔρχεται δὲ ὁ Ἀντίχριστος τότε, ὅταν ἐν τῷ ναῷ τῶν Ἰουδαίων λίθος ἐπὶ λίθον μὴ μείνῃ κατὰ τὴν τοῦ Σωτῆρος ἀπόφασιν. Ὅταν γὰρ ἢ διὰ τὴν παλαιότητα πτῶσις ἢ προφάσει οἰκοδομῆς κατάλυσις ἢ ἔκ τινων ἑτέρων παρακολουθήσασα καθέλῃ πάντας τοὺς λίθους, οὐ λέγω τοῦ περιβόλου τοῦ ἔξωθεν, ἀλλὰ τοῦ ναοῦ τοῦ ἔνδοθεν, ἔνθα τὰ χερουβὶμ ἦν, τότε ἔρχεται ἐκεῖνος ἐν πᾶσι σημείοις καὶ τέρασι ψεύδους, κατεπαιρόμενος εἰδώλων ἁπάντων, τὰ πρῶτα μὲν φιλανθρωπίαν ὑποκρινόμενος, ὕστερον δὲ τὸ ἀπότομον ἐνδεικνύμενος, καὶ μάλιστα πρὸς τοὺς ἁγίους τοῦ Θεοῦ. Φησὶ γάρ· ἐθεώρουν, καὶ τὸ κέρας ἐκεῖνο ἐποίει πόλεμον μετὰ τῶν ἁγίων. Καὶ πάλιν ἀλλαχοῦ· ἔσται καιρὸς θλίψεως, θλίψις οἵα οὐ γέγονεν ἀφ' ἧς γέγονεν ἔθνος ἐπὶ τῆς γῆς ἕως τοῦ καιροῦ ἐκείνου. Δεινὸν τὸ θηρίον, δράκων μέγας, ἀνθρώποις ἀκαταγώνιστος, ἕτοιμος εἰς τὸ καταπιεῖν. Περὶ οὗ πλείονα ἔχοντες λαλεῖ ἐκ τῶν θείων γραφῶν τούτοις ἀρκούμεθα τέως συμμετρίας ἕνεκεν.

 15.16 ∆ιὰ τοῦτο εἰδὼς τοῦ ἀντιπάλου τὸ μέγεθος συγγνώμην τοῖς εὐλαβέσι διδοὺς ὁ Κύριός φησιν· τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη. Εἰ δέ τις σύνοιδεν ἑαυτῷ στεῤῥοτάτῳ ὄντι, ἵνα τῷ σατανᾷ ἀντιπαλαίσῃ, στηκέτω (οὐ γὰρ ἀπελπίζω τῆς ἐκκλησίας τὰ νεῦρα) καὶ λεγέτω· τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ, καὶ τὰ ἑξῆς. Ἀλλ' οἱ δειλοὶ μὲν ἑαυτοὺς ἀσφαλιζώμεθα, οἱ δὲ εὐθαρσεῖς παραστήκωμεν. Ἔσται γὰρ τότε θλίψις μεγάλη, οἵα οὐ γέγονεν ἀπ' ἀρχῆς κτίσεως ἕως τοῦ νύν, οὐδ' οὐ μὴ γένηται. Ἀλλὰ τῷ Θεῷ χάρις τῷ τὸ μέγεθος τῆς θλίψεως εἰς ὀλίγας ἡμέρας περιγράψαντι. Λέγει γάρ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι. Βασιλεύει δὲ ὁ Ἀντίχριστος τρία καὶ ἥμισυ ἔτη μόνα. Οὐκ ἐξ ἀποκρύφων λέγομεν, ἀλλ' ἐκ τοῦ ∆ανιήλ. Φησὶ γάρ· καὶ δοθήσεται ἐν χειρὶ αὐτοῦ ἕως καιροῦ καὶ καιρῶν καὶ ἥμισυ καιροῦ. Καιρὸς μὲν ὁ εἷς ἐνιαυτός, ἐν ᾧ τέως αὔξει ἡ παρουσία αὐτοῦ, καιροὶ δὲ τὰ ἐπίλοιπα δύο ἔτη τῆς παρανομίας εἰς τρία ὁμοῦ συναριθμούμενα, καὶ τὸ ἥμισυ τοῦ καιροῦ ἡ ἑξάμηνος. Καὶ πάλιν ἀλλαχοῦ τὸ αὐτό φησιν ὁ ∆ανιήλ· καὶ ὤμοσεν ἐν τῷ ζῶντι εἰς τὸν αἰῶνα, ὅτι εἰς καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ. Τάχα δέ τινες εἰς τοῦτο ἐξέλαβον καὶ τὸ ἑξῆς· ἡμέραι χίλιαι διακόσιαι ἐνενήκοντα, καὶ τὸ μακάριος ὁ ὑπομένων καὶ φθάσας εἰς ἡμέρας χιλίας τριακοσίας τριάκοντα πέντε. Διὰ τοῦτο δεῖ παρακαλύπτεσθαι καὶ φεύγειν. Ἵσως γὰρ οὐ μὴ τελέσωμεν τὰς πόλεις τοῦ Ἰσραήλ, ἕως ἂν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου.

 15.17 Τίς ἄρα μακάριος ὁ ὑπὲρ Χριστοῦ μετ' εὐλαβείας μαρτυρῶν τότε; Ὑπὲρ γὰρ πάντας μάρτυρας ἐγώ φημι εἶναι τοὺς τότε μάρτυρας. Οἱ μὲν γὰρ πρὸ τούτου μόνοις ἀνθρώποις ἐπάλαισαν, οἱ δὲ ἐπὶ τοῦ Ἀντιχρίστου αὐτῷ τῷ σατανᾷ αὐτοπροσώπως πολεμήσουσιν. Καὶ οἱ μὲν πρότερον διώκοντες βασιλεῖς ἐφόνευον μόνον, νεκροὺς δὲ οὐ προσεποιοῦντο ἐγείρειν, οὐδὲ σημείων καὶ τεράτων φαντασίας ἐδείκνυον, ὧδε δὲ καὶ τοῦ φόβου καὶ τῆς ἀπάτης προτροπὴ κακή, ὥστε πλανᾶσθαι, εἰ δύνατον, καὶ τοὺς ἐκλεκτούς. Μή ποτε εἰς καρδίαν ἀναβῇ τινος τῶν τότε· τί πλέον ὁ Χριστὸς ἐποίησεν; Ἐκ ποίας γὰρ δυνάμεως οὗτος ἐργάζεται ταῦτα; Εἰ μὴ θεὸς ἤθελεν, οὐκ ἂν συνεχώρησεν. Ἀσφαλίζεταί σε καὶ προλέγει ὁ ἀπόστολος· καὶ διὰ τοῦτο πέμπει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης, (τὸ δὲ πέμπει ἀντὶ τοῦ συγχωρεῖ γίνεσθαι), οὐχ ἵνα ἀπολογήσωνται, ἀλλ' ἵνα κατακριθῶσιν, διὰ τί; Οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, τουτέστι τῷ ἀληθινῷ Χριστῷ, ἀλλ' εὐδοκήσαντες τῇ ἀδικίᾳ, τουτέστι τῷ Ἀντιχρίστῳ. Συγχωρεῖ δὲ ταῦτα ὁ Θεὸς, ἔν τε τοῖς κατὰ καιρὸν διωγμοῖς καὶ τότε, οὐκ ἀδυνατῶν κωλύειν, ἀλλὰ δι' ὑπομονῆς συνήθως στεφανῶν τοὺς οἰκείους ἀθλητάς, παραπλησίως τοῖς ἑαυτοῦ προφήταις καὶ ἀποστόλοις· ἵνα πρὸς ὀλίγον χρόνον καμόντες τὴν αἰώνιον κληρονομήσωσι τῶν οὐρανῶν βασιλείαν, καθὼς ∆ανιήλ φησι· καὶ ἐν τῷ καιρῷ ἐκείνῳ σωθήσεται ὁ λαός Σου πᾶς ὁ γεγραμμένος ἐν τῇ βίβλῳ, δῆλον δὲ ὅτι τῆς ζωῆς. Καὶ πολλοὶ τῶν καθευδόντων ἐν γῆς χώματι ἐξεγερθήσονται, οὗτοι εἰς ζωὴν αἰώνιον καὶ οὗτοι εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον. Καὶ οἱ συνιέντες ἐκλάμψουσιν ὡς λαμπρότης τοῦ στερεώματος, καὶ ἀπὸ τῶν δικαίων τῶν πολλῶν ὡς οἱ ἀστέρες εἰς τοὺς αἰῶνας καὶ ἔτι.

 15.18 Ἀσφάλιζε τοίνυν σεαυτόν, ἄνθρωπε. Ἔχεις τὰ σημεῖα τοῦ Ἀντιχρίστου. Καὶ μὴ μόνος μνημόνευε τούτων, ἀλλὰ καὶ ἀφθόνως πᾶσι μεταδίδου. Εἰ τέκνον ἔχεις κατὰ σάρκα, τοῦτο ἤδη νουθέτει. Καὶ εἰ διὰ κατηχήσεως ἐγέννησάς τινα, καὶ τοῦτον προασφαλίζου, ἵνα μὴ τὸν ψευδῆ δέξηται ὡς ἀληθῆ. Τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας. Φοβοῦσί με οἱ πόλεμοι τῶν ἐθνῶν, φοβεῖ με τὰ σχίσματα τῶν ἐκκλησιῶν, φοβεῖ με ἡ μισαδελφία τῶν ἀδελφῶν. Καὶ λεγέσθω μὲν ταῦτα, μὴ γένοιτο δὲ ἵνα ἐφ' ἡμῶν πληρωθῇ, πλὴν ἀσφαλιζώμεθα. Καὶ περὶ μὲν τοῦ Ἀντιχρίστου ταῦτα.

 15.19 Ἐκδεχώμεθα δὲ καὶ προσδοκῶμεν τὸν Κύριον ἐκ τῶν οὐρανῶν ἐρχόμενον ἐπὶ τῶν νεφελῶν. Σάλπιγγες ἀγγελικαὶ τότε ἠχοῦσιν. Ὁ νεκροὶ ἐν Χριστῷ πρῶτον ἐγείρονται. Οἱ ζῶντες εὐλαβεῖς ἐν νεφέλαις ἁρπάζονται, ἔπαθλον τῶν καμάτων λαμβάνοντες τὸ ὑπὲρ ἄνθρωπον τιμηθῆναι, ἐπειδὴ καὶ ὑπὲρ ἄνθρωπον ἠγωνίσαντο. Καθὼς Παῦλος ὁ ἀπόστολος γράφων φησίν· ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ' οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον. Ἔπειτα ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι, ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτως πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.

 15.20 ᾜδει ταύτην τὴν τοῦ Κυρίου παρουσίαν καὶ τὴν τοῦ κόσμου συντέλειαν ὁ ἐκκλησιαστὴς λέγων· εὐφραίνου νεανίσκε ἐκ νεότητός σου, καὶ ἑξῆς· καὶ ἀπόστησον θυμὸν ἀπὸ καρδίας σου καὶ παράγαγε πονηρίαν ἀπὸ σαρκός σου καὶ μνήσθητι τοῦ κτίσαντός σε, ἕως οὗ μὴ ἔλθωσιν αἱ ἡμέραι τῆς κακίας, ἕως οὗ μὴ σκοτισθῇ ὁ ἥλιος καὶ τὸ φῶς καὶ ἡ σελήνη καὶ οἱ ἀστέρες καὶ σκοτάσουσιν αἱ βλέπουσαι ἐν ταῖς ὀπαῖς, (τὴν ὁρατικὴν δύναμιν αἰνισσόμενος,) ἕως οὗ μὴ ἀνατραπῇ τὸ σχοινίον τοῦ ἀργυρίου (τῶν ἄστρων τὴν συμπλοκὴν διδάσκων, ἀργυροειδὴς γὰρ ἡ ὄψις) καὶ συντριβῇ τὸ ἀνθέμιον τοῦ χρυσίου (τὸν χρυσοειδῆ οὕτως ἥλιον αἰνισσόμενος, ἡ γὰρ ἀνθεμὶς γνώριμός ἐστι βοτάνη πολλὰς ἔχουσα πέριξ ἀκτινοει δεῖς φυλλάδων ἐκφύσεις). Καὶ ἀναστήσονται εἰς φωνὴν τοῦ στρουθίου καίγε ἀπὸ τοῦ ὕψους ὄψονται καὶ θάμβοι ἐν τῇ ὁδῷ. Τί ὄψονται; Τότε ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ, καὶ κόψονται φυλαὶ κατὰ φυλάς. Καὶ τί γίνεται ἐλθόντος τοῦ Κυρίου; Καὶ ἀνθήσει τὸ ἀμύγδαλον καὶ παχυνθήσεται ἡ ἀκρὶς καὶ διασκεδασθήσεται ἡ κάππαρις. Ὡς δὲ οἱ ἐξηγηταί φασιν, ἀμύγδαλον ἀνθοῦν δηλοῖ τοῦ χειμῶνος τὸ παρελθόν. Μέλλει δὲ τὰ σώματα ἡμῶν μετὰ τὸν χειμῶνα τότε ἀνθεῖν ἐπουράνιον ἄνθος. Καὶ παχύνεται ἡ ἀκρίς, ἡ πτερωτὴ ψυχὴ τὸ σῶμα περιβαλλομένη. Καὶ διασκεδασθήσεται ἡ κάππαρις, οἱ ἀκανθώδεις παράνομοι διασκορπισθῶσιν.

 15.21 Βλέπεις πῶς προλέγουσι πάντες τὴν παρουσίαν τοῦ Κυρίου. Βλέπεις πῶς οἴδασι τὴν φωνὴν τοῦ στρουθίου. Ποίαν φωνὴν, ἴδωμεν. Ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ' οὐρανοῦ. Ἀρχάγγελος προσφωνεῖ καὶ λέγει τοῖς πᾶσιν· ἐγείρεσθε εἰς ἀπάντησιν τοῦ Κυρίου. Καὶ φοβερὰ ἡ κάθοδος τοῦ Δεσπότου. Ὁ ∆αβίδ φησιν· ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται. Πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρά, καὶ τὰ ἑξῆς. Ἔρχεται πρὸς τὸν Πατέρα κατὰ τὴν γραφὴν τὴν ἀρτίως ἀναγνωσθεῖσαν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ, ποταμοῦ πυρὸς ἕλκοντος δοκιμαστικοῦ τῶν ἀνθρώπων. Εἴ τις χρυσίου ἔχει τὰ ἔργα, λαμπρότερος γίνεται. Εἴ τις καλαμώδη ἔχει τὴν πρᾶξιν καὶ ἀνυπόστατον, κατακαίεται ὑπὸ τοῦ πυρός. Καὶ ὁ μὲν Πατὴρ καθέζεται ἔχων τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών, καὶ τὴν τρίχα τῆς κεφαλῆς ὡς ἔριον καθαρόν. Ἀνθρωπίνως δὲ τοῦτο εἴρηται. Διὰ τί; Ἐπειδὴ Βασιλεύς ἐστι τῶν μὴ ἐν ἁμαρτίαις μεμολυσμένων. Λευκανῶ γάρ φησιν ὑμῶν τὰς ἁμαρτίας ὡς χιόνα καὶ ὡσεὶ ἔριον, ὅπερ ἐστὶ συγχωρήσεως ἁμαρτιῶν ἢ καὶ ἀναμαρτησίας σημεῖον. Ἔρχεται δὲ ἐκ τῶν οὐρανῶν ὁ Κύριος ἐπὶ νεφελῶν ὁ ἐπὶ νεφελῶν ἀναβάς. Αὐτὸς γὰρ εἴρηκεν· καὶ ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς.

 15.22 Ἀλλὰ ποῖον τῆς παρουσίας αὐτοῦ τὸ σημεῖον ἐστί; Μή ποτε τολμήσῃ δύναμις ἐναντία μιμήσασθαι. Καὶ τότε φανήσεται, φησί, τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ. Σημεῖον δὲ ἀληθὲς ἰδικὸν τοῦ Χριστοῦ ἐστιν ὁ σταυρός. Φωτοειδοῦς σταυροῦ σημεῖον προάγει τὸν Βασιλέα, δηλοῦν τὸν Σταυρωθέντα πρότερον, ἵνα ἰδόντες οἱ πρότερον ἐκκεντήσαντες καὶ ἐπιβουλεύσαντες Ἰουδαῖοι κόψωνται φυλαὶ κατὰ φυλὰς λέγοντες· οὗτός ἐστιν ὁ ῥαπισθείς, οὗτός ἐστιν οὗ εἰς τὸ πρόσωπον ἐνέπτυσαν ἐκεῖνοι, οὗτός ἐστιν ὃν δεσμοῖς περιβεβλήκασιν, οὗτός ἐστιν ὃν σταυρωθέντα πρότερον ἐξηυτέλισαν. Ποῦ φύγωμεν ἀπὸ προσώπου τῆς ὀργῆς Σου; Ἐροῦσιν. Ἀγγελικῶν στρατιῶν περιβαλλουσῶν οὐδαμοῦ φυγεῖν δυνήσονται. Φόβος τοῖς ἐχθροῖς τοῦ Σταυροῦ τὸ σημεῖον, καὶ χαρὰ τοῖς φίλοις τοῖς εἰς Αὐτὸν πιστεύσασιν ἢ κηρύξασιν Αὐτὸν ἢ ὑπὲρ Αὐτοῦ παθοῦσιν. Τίς ἄρα μακάριος τότε, ὃς φίλος Χριστοῦ εὑρεθήσεται; Οὐ καταφρονεῖ τῶν οἰκείων δούλων ὁ τοσοῦτος ἔνδοξος Βασιλεύς, ὁ ὑπὸ τῶν ἀγγέλων δορυφορούμενος, ὁ τοῦ Πατρὸς σύνθρονος. Ἵνα γὰρ μὴ συμφυρῶσιν οἱ ἐκλεκτοὶ μετὰ τῶν ἐχθρῶν, ἀποστέλλει τοὺς ἀγγέλους Αὐτοῦ μετὰ σάλπιγγος μεγάλης, καὶ ἐπισυνάξουσι τοὺς ἐκλεκτοὺς Αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων. Ἑνὸς τοῦ Λὼτ οὐ κατεφρόνησεν. Πῶς ἄρα πολλῶν δικαίων καταφρονήσει; Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, ἐρεῖ τοῖς τότε νεφελώδεσιν ἅρμασιν ἐποχουμένοις καὶ ὑπὸ ἀγγέλων συλλεχθεῖσιν.

 15.23 Ἀλλ' ἐρεῖ τις τῶν παρόντων· πένης εἰμί, ἢ καὶ τότε ἴσως ἀσθενὴς ἐπὶ κλίνης εὑρεθήσομαι, ἢ γύναιον ἐν μύλωνι καταληφθήσομαι. Μὴ ἄρα καταφρονηθῶμεν; Θάρσησον ἄνθρωπε. Ὁ Κριτὴς ἀπροσωπόληπτός ἐστιν. Οὐ κατὰ τὴν δόξαν κρινεῖ, οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει. Οὐ προτιμᾷ λογίους ἰδιωτῶν οὐδὲ πλουσίους πενήτων. Κἂν ἐν ἀγρῷ ᾖς, λαμβάνουσί σε οἱ ἄγγελοι. Μὴ νομίσῃς ὅτι τοὺς γεούχους λαμβάνει καὶ σὲ τὸν γεωργὸν καταλείπει. Κἂν δοῦλος ᾖς, κἂν πένης, μηδὲν ἀγωνιάσῃς. Ὁ μορφὴν δούλου λαβὼν τῶν δούλων οὐ καταφρονεῖ. Κἂν νοσῶν κείμενος ᾖς ἐπὶ κλίνης, γέγραπται· τότε δύο ἔσονται ἐπὶ κλίνης μιᾶς, εἷς παραλαμβάνεται καὶ εἷς ἀφίεται. Κἂν κατ' ἀνάγκην μύλωνι παραδοθῇς ἀνὴρ ἢ γυνή, κἂν παῖδας ἔχῃς καὶ τῷ μύλωνι παρεδρεύσῃς, ἀλλ' οὐ παρορᾷ σε ὁ ἐξαγαγὼν πεπεδημένους ἐν ἀνδρείᾳ. Ὁ ἐξαγαγὼν τὸν Ἰωσὴφ εἰς βασιλείαν ἐκ δουλείας καὶ φυλακῆς καὶ σὲ λυτροῦται ἐκ τῶν θλίψεων εἰς βασιλείαν οὐρανῶν. Μόνον θάρσησον, μόνον ἔργασαι, μόνον ἀγώνισαι προθύμως. Οὐδὲν γὰρ ἀπόλλυται. Ἀνάγραπτός ἐστί σου πᾶσα προσευχὴ καὶ ψαλμῳδία, ἀνάγραπτός ἐστι πᾶσα ἐλεημοσύνη, ἀνάγραπτός ἐστι πᾶσα νηστεία, ἀνάγραπτός ἐστι πᾶς ὁ διαφυλαχθεὶς γάμος καλῶς, ἀνάγραπτός ἐστιν ἐγκράτεια διὰ Θεὸν τελεσθεῖσα. Τὰ πρωτεῖα δὲ τῶν στεφάνων ἐν ἀναγραφαῖς ἔχει παρθενία καὶ ἁγνεία, καὶ μέλλεις λάμπειν ὡς ἄγγελος. Ἀλλ' ὥσπερ ἤκουσας ἡδέως τὰ καλά, οὕτως ἄκουε πάλιν ἀδυσωπήτως καὶ τὰ ἐναντία. Ἀνάγραπτός σού ἐστι πᾶσα πλεονεξία, ἀνάγραπτός σού ἐστι πᾶσα πορνεία, ἀνάγραπτός σου πᾶσά ἐστιν ἐπιορκία καὶ βλασφημία καὶ φαρμακεία καὶ κλοπὴ καὶ φόνος. Πάντα ἀναγράφεται ταῦτα λοιπόν, ἐὰν νῦν μετὰ τὸ βαπτισθῆναι τὰ αὐτὰ πράξῃς. Τὰ γὰρ πρῶτα ἐξαλείφεται.

 15.24 Ὅταν δὲ ἔλθῃ, φησίν, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ Αὐτοῦ καὶ πάντες οἱ ἄγγελοι μετ' Αὐτοῦ. Βλέπε, ἄνθρωπε, ἐπὶ πόσων εἰς κριτήριον εἰσέρχῃ. Πᾶν γένος ἀνθρώπων τότε παρέσται. Λόγισαι οὖν, πόσον ἐστὶ τὸ Ῥωμαίων φῦλον. Λόγισαι, πόσα τὰ βάρβαρα τὰ νῦν ζῶντα καὶ ὅσα πρὸ ἑκατὸν ἐτῶν ἐτελεύτησεν. Λόγισαι πρὸ χιλίων ἐτῶν πόσα ἐτάφη. Λόγισαι τοὺς ἀπὸ Ἀδὰμ μέχρι σήμερον. Πολὺ μὲν τὸ πλῆθος, ἀλλ' ἔτι μικρόν. Πλείονες γὰρ οἱ ἄγγελοι. Ἐνενήκοντα ἐννέα πρόβατά ἐστιν ἐκεῖνα, ἡ δὲ ἀνθρωπότης τὸ ἓν μόνον. Πρὸς γὰρ τὸ μέγεθος τῶν τόπων ἁπάντων οὕτως καὶ τὸ πλῆθος τῶν οἰκητόρων λογίζεσθαι δεῖ. Ἡ οἰκουμενικὴ γῆ κέντρον ὥσπερ ἐστὶν ἐν μέσῳ τοῦ ἑνὸς οὐρανοῦ, καὶ τοσοῦτον ἔχει πλῆθος ὁ ταύτην περιβάλλων οὐρανός, ὅσον ἔχει τὸ πλάτος, καὶ οἱ οὐρανοὶ τῶν οὐρανῶν ἀνείκαστον ἔχουσι τὸν ἀριθμόν. Γέγραπται δέ· χίλιαι χιλιάδες ἐλειτούργουν Αὐτῷ καὶ μύριαι μυριάδες παρειστήκεισαν Αὐτῷ. Οὐχ ὅτι τοσοῦτον μόνον τὸ πλῆθός ἐστιν, ἀλλ' ὅτι πλέον τούτων εἰπεῖν οὐκ ἠδύνατο ὁ προφήτης. Πάρεστι τοίνυν ἐν τῇ κρίσει τότε ὁ Θεὸς ὁ πάντων Πατήρ, συγκαθεζομένου Ἰησοῦ Χριστοῦ καὶ συμπαρόντος Ἁγίου Πνεύματος. Σάλπιγξ ἀγγελικὴ προσκαλεῖται πάντας ἡμᾶς τὰ πεπραγμένα φοροῦντας. Ἆρ' οὐκ ὀφείλομεν ἐντεῦθεν ἤδη ἀγωνιᾶσαι; Μὴ μικρὰν τὴν καταδίκην καὶ χωρὶς τιμωρίας ἄνθρωπε νομίσῃς τὸ ἐπὶ τοσούτων καταγνωσθῆναι. Ἆρα οὐχ αἱρούμεθα πολλάκις ἀποθανεῖν ἢ ὑπὸ φίλων καταγνωσθῆναι;

 15.25 Ἀγωνιάσωμεν, ἀδελφοί, [τοίνυν] μὴ Θεὸς ἡμῶν καταγνῷ, ὃς ἐξετάσεως ἢ ἐλέγχων οὐ χρείαν ἔχει πρὸς κατάγνωσιν. Μὴ εἴπῃς ὅτι νυκτὸς ἐπόρνευσα ἢ ἐμάγευσα ἢ ἕτερόν τι ἔπραξα, καὶ ἄνθρωπος οὐ παρῆν ἐκεῖ. Ἐκ τῆς συνειδήσεώς σου κρίνῃ μεταξὺ τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων ἐν ἡμέρᾳ ὅταν κρίνῃ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων. Τοῦ Κριτοῦ τὸ φοβερὸν πρόσωπον ἀναγκάζει σε εἰπεῖν τὴν ἀλήθειαν, μᾶλλον δὲ κἂν μὴ εἴπῃς ἐλέγχει. Περιβεβλημένος γὰρ τὰς σεαυτοῦ ἁμαρτίας ἤτοι δικαιοσύνας ἐγείρῃ. Καὶ τοῦτο ἐδήλωσεν αὐτὸς ὁ κριτὴς λέγων–Χριστὸς γάρ ἐστιν ὁ κρίνων. Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ, οὐκ ἀπαλλοτριῶν ἑαυτὸν τῆς ἐξουσίας, ἀλλὰ διὰ τοῦ Υἱοῦ κρίνων. Νεύματι τοίνυν Πατρὸς κρίνει ὁ Υἱός. Οὐ γὰρ ἄλλα Πατρὸς καὶ ἄλλα Υἱοῦ τὰ νεύματα, ἀλλὰ ἓν καὶ τὸ αὐτό–τί λέγει τοίνυν ὁ Κριτὴς περὶ τοῦ φορεῖν σε τὰ ἔργα σου ἢ μή; Καὶ συνάξουσιν ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη. Δεῖ γὰρ ἐνώπιον τοῦ Χριστοῦ πᾶν γόνυ κάμψαι ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων. Καὶ ἀφορίσει αὐτοὺς ἀπ' ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων. Ὁ ποιμὴν πῶς ἀφορίζει; Ἆρα ἐξετάζων ἀπὸ βιβλίου, τί μέν ἐστι πρόβατον, τίς δὲ ἔριφος; Ἢ ἀπὸ τῶν φαινομένων διακρίνει; Οὐχὶ τὸ μὲν ἔριον δηλοῖ τὸ πρόβατον, τὸ δὲ τριχῶδες καὶ σκληρὸν δηλοῖ τὸν ἔριφον; Οὕτως, ἐὰν μὲν καθαρθεὶς ἄρτι τῶν ἁμαρτιῶν τὰς πράξεις ἔχῃς εἰς τὸ ἑξῆς ὡς ἔριον καθαρόν, καὶ μένῃ σου ἀμόλυντος ἡ στολή, καὶ λέγῃς πάντοτε τὸ ἐξεδυσάμην τὸν χιτῶνά Μου, πῶς ἐνδύσομαι αὐτόν; Ἐκ τῆς περιβολῆς γνωρίζῃ πρόβατον. Ἐὰν δὲ τριχώδης εὑρεθῇς κατὰ τὸν Ἡσαῦ τὸν δασὺν ἐν θριξὶ καὶ φαῦλον ἐν διανοίᾳ, τὸν ἀπολέσαντα τὰ πρωτοτόκια διὰ βρώματα καὶ πωλήσαντα τὴν ἀξίαν, γενήσῃ τῶν ἀριστερῶν. Μὴ γένοιτο δέ τινα τῶν παρόντων ἀποβληθῆναι τῆς χάριτος, μηδὲ διὰ φαύλας πράξεις ἐν τοῖς ἀριστεροῖς τῶν ἁμαρτωλῶν εὑρεθῆναι τάγμασιν.

 15.26 Φοβερὰ ἡ κρίσις ὡς ἀληθῶς καὶ τρόμος ἐπὶ τοῖς καταγγελλομένοις. Βασιλεία οὐρανῶν πρόκειται, καὶ πῦρ αἰώνιον ἡτοίμασται. Πῶς οὖν, ἐρεῖ τις, φύγωμεν τὸ πῦρ; Καὶ πῶς εἰσέλθωμεν εἰς τὴν βασιλείαν; Ἐπείνασα, φησί, καὶ ἐδώκατέ μοι φαγεῖν. Μάθετε τὴν ὁδόν. Οὐ χρεία νῦν ἀλληγορίας, ἀλλὰ τοῦ ἐπιτελέσαι τὰ λεγόμενα. Ἐπείνασα καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με, γυμνὸς καὶ περιεβάλετέ με, ἠσθένησα καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθετε πρός με. Ταῦτα ἐὰν ποιήσῃς, συμβασιλεύσεις, ἐὰν δὲ μὴ ποιήσῃς, κατακρίνῃ. Ἤδη τοίνυν ἄρξαι τοῦ ἐργάζεσθαι ταῦτα καὶ ἐπίμενε τῇ πίστει, μὴ κατὰ τὰς μωρὰς παρθένους μέλλων ἀγοράζειν τὸ ἔλαιον ἀποκλεισθῇς. Μὴ θαρσήσῃς ὅτι μόνον κατέχεις τὴν λαμπάδα, ἀλλὰ διατήρησον αὐτὴν καιομένην. Λαμψάτω σου τὸ φῶς τῶν καλῶν ἔργων ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ μὴ βλασφημείσθω διὰ σὲ ὁ Χριστός. Φόρεσον ἔνδυμα ἀφθαρσίας ἐν ἔργοις ἀγαθοῖς διαπρέπων, καὶ ὃ λαμβάνεις παρὰ τοῦ Θεοῦ οἰκονομικῶς διοικῆσαι πρᾶγμα, διοίκησον χρησίμως. Χρήματα ἐπιστεύθης; Διοίκησον καλῶς. Λόγον διδασκαλικὸν ἐπιστεύθης; Οἰκονόμησον καλῶς. Τὰς ψυχὰς τῶν ἀκουόντων προσθεῖναι δύνασαι. Ποίει τοῦτο σπουδαίως. Πολλαὶ θύραι τῆς καλῆς διοικήσεως. Μή τις ἡμῶν μόνον καταγνωσθεὶς ἀποβληθῇ, ἵνα μετὰ παῤῥησίας ἀπαντήσωμεν τῷ αἰωνίῳ βασιλεῖ Χριστῷ τῷ βασιλεύοντι εἰς τοὺς αἰῶνας. Βασιλεύει γὰρ εἰς τοὺς αἰῶνας ὁ Κρίνων ζῶντας καὶ νεκροὺς ὑπὲρ ζώντων καὶ νεκρῶν ἀποθανών. Καὶ καθὼς Παῦλός φησιν· εἰς τοῦτο γὰρ ὁ Χριστὸς ἀπέθανε καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.

 15.27 Κἄν ποτέ τινος ἀκούσῃς λέγοντος, ὅτι τέλος ἔχει ἡ Χριστοῦ βασιλεία, μίσησον τὴν αἵρεσιν. Τοῦ δράκοντός ἐστιν ἄλλη κεφαλὴ προσφάτως περὶ τὴν Γαλατίαν ἀναφυεῖσα. Ἐτόλμησέ τις λέγειν ὅτι μετὰ τὸ τέλος τοῦ κόσμου ὁ Χριστὸς οὐ βασιλεύει, καὶ ἐτόλμησεν εἰπεῖν ὅτι ὁ λόγος ἐκ Πατρὸς ἐξελθὼν οὗτος εἰς Πατέρα πάλιν ἀναλυθεὶς οὐκέτι ἔστιν, βλασφημῶν τὰ τοιαῦτα καθ' ἑαυτοῦ. Οὐ γὰρ ἤκουσε τοῦ Κυρίου λέγοντος· ὁ Υἱὸς μένει εἰς τὸν αἰῶνα. Οὐκ ἤκουσε τοῦ Γαβριὴλ λέγοντος· καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Σκόπησον τὸ λεγόμενον. Ἄνθρωποι νῦν αἱρετικοὶ κατὰ τοῦ Χριστοῦ διδάσκουσιν, καὶ Γαβριὴλ ὁ ἀρχάγγελος τὰ περὶ τῆς αἰωνίου διαμονῆς τοῦ Σωτῆρος ἐδίδαξε. Τίνι μᾶλλον οὖν πιστεύεις; Οὐχὶ ἄρα τῷ Γαβριήλ; Τὴν μαρτυρίαν τὴν παροῦσαν τοῦ ∆ανιὴλ ἄκουσον· ἐθεώρουν ἐν ὁράματι τῆς νυκτός, καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος, καὶ ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν. Καὶ αὐτῷ ἐδόθη ἡ τιμὴ καὶ ἡ ἀρχὴ καὶ ἡ βασιλεία, καὶ πάντες οἱ λαοί, φυλαί, γλῶσσαι δουλεύουσιν αὐτῷ. Ἡ ἐξουσία Αὐτοῦ ἐξουσία αἰώνιος, ἥτις οὐ περιελεύσεται, καὶ ἡ βασιλεία Αὐτοῦ οὐ διαφθαρήσεται. Ταῦτα κράτει μᾶλλον, τούτοις πίστευε, τὰ δὲ τῆς αἱρέσεως ἀποπέμπου. Φανερώτατα γὰρ ἤκουσας περὶ τῆς ἀτελευτήτου τοῦ Χριστοῦ βασιλείας.

 15.28 Ἔχεις τὸ παραπλήσιον καὶ ἐν τῇ ἑρμηνείᾳ τοῦ λίθου τοῦ ἐξ ὄρους τμηθέντος ἄνευ χειρῶν, ὅς ἐστι Χριστὸς τὸ κατὰ σάρκα· καὶ ἡ βασιλεία Αὐτοῦ λαῷ ἑτέρῳ οὐχ ὑπολειφθήσεται. Καὶ ὁ ∆αβὶδ ποτὲ μέν φησι· ὁ θρόνος Σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ποτὲ δέ· κατ' ἀρχὰς Σύ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ [τὰ] ἑξῆς· αὐτοὶ ἀπολοῦνται, Σὺ δὲ διαμένεις. Καὶ [τὰ] ἑξῆς· Σὺ δὲ ὁ αὐτὸς εἶ καὶ τὰ ἔτη Σου οὐκ ἐκλείψουσιν. ἅτινα εἰς τὸν Υἱὸν ὁ Παῦλος ἑρμήνευσεν.

 15.29 Καὶ θέλεις γνῶναι, πόθεν ἦλθον εἰς τοιαύτην μανίαν οἱ τὰ ἐναντία διδάσκοντες; Ἀνέγνωσαν τὸ τοῦ ἀποστόλου καλὸν κακῶς, τὸ δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ ἂν θῇ πάντας τοὺς ἐχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ. Καὶ λέγουσιν, ὅταν οἱ ἐχθροὶ τεθῶσιν ὑπὸ τοὺς πόδας αὐτοῦ, οὐκέτι βασιλεύει, κακῶς καὶ ἀνοήτως τοῦτο λέγοντες. Ὁ γὰρ πρὶν καταγωνίσηται τοὺς ἐχθροὺς βασιλεύων πῶς οὐχὶ [μᾶλλον] μετὰ τὸ περικρατῆσαι τῶν ἐχθρῶν βασιλεύσει;

 15.30 Ἐτόλμησαν δὲ καὶ τοῦτο εἰπεῖν, ὅτι τὸ γεγραμμένον, ὅταν ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, τοῦτο δηλοῖ καὶ τὸν Υἱὸν ἀναλύεσθαι εἰς Πατέρα. Εἶτα, ὦ πάντων ἀνοσιώτατοι, ὑμεῖς μὲν τὰ Χριστοῦ δημιουργήματα μένετε, Χριστὸς δέ, δι' οὗ καὶ ὑμεῖς καὶ πάντα γέγονεν, ἀπόλλυται; Βλάσφημος ἡ φωνή. Πῶς δὲ καὶ ὑποταγήσεται αὐτῷ τὰ πάντα; Ἀπολλύμενα ἢ μένοντα; Εἶτα τὰ μὲν ἄλλα ὑποτασσόμενα τῷ Υἱῷ μένει, ὁ δὲ Υἱὸς ὑποτασσόμενος τῷ Πατρὶ οὐ μένει; Ὑποταγήσεται δὲ οὐχ ὅτι τότε ἄρχεται πειθαρχεῖν τῷ Πατρί, (ἀεὶ γὰρ τὰ ἀρεστὰ αὐτῷ ποιεῖ πάντοτε,) ἀλλ' ὅτι καὶ τότε ὑπακούει οὐκ ἀναγκαστὴν ὑποταγὴν ἔχων, ἀλλ' αὐτοπροαίρετον εὐπείθειαν. Οὐ γὰρ δοῦλός ἐστιν, ἵνα ἀνάγκῃ ὑποταγῇ, ἀλλὰ Υἱός ἐστιν, ἵνα προαιρέσει καὶ φιλοστοργίᾳ πεισθῇ.

 15.31 Ἐξετάσωμεν δὲ αὐτούς, τὸ ἄχρις οὗ ἢ τὸ μέχρις οὗ ποταπόν ἐστιν; Ἐγὼ γὰρ αὐτῇ τῇ λέξει ὁμόσε χωρήσας ἀνατρέψαι πειράσομαι τὴν πλάνην. Ἐπειδὴ ἐτόλμησαν εἰπεῖν ὅτι τὸ μέχρις οὗ ἂν θῇ τοὺς ἐχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ δηλοῖ αὐτοῦ τὸ τέλος, καὶ ἐτόλμησαν περιγράψαι τὴν αἰώνιον τοῦ Χριστοῦ βασιλείαν καὶ καταπαῦσαι τῷ λόγῳ τὴν ἀκατάπαυστον ἐξουσίαν, φέρε τοίνυν ἀναγνῶμεν τὰ ὅμοια ἐν τῷ ἀποστόλῳ. Ἀλλ' ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωυσέως. Ἆρα μέχρι τότε ἀπέθανον καὶ οὐκέτι μετὰ Μωυσέα τινὲς ἀπέθανον ἢ μετὰ νόμον οὐκέτι θάνατος γέγονεν ἀνθρώπων; Ἀλλὰ βλέπεις ὅτι τὸ μέχρι ῥητὸν οὐ χρόνου ἐστὶ περιοριστικόν, ἀλλ' ὅτι τοῦτο μᾶλλον ἐδήλωσεν ὁ Παῦλος, καὶ ταῦτα Μωυσέως δικαίου ὄντος καὶ θαυμασίου ἀνδρός, ὅμως ἡ κατὰ τοῦ Ἀδὰμ ἐξενεχθεῖσα ἀπόφασις θανατικὴ ἔφθασε καὶ ἐπ' αὐτὸν καὶ ἐπὶ τοὺς ἑξῆς, καὶ ταῦτα μὴ ἁμαρτήσαντας τὰ ὅμοια τῷ Ἀδὰμ ἐν τῇ παρακοῇ τῆς τοῦ ξύλου βρώσεως.

 15.32 ∆έξαι πάλιν ἄλλο ῥητὸν ὅμοιον. Μέχρι γὰρ σήμερον, ἡνίκα ἀναγινώσκεται Μωυσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται. Τὸ μέχρι σήμερον ἄρα μέχρι Παύλου μόνον; Οὐ μέχρι σήμερον καὶ ἕως τῆς συντελείας; Ἐὰν δὲ λέγῃ Παῦλος Κορινθίοις· ἄχρι γὰρ καὶ ὑμῶν ἐφθάσαμεν ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ, ἐλπίδα ἔχοντες αὐξανομένης τῆς πίστεως ὑμῶν εἰς τὰ ὑπερέκεινα ὑμῶν εὐαγγελίσασθαι· βλέπεις σαφῶς ὅτι τὸ ἄχρις οὐχὶ τέλος ἐστίν, ἀλλ' ἔχει τι ἐπακολουθοῦν. Πῶς τοίνυν δεῖ σε μνημονεύειν τὸ ἄχρις οὗ ἂν θῇ τοὺς ἐχθρούς; ὥσπερ ἀλλαχοῦ λέγει ὁ αὐτὸς Παῦλος· καὶ παρακαλεῖτε ἑαυτοὺς καθ' ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ σήμερον καλεῖται, δηλονότι διὰ παντός. Ὥσπερ γὰρ ἀρχὴν τῶν ἡμερῶν τοῦ Χριστοῦ λέγειν οὐ χρή, οὕτω μηδὲ τέλος τῆς βασιλείας Αὐτοῦ ποτε λέγοντός τινος ἀνάσχῃ. Ἡ γὰρ βασιλεία Αὐτοῦ βασιλεία αἰώνιος, γέγραπται.

 15.33 Καὶ ἄλλας δὲ πλείονας μαρτυρίας ἔχων ἐκ τῶν θείων γραφῶν περὶ τῆς εἰς τοὺς αἰῶνας ἀτελευτήτου τοῦ Χριστοῦ βασιλείας ἀρκεσθήσομαι ταῖς προειρημέναις τέως διὰ τὸ πολὺ τῆς ἡμέρας. Σὺ δὲ ὁ ἀκροατὴς ἐκεῖνον Βασιλέα προσκύνει μόνον, φυγὼν πᾶσαν αἱρετικὴν πλάνην. Εἰ δὲ παράσχοι ἡ τοῦ Θεοῦ χάρις, καὶ τὰ λείποντα τῆς πίστεως κατὰ καιρὸν ὑμῖν ῥηθήσεται. Ὁ δὲ τῶν ὅλων Θεὸς πάντας ὑμᾶς διαφυλάξειε μνημονεύοντας τῶν σημείων τῆς συντελείας καὶ ἀκαταγωνίστους ὑπὸ τοῦ Ἀντιχρίστου μένοντας. Ἔλαβες τὰ σημεῖα τοῦ μέλλοντος ἔρχεσθαι πλάνου. Ἔλαβες τὰς ἀποδείξεις τοῦ ἀληθινοῦ Χριστοῦ τοῦ κατερχομένου φανερῶς ἐξ οὐρανῶν. Τὸν μὲν φεῦγε, τὸν ψευδῆ, τὸν δὲ προσδόκα, τὸν ἀληθινόν. Ἔμαθες τὴν ὁδόν, πῶς κρινόμενος ἐν τοῖς δεξιοῖς εὑρεθῄσῃ. Τήρησον τὴν περὶ Χριστοῦ παραθήκην ἐν ἔργοις ἀγαθοῖς διαπρέπων, ἵνα εὐπαῤῥησιάστως παραστὰς τῷ Κριτῇ βασιλείαν οὐρανῶν κληρονομήσῃς. Δι' οὗ καὶ μεθ' οὗ ἡ δόξα τῷ Θεῷ σὺν Ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 πηγή : orthodoxfathers.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου