xristianorthodoxipisti.blogspot.gr ΟΡΘΟΔΟΞΑ ΚΕΙΜΕΝΑ / ΑΡΘΡΑ
Εθνικά - Κοινωνικά - Ιστορικά θέματα
Ε-mail: teldoum@yahoo.gr FB: https://www.facebook.com/telemachos.doumanes

«...τῇ γαρ χάριτί ἐστε σεσωσμένοι διά τῆς πίστεως· και τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον, οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται. αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ ᾿Ιησοῦ ἐπι ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεός ἵνα ἐν αὐτοῖς περιπατήσωμεν...» (Εφεσίους β’ 8-10)

«...Πολλοί εσμέν οι λέγοντες, ολίγοι δε οι ποιούντες. αλλ’ούν τον λόγον του Θεού ουδείς ώφειλε νοθεύειν διά την ιδίαν αμέλειαν, αλλ’ ομολογείν μεν την εαυτού ασθένειαν, μη αποκρύπτειν δε την του Θεού αλήθειαν, ίνα μή υπόδικοι γενώμεθα, μετά της των εντολών παραβάσεως, και της του λόγου του Θεού παρεξηγήσεως...» (Άγιος Μάξιμος ο Ομολογητής p.g.90,1069.360)

Περὶ ἐξόδου ψυχῆς, καὶ περὶ τῆς δευτέρας παρουσίας - Άγιος Κύριλλος Αλεξανδρείας

 Περὶ ἐξόδου ψυχῆς, καὶ περὶ τῆς δευτέρας παρουσίας - Άγιος Κύριλλος Αλεξανδρείας

 Φοβοῦμαι τὸν θάνατον, ὅτι πικρός μοί ἐστι.

Φοβοῦμαι τὴν γέενναν, ὅτι ἀτελεύτητός ἐστι.


Κριτοῦ καθεζομένου, καὶ Ἀγγέλων ἑστώτων, σάλπιγγος ἠχούσης, καὶ φλογὸς καιομένης, τί ποιήσεις ψυχή μου ἀπαγομένη εἰς κρίσιν; τότε, γὰρ τὰ δεινά σου παρίστανται, τὰ κρυπτά σου ἐλέγχονται ἐγκλήματα· διὸ πρὸ τέλους βόησον Χριστῷ τῷ Θεῷ, Καρδιογνῶστα, ἥμαρτον, ἐλέησόν με.  Καθίσματα Κατανυκτικὰ Ἦχος πλ. α'

Φοβοῦμαι τὸν τάρταρον, ὅτι οὐ μετέχει θέρμης.

Φοβοῦμαι τὸ σκότος, ὅτι οὐ μετέχει φωτός.

Φοβοῦμαι τὸν σκώληκα τὸν ἰοβόλον, ὅτι ἀτελεύτητός ἐστι.

Φοβοῦμαι τοὺς ἀγγέλους τοὺς ἐπὶ τῆς κρίσεως, ὅτι ἀνελεήμονές εἰσι.

Φοβοῦμαι ἐννοῶν τῆς ἡμέρας ἐκείνης τὸ φοβερὸν καὶ ἀδέκαστον δικαστήριον, 

τὸ βῆμα τὸ φρικῶδες, τὸν δικαστὴν τὸν ἀδέκαστον.

 Φοβοῦμαι τὸν ποταμὸν τοῦ πυρὸς, τὸν πρὸ τοῦ βήματος ἐκείνου συρόμενον, καὶ σφοδροτάτῃ κατακλάζοντα τῇ φλογὶ, τὰς ἠκονημένας ῥομφαίας.

Φοβοῦμαι τὰς ἀποτόμους τιμωρίας.

Φοβοῦμαι τὴν κόλασιν τὴν οὐκ ἔχουσαν τέλος.

Φοβοῦμαι τὸν ζόφον τὸν ἀφεγγῆ.

Φοβοῦμαι τὸ σκότος τὸ ἐξώτερον.

Φοβοῦμαι τὰ δεσμὰ τὰ ἄλυτα, τὸν βρυγμὸν τῶν ὀδόντων, τὸν κλαυθμὸν τὸν ἀπαραμύθητον.

Φοβοῦμαι τοὺς ἀφύκτους ἐλέγχους·

οὐδὲν γὰρ κατηγόρων δεῖται ὁ δικαστὴς ἐκεῖνος, οὔτε μαρτύρων, οὔτε ἀποδείξεων, οὔτε ἐλέγχων·

ἀλλ' ὅσα ἐπράξαμεν, καὶ ἐλαλήσαμεν, καὶ ἐβουλευσάμεθα, φέρει εἰς μέσον πρὸ τῶν ὀφθαλμῶν τῶν πεπλημμεληκότων.

 Περὶ ἐξόδου ψυχῆς, καὶ περὶ τῆς δευτέρας παρουσίας

 Τότε οὐδεὶς ὁ παριστάμενος, καὶ ἐξαρπάζων τῆς τιμωρίας, οὐ πατὴρ, οὐ μήτηρ, οὐχ υἱὸς, οὐχὶ θυγάτηρ, οὐκ ἄλλος τις τῶν συγγενῶν, οὐ γείτων, οὐ φίλος, οὐ συνήγορος, οὐ χρημάτων δόσις, οὐ πλούτου περιουσία, οὐ δυναστείας ὄγκος·

ἀλλὰ ταῦτα πάντα ὥσπερ κόνις εἰς σποδὸν ἐλήλαται, καὶ μόνος κρινόμενος ἀπὸ τῶν αὐτῷ πεπραγμένων, τὴν ἐλευθεροῦσαν, ἢ τὴν καταδικάζουσαν ὑπομένει ψῆφον.

 Οἴμοι! οἴμοι! τῆς συνειδήσεως ἐλεγχούσης με, καὶ τῆς γραφῆς βοώσης, καὶ διδασκούσης με·

ὦ ψυχὴ, τῶν μιασμάτων, καὶ παρὰ σοὶ ἐβδελυγμένων ἔργων!

Οἴμοι, ὅτι τὸν ναὸν τοῦ σώματος ἔφθειρα, καὶ τὸ ἅγιόν σου Πνεῦμα ἐλύπησα! ὦ Θεὲ, ἀληθινά σου τὰ ἔργα, καὶ δικαία ἡ κρίσις σου, καὶ εὐθεῖαι αἱ ὁδοί σου, καὶ ἀνεξιχνίαστα τὰ κρίματά σου.

∆ιὰ πρόσκαιρον ἁμαρτίας ἀπόλαυσιν, ἀθάνατα βασανίζομαι·

δι' ἡδονὴν σαρκὸς, τῷ πυρὶ παραδίδομαι.

∆ικαία ἡ κρίσις τοῦ Θεοῦ·

ἐκαλούμην, καὶ οὐχ ὑπήκουον·

ἐδιδασκόμην, καὶ οὐ προσεῖχον·

διεμαρτύραντό μοι, ἐγὼ δὲ κατεγέλων·

ἀναγινώσκων καὶ ἐπιγινώσκων, οὐκ ἀπιστεύων, ἀλλ' ἐν ἀμελείᾳ, καὶ ῥᾳθυμίᾳ, καὶ ἀκηδίᾳ, καὶ ἐν περισπασμοῖς, καὶ ταραχαῖς, καὶ ζάλαις τρυφῶν καὶ σπαταλῶν, καὶ σκιρτῶν ἀγαλλόμενος, καὶ εὐφραινόμενος ἐδαπάνησά μου τὰ ἔτη, καὶ τοὺς μῆνας, καὶ τὰς ἡμέρας εἰς τὰ πρόσκαιρα, καὶ φθαρτὰ, καὶ γήϊνα κοπιῶν, καὶ μοχθῶν, καὶ ἀγωνιζόμενος·

μὴ εἰς νοῦν λαμβάνων, ἢ λογιζόμενος, οἷον φόβον καὶ τρόμον, καὶ ἀγῶνα, καὶ ἀνάγκην ἔχει ἰδεῖν ἡ ψυχὴ, ὅτε τοῦ σώματος χωρίζεται.

 Παραγίνονται γὰρ ἐφ' ἡμᾶς στρατιαὶ καὶ δυνάμεις οὐράνιοι·

καὶ τῶν ἐναντίων δυνάμεων, οἱ τοῦ σκότους ἄρχοντες, οἱ κοσμοκράτορες τῆς πονηρίας, οἱ τελωνάρχαι, καὶ λογοθέται, καὶ πρακτοψηφισταὶ τοῦ ἀέρος·

καὶ σὺν αὐτοῖς ὁ ἀνθρωποκτόνος διάβολος, ὁ ἐν κακίᾳ δυνάστης, οὗ ἡ γλῶσσα, ὡσεὶ ξυρὸν ἠκονημένον·

περὶ οὗ φησιν ὁ προφήτης·

Τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα σὺν τοῖς ἄνθραξι τοῖς ἐρημικοῖς·

καὶ ἐνεδρεύει ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ, ὁ δράκων ὁ μέγας, ὁ ἀποστάτης, ὁ ᾅδης, ὁ πλατύνων στόμα αὐτοῦ, ὁ ἄρχων τῆς ἐξουσίας τοῦ σκότους, ὁ ἔχων τοῦ θανάτου τὸ κράτος καὶ τρόπῳ τινὶ δίκην, κατέχων τὴν ψυχὴν, ἐπιφέρων καὶ ψηφίζων πάντα τὰ ἐμοὶ πεπραγμένα ἐν ἔργῳ καὶ λόγῳ, τὰ ἐν γνώσει, καὶ ἐν ἀγνοίᾳ, ἀνομήματα καὶ ἁμαρτήματα, ἀπὸ τῆς νεότητος, ἕως τῆς ἡμέρας τοῦ τέλους, ἧς κατελήφθην, ἐξερευνῶν λοιπόν.

 Περὶ ἐξόδου ψυχῆς, καὶ περὶ τῆς δευτέρας παρουσίας

 Ὁποῖον φόβον καὶ τρόμον δοκεῖς τὴν ψυχὴν ἔχειν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, θεωροῦσαν τοὺς φοβεροὺς, καὶ ἀγρίους, καὶ ἀπηνεῖς, καὶ ἀνηλεεῖς καὶ ἀτιθάσσους δαίμονας, ὡς Αἰθίοπας ζοφώδεις παρισταμένους, ὧν καὶ αὐτὴ ἡ ἰδέα μόνη χαλεπωτέρα ὑπάρχει πάσης κολάσεως, οὕστινας ὁρῶσα ἡ ψυχὴ θορυβεῖται, θροεῖται, ὀδυνᾶται, ταράσσεται, καὶ συστέλλεται, πρὸς τοὺς τοῦ Θεοῦ ἀγγέλους προσφεύγουσα; Κατέχεται οὖν ἡ ψυχὴ ὑπὸ τῶν ἁγίων ἀγγέλων, διὰ τοῦ ἀέρος παρερχομένη, καὶ ὑψουμένη, εὑρίσκει τε τελώνια φυλάττοντα τὴν ἄνοδον, καὶ κρατοῦντα, καὶ διακωλύοντα τὰς ἀναβαινούσας ψυχάς.

 Ἕκαστον τὸ τελώνιον τὰς οἰκείας ἁμαρτίας προσφέρει αὐτῶν·

τὸ μὲν τῆς καταλαλιᾶς, ὅσα διὰ στόματος καὶ γλώττης ἀπὸ ψεύδους, καὶ ὅρκου, καὶ ἐπιορκίας, ἀργολογίας τε καὶ φλυαρίας, καὶ ματαιολογίας καὶ γαστριμαργικὰς παραχρήσεις, ἀσωτοποσίας τε οἴνου, καὶ ἀμέτρους γέλωτας, καὶ ἀπρεπεῖς, καὶ φιλημάτων ἀσέμνων καὶ ἀπρεπῶν, καὶ ᾀσμάτων πορνικῶν·

οἱ δὲ ἅγιοι ἄγγελοι οἱ τὴν ψυχὴν ὁδηγοῦντες, προσφέρουσι καὶ αὐτοὶ, ὅσα διὰ στόματος καὶ γλώσσης ἐλαλήσαμεν ἀγαθὰ, προσευχὰς, εὐχαριστίας, ψαλμοὺς, ᾠδὰς, ὕμνους, καὶ ᾄσματα πνευματικὰ, ἀναγνώσεις τῶν Γραφῶν, καὶ ὅσα διὰ στόματος καὶ γλώσσης ἀγαθὰ τῷ Θεῷ προεπέμψαμεν.

 ∆εύτερον τελώνιον, ὅρασις ὀμμάτων, καὶ ὅσα ἀπὸ ἀπρεποῦς θέας, καὶ περιέργου, καὶ ἀχαλινώτου ὁράσεως, καὶ νευμάτων δολίων.

 Τρίτον τελώνιον, τῆς ἀκοῆς, καὶ ὅσα διὰ τῆς τοιαύτης αἰσθήσεως, τὰ ἀκάθαρτα πνεύματα δέχονται.

 Τέταρτον τελώνιον, ἡ ὄσφρησις ὀσμῆς τε εὐώδους ἀλειμμάτων, καὶ ἡδονικῆς ὀσφρήσεως, ἅπερ γυναιξὶ θυμελικαῖς, καὶ ἑταίραις πρέπουσι.

 Πέμπτον τελώνιον, ὅσα δι' ἁφῆς χειρῶν πονηρὰ καὶ χαλεπὰ ἐπράχθησαν·

καὶ τὰ λοιπὰ τῆς κακίας τελώνια, φθόνου τε καὶ ζήλου, κενοδοξίας τε καὶ ὑπερηφανίας, πικρίας καὶ ὀργῆς, ὀξυχολίας τε καὶ θυμοῦ, πορνείας, καὶ μοιχείας, καὶ μαλακίας, φόνου τε καὶ φαρμακείας, καὶ τῶν λοιπῶν θεοστυγῶν καὶ μιαρῶν πράξεων·

ὧν ἐν τῇ παρούσῃ ὥρᾳ οὐκ ἔνι λεπτομερῶς διηγήσασθαι·

ἀλλ' ἐν ἑτέρῳ καιρῷ ταμιευέσθω·

καὶ ἁπλῶς οὕτως καθεξῆς ἕκαστον πάθος ψυχῆς, καὶ πᾶν ἁμάρτημα ἰδίους τελώνας ἔχει, καὶ φορολόγους.

 Ψυχὴ οὖν ἡ ταῦτα καὶ μείζονα, καὶ πλείονα τούτων θεωροῦσα, ὁποῖον φόβον, καὶ τρόμον, καὶ κλόνον δοκεῖς ἔχειν, ἕως ὅτου ἡ ἀπόφασις ἔλθῃ, καὶ ἡ ἐλευθερία αὐτῆς γένηται; Ἐκείνη ἐστὶν ἡ ὥρα ἐπόδυνος, καὶ ἐπικίνδυνος, καὶ πολυστένακτος, καὶ ἀπαραμύθητος, ἕως ἂν ἴδῃ τί τὸ ἀποβησόμενον.

 Αἱ γὰρ θεῖαι δυνάμεις ἵστανται, καὶ πρόσωπον τῶν ἀκαθάρτων πνευμάτων·

καὶ αὗται τὰς καλὰς αὐτῆς ἐπιφέρουσι πράξεις, διά τε λόγων.

καὶ ἔργων, καὶ λογισμῶν, καὶ ἐννοιῶν·

κατανοεῖ ἡ ψυχὴ μέσον ἱσταμένη ἐν φόβῳ καὶ τρόμῳ, ἕως οὗ ἐκ τῶν πράξεων, καὶ τῶν ἔργων, καὶ λόγων αὐτῆς, ἡ κατακριθεῖσα δεσμευθῇ, ἢ δικαιωθεῖσα ἐλευθερωθῇ (τῶν ἰδίων γὰρ ἁμαρτημάτων ἕκαστος ταῖς σειραῖς σφίγγεται)·

καὶ ἐὰν ᾖ ἀξία, εὐσεβῶς ζήσασα, καὶ θεαρέστως βιώσασα, παραλαμβάνουσιν αὐτὴν ἄγγελοι·

καὶ λοιπὸν ἀμέριμνος οὖσα, πορεύεται ἔχουσα συνοδοιπόρους τὰς ἁγίας δυνάμεις, κατὰ τὸ γεγραμμένον·

Ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί.

 Τότε πληροῦται τὸ εἰρημένον·

Ἀπέδρα ὀδύνη, λύπη, καὶ στεναγμός.

 Τότε ἀπαλλαγεῖσα τῶν πονηρῶν καὶ σαπρῶν καὶ φοβερῶν πνευμάτων ἐκείνων, πορεύεται εἰς ἐκείνην τὴν ἀνεκλάλητον χαράν.

 Ἐὰν δὲ εὑρεθῇ ἐν ἀμελείᾳ καὶ ἀσωτίᾳ ζήσασα, ἀκούει τὴν δεινοτάτην ἐκείνην φωνήν·

Ἀρθήτω ὁ ἀσεβὴς, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου.

 Τότε αὐτὴν καταλαμβάνουσιν ἡμέραι ὀργῆς, καὶ θλίψεως, καὶ ἀνάγκης, καὶ στενοχωρίας, ἡμέρα σκότους καὶ γνόφου·

τότε ἀφέντες αὐτὴν οἱ ἅγιοι τοῦ Θεοῦ ἄγγελοι, παραλαμβάνουσιν αὐτὴν οἱ Αἰθίοπες ἐκεῖνοι δαίμονες, καὶ τύπτοντες αὐτὴν ἀνηλεῶς κατάγουσιν εἰς τὴν γῆν·

καὶ διχάσαντες αὐτὴν, ῥίπτουσιν αὐτὴν δεδεμένην δεσμοῖς ἀλύτοις, εἰς γῆν σκοτεινὴν καὶ ζοφερὰν, εἰς τὰ κατώτερα μέρη, ἐν τοῖς καταχθονίοις δεσμωτηρίοις, καὶ φυλακαῖς τοῦ ᾅδου·

ἔνθα τυγχάνουσιν ἀποκεκλεισμέναι αἱ ψυχαὶ τῶν ἁμαρτωλῶν, τῶν ἀπ' αἰῶνος κεκοιμημένων, καθώς φησιν ὁ Ἰακώβ·

εἰς γῆν σκοτεινὴν καὶ ζοφερὰν, εἰς γῆν σκότους αἰωνίου οὐκ ἐπίφεγγος, οὐδὲ ζωὴ βροτῶν, ἀλλ' ὀδύνη αἰώνιος, καὶ λύπη ἀτελεύτητος, καὶ κλαυθμὸς ἄπαυστος, καὶ βρυγμὸς ὀδόντων ἀσίγητος, καὶ στεναγμοὶ ἀκοίμητοι·

ἐκεῖ οὐαὶ διαπαντὸς, ἐκεῖ οἴμοι, οἴμοι! ἐκεῖ κράζουσι, καὶ οὐκ ἔστιν ὁ βοηθῶν·

βοῶσι, καὶ οὐδείς ἐστιν ὁ ῥυόμενος·

οὐκ ἔστι διηγήσασθαι τὴν ἀνάγκην ἐκείνην·

οὐκ ἔστιν εἰπεῖν διὰ γλώττης τὰς ὀδύνας τῶν ἐκεῖσε κατακειμένων καὶ ἀποκεκλεισμένων ψυχῶν ἀδυνατεῖ πᾶν στόμα ἀνθρώπου φανερῶσαι τὸν φόβον καὶ τὸν τρόμον ἐκεῖνον·

οὐκ ἕνι χείλη ἀνθρώπου ἰσχύοντα εἰπεῖν τὴν περίστασιν, καὶ τὸν κλαυθμὸν αὐτῶν·

στενάζουσι διηνεκῶς καὶ ἀπαύστως, ἀλλ' οὐδεὶς ὁ ἐλεῶν·

κράζουσιν ἐκ βάθους, ἀλλ' οὐδεὶς ὁ εἰσακούων·

ἀποδύρονται, ἀλλ' οὐδεὶς ὁ ῥυόμενος·

ἀνακαλοῦνται, καὶ κόπτονται, ἀλλ' οὐδεὶς ὁ σπλαγχνιζόμενος.

 Τότε ποῦ ἡ καύχησις τοῦ κόσμου τούτου;

ποῦ ἡ κενοδοξία;

ποῦ ἡ τρυφή;

ποῦ ἡ ἀπόλαυσις;

ποῦ ἡ σπατάλη;

ποῦ ἡ φαντασία;

ποῦ ἡ ἀνάπαυσις;

ποῦ ὁ κόσμος;

ποῦ τὰ χρήματα;

ποῦ ἡ εὐγένεια;

ποῦ τότε ἡ τερπνότης;

ποῦ ἡ ἀνδρεία τῆς σαρκός;

ποῦ τὸ κάλλος τῶν γυναικῶν τὸ ψευδὲς καὶ ἀνωφελές;

ποῦ τότε ἡ παῤῥησία ἡ ἀναιδὴς καὶ ἀναίσχυντος;

ποῦ τότε ὁ καλλωπισμὸς τῶν ἱματίων;

ποῦ ἡ ἡδονὴ τῆς ἁμαρτίας ἡ ἀκάθαρτος καὶ σιφνή;

ποῦ ὁ τὴν βδελυρὰν τῶν ἀνέρων κοίτην, ἡδονὴν ἡγούμενος;

ποῦ οἱ τὰ μύρα καὶ τὰ ἀλείμματα ἀλειφόμενοι καὶ καπνιζόμενοι;

ποῦ οἱ μετὰ τυμπάνων καὶ κιθάρας τὸν οἶνον πίνοντες;

ποῦ τότε ἡ καταφρόνησις τῶν ἐν ἀφοβίᾳ ζώντων;

ποῦ ἡ φιλαργυρία, καὶ ἡ φιλοχρηματία, καὶ ἡ ἐξ αὐτῶν ἀσπλαγχνία;

ποῦ τότε ἡ ἀπάνθρωπος ὑπερηφανία ἡ πάντα βδελυσσομένη, καὶ ἑαυτὴν λογιζομένη εἶναί τι;

ποῦ τότε ἡ κενὴ καὶ ματαία τῶν ἀνθρώπων δόξα;

ποῦ ἡ λαγνεία καὶ ἡ ἀκολασία;

ποῦ ἡ δυναστεία, καὶ ἡ τυραννίς;

ποῦ τότε βασιλεύς;

ποῦ ἄρχων;

ποῦ ἡγούμενος;

ποῦ οἱ ἐπ' ἐξουσιῶν;

ποῦ οἱ γαυριῶντες ἐπὶ πλήθει πλούτου, καὶ πτωχοὺς μὴ ἐλεοῦντες, καὶ τοῦ Θεοῦ καταφρονοῦντες;

ποῦ τὰ θέατρα, καὶ τὰ κυνήγια;

ποῦ τότε οἱ μετεωριζόμενοι, καὶ μετριάζοντες, καὶ ἀμερίμνως βιοῦντες;

ποῦ τὰ μαλακὰ ἐνδύματα, καὶ αἱ στρωμναὶ αἱ μαλακαὶ, καὶ ἁπαλαί;

ποῦ αἱ ὑψηλαὶ οἰκοδομαὶ, καὶ τὸ εὗρος τῶν στοῶν;

ποῦ οἱ ἐν ἀφοβίᾳ ζήσαντες;

 Τότε ἰδόντες, θαυμάσουσι καὶ φρίξουσι, καὶ καταπλαγέντες ὀλολύξουσι, ταραχθέντες σαλευθῶσι·

τρόμος αὐτοὺς ἐπιλάβοι, καὶ ὠδῖνες ὡσεὶ τικτούσης, ἐν πνεύματι βιαίῳ συντριβήσονται ἀφανιζόμενοι.

Ποῦ τότε ἡ σοφία τῶν σοφῶν;

ποῦ τῶν ῥητόρων ἡ εὐγλωττία, καὶ τὰ μάταια αὐτῶν πανουργεύματα;

 Οὐαὶ, οὐαί! ἐταράχθησαν, ἐσαλεύθησαν ὡς ὁ μεθύων, καὶ πᾶσα ἡ σοφία αὐτῶν κατεπόθη.

Ποῦ σοφός;

ποῦ γραμματεύς;

ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου;

 Ὦ ἀδελφοὶ, ἀναλογίσασθε ποταποὺς δεῖ ὑπάρχειν ἡμᾶς διδόντας λόγον καθ' ἒν ὧν ἐπράξαμεν, εἴτε μεγάλων εἴτε μικρῶν·

μέχρι γὰρ τοῦ ἀργοῦ λόγου, ἀπολογίαν δώσομεν τῷ δικαίῳ κριτῇ.

Ποταποὺς δεῖ ἡμᾶς εἶναι ἐν τῇ ὥρᾳ ἐκείνῃ;

Ἐὰν δὲ εὕρωμεν χάριν ἐνώπιον τοῦ Θεοῦ, οἵα χαρὰ δέχηται ἡμᾶς ἀφοριζομένους ἐκ δεξιῶν τοῦ Βασιλέως!

 Ποταποὺς δεῖ εἶναι ἡμᾶς εἰς τὴν χαρὰν ἐκείνην τὴν ἀνεκλάλητον, ὅτ' ἂν εἴπῃ ὁ Βασιλεὺς τῶν βασιλευόντων, τοῖς ἐκ δεξιῶν αὐτοῦ μετὰ ἱλαρότητος·

 ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.

 Τότε κατακληρονομήσομεν ἐκεῖνα τὰ ἀγαθὰ, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.

 Τότε λοιπὸν ἀμέριμνοί ἐσμεν, μηκέτι πτοούμενοι μηδεμίαν πτόησιν.

 Ἀναλογισώμεθα δὲ ταῦτα, καὶ τὴν τῶν ἁμαρτωλῶν ἀτελεύτητον κόλασιν, ὅταν εἰσάγωνται εἰς τὸ βῆμα τὸ φοβερὸν, οἴα αἰσχύνη αὐτοὺς λήψεται ἐνώπιον τοῦ δικαίου κριτοῦ, μὴ ἔχοντας λόγον ἀπολογίας!

Οἵα ἐντροπὴ λήψεται αὐτοὺς ἀφοριζομένους ἐξ εὐωνύμων τοῦ βασιλέως!

Οἷον σκότος ἐπιπέσει ἐπ' αὐτοὺς, ὅταν λαλήσῃ πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ, καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξῃ αὐτούς·

ὅταν εἴπῃ πρὸς αὐτούς·

 Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.

 Οἴμοι! οἴμοι! οἵαν θλῖψιν, καὶ ὀδύνην, καὶ στενοχωρίαν, καὶ φόβον, καὶ τρόμον δέξεται τὰ πνεύματα αὐτῶν, ὅταν γένηται κραυγὴ πασῶν τῶν ἐπουρανίων δυνάμεων, λεγόντων·

 Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην! οὐαὶ, οὐαί! οἷον μέλος ἀλαλάξουσι θρηνοῦντες, καὶ πενθοῦντες, καὶ ὀλολύζοντες, κοπτόμενοι, ἀπαγόμενοι κολασθῆναι πικρῶς εἰς ἀτελευτήτους αἰῶνας!

Οἴμοι, οἴμοι! οἷός ἐστιν ὁ τόπος, ὅπου ἐστὶν ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὁ καλούμενος Τάρταρος, ὃν καὶ αὐτὸς ὁ διάβολος φρίττει! οὐαὶ, οὐαὶ! οἵα ἐστὶν ἡ γέεννα τοῦ πυρὸς τοῦ ἀσβέστου, καίοντος καὶ μὴ φωτίζοντος!

οἴμοι, οἴμοι! οἷός ἐστιν ὁ ἀκοίμητος καὶ ἰοβόλος σκώληξ!

οὐαὶ, οὐαί! οἷον δεινόν ἐστιν τὸ σκότος ἐκεῖνο τὸ ἐξώτερον, καὶ ἀεὶ μένον!

οἴμοι, οἴμοι! οἶοί εἰσιν οἱ ἄγγελοι ἐκεῖνοι, οἱ ἐπὶ τῶν κολάσεων ἄσπλαγχνοι καὶ ἀνελεήμονες!

ὀνειδίζουσι γὰρ, καὶ ἐπιπλήττουσι δεινῶς.

 Τότε οἱ κολαζόμενοι κράζουσιν ἐκτενῶς, καὶ ὁ σώζων οὐκ ἔστιν·

κεκράξονται γὰρ πρὸς Κύριον, καὶ οὐκ εἰσακούσεται αὐτούς·

τότε γνώσονται, ὅτι μάταια αὐτοῖς ἀπῄει πάντα τὰ βίου·

καὶ ἂ ἐδόκουν ἐνταῦθα χρηστὰ εἶναι, καὶ χαρμονῆς πλήρη, χολῆς καὶ ἰοῦ πικροῦ πικρότερα εὑρεθήσονται.

 Οὐαὶ τοῖς ἁμαρτωλοῖς!

ὅταν οἱ δίκαιοι ἐκ δεξιῶν ἵστανται, κἀκεῖνοι θλίβονται·

ὅταν οἱ ἁμαρτωλοὶ πενθῶσι, καὶ οἱ δίκαιοι χαίρωσιν·

ὅταν οἱ δίκαιοι ἑορτάζουσι, καὶ οἱ ἁμαρτωλοὶ ὀδύρονται·

ὅταν οἱ δίκαιοι ἐν γαλήνῃ, καὶ οἱ ἁμαρτωλοὶ ἐν χειμῶνι καὶ συμφορᾷ.

 Οὐαὶ τοῖς ἁμαρτωλοῖς!

ὅταν οἱ δίκαιοι δοξάζονται, κἀκεῖνοι καταδικάζονται·

οὐαὶ τοῖς ἁμαρτωλοῖς!

ὅταν οἱ δίκαιοι κορέννυνται παντὸς ἀγαθοῦ, καὶ οἱ ἁμαρτωλοὶ ὑστερούμενοι στενάζουσιν.

Οὐαὶ τοῖς ἁμαρτωλοῖς!

ὅταν οἱ δίκαιοι δοξάζονται, κἀκεῖνοι ὀνειδίζονται.

 Οἱ δίκαιοι ἐν ἁγιασμῷ, οἱ δὲ ἁμαρτωλοὶ ἐν ἐμπρησμῷ·

οἱ δίκαιοι ἐγκωμιάζονται, οἱ δὲ ἁμαρτωλοὶ ταλανίζονται·

οἱ δίκαιοι ἐν μοναῖς ἁγίων, οἱ δὲ ἁμαρτωλοὶ ἐν ἐξορίᾳ αἰωνίᾳ·

οἱ δίκαιοι ἀκούσονται τὸ, ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.

 Οἱ δὲ ἁμαρτωλοὶ ἀκούσουσι τὸ,

 Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.

 Οἱ δίκαιοι εἰς παράδεισον, οἱ ἁμαρτωλοὶ εἰς τὸ πῦρ τὸ ἄσβεστον·

οἱ δίκαιοι τρυφῶσιν, οἱ ἁμαρτωλοὶ τρύχονται.

Οἱ δίκαιοι χορεύουσιν, οἱ δὲ ἁμαρτωλοὶ δεσμοῦνται.

Οἱ δίκαιοι ᾄδουσιν, οἱ ἁμαρτωλοὶ θρηνοῦσιν.

Οἱ δίκαιοι τὸ τρισάγιον, οἱ ἁμαρτωλοὶ τὸ τρισάθλιον.

Οἱ δίκαιοι τὸ ᾆσμα, οἱ ἁμαρτωλοὶ τὸ χάσμα.

Οἱ δίκαιοι εἰς κόλπους Ἀβραὰμ, οἱ ἁμαρτωλοὶ εἰς βράσματα Βελιάρ.

Οἱ δίκαιοι εἰς ἀνάπαυσιν, οἱ ἁμαρτωλοὶ εἰς κατάκρισιν.

Οἱ δίκαιοι δροσίζονται, οἱ ἁμαρτωλοὶ φλογίζονται.

Οἱ δίκαιοι εὐφραίνονται, οἱ ἁμαρτωλοὶ τῇ λύπῃ ξηραίνονται.

Οἱ δίκαιοι μεγαλύνονται, οἱ δὲ ἁμαρτωλοὶ τήκονται.

Οἱ δίκαιοι ὑψοῦνται, οἱ δὲ ἁμαρτωλοὶ ταπεινοῦνται.

Οἱ δίκαιοι θάλπονται, οἱ δὲ ἁμαρτωλοὶ μελαίνονται.

Οἱ δίκαιοι τῶν ἀγαθῶν κορέννυνται, οἱ δὲ ἁμαρτωλοὶ κλονίζονται.

Τοὺς δικαίους θρέψει θέα Θεοῦ, τοὺς ἁμαρτωλοὺς λυπήσῃ θέα πυρός.

Οἱ δίκαιοι σκεῦος ἐκλογῆς, οἱ ἁμαρτωλοὶ σκεῦος γεέννης.

Οἱ δίκαιοι χρυσὸς πεπυρωμένος, καὶ ἄργυρος δόκιμος καὶ λίθοι τίμιοι·

οἱ ἁμαρτωλοὶ ξύλα, καλάμη, χόρτος, πυρὸς ὑπέκκαυμα.

Οἱ δίκαιοι σῖτος βασιλείας, οἱ ἁμαρτωλοὶ, ἄχυρα ἀπωλείας.

Οἱ δίκαιοι σπόρος ἐκλεκτὸς, οἱ ἁμαρτωλοὶ ζιζάνια πυρός.

Οἱ δίκαιοι ἅλας θεῖον, οἱ ἁμαρτωλοὶ βρῶμος καὶ δυσωδία.

Οἱ δίκαιοι ναοὶ Θεοῦ ἀμίαντοι·

οἱ ἁμαρτωλοὶ, ναοὶ δαιμόνων μεμιασμένοι.

Οἱ δίκαιοι ἐν τῷ νυμφῶνι, οἱ ἁμαρτωλοὶ εἰς χάος ἀπέραντον.

Οἱ δίκαιοι ἐν φωτοφανείαις, οἱ ἁμαρτωλοὶ ἐν ζόφῳ θυέλλης.

Οἱ δίκαιοι μετὰ ἀγγέλων, οἱ ἁμαρτωλοὶ μετὰ δαιμόνων.

Οἱ δίκαιοι σὺν ἀγγέλοις χορεύουσιν, οἱ ἁμαρτωλοὶ μετὰ δαιμόνων θρηνοῦσιν.

Οἱ δίκαιοι μέσον τοῦ φωτὸς, οἱ ἁμαρτωλοὶ μέσον τοῦ σκότους.

Οἱ δίκαιοι ὑπὸ τοῦ Παρακλήτου παρακαλοῦνται, οἱ ἁμαρτωλοὶ σὺν τοῖς δαίμοσι τιμωροῦνται.

Οἱ δίκαιοι παρίστανται τῷ θρόνῳ τῷ ∆εσποτικῷ, οἱ ἁμαρτωλοὶ παρίστανται τῷ ζόφῳ τῷ τιμωρητικῷ.

Οἱ δίκαιοι διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Χριστοῦ, οἱ ἁμαρτωλοὶ διαπαντὸς ἵστανται κατὰ πρόσωπον τοῦ διαβόλου.

Οἱ δίκαιοι μυοῦνται ἀγγέλοις, οἱ ἁμαρτωλοὶ μυοῦνται δαιμονίοις.

Οἱ δίκαιοι ἱκεσίαν προσφέρουσιν, οἱ ἁμαρτωλοὶ θρῆνον ἄπαυστον.

Οἱ δίκαιοι ἄνω, οἱ δὲ ἁμαρτωλοὶ κάτω.

Οἱ δίκαιοι ἐν οὐρανῷ, οἱ δὲ ἁμαρτωλοὶ ἐν τῇ ἀβύσσῳ.

Οἱ δίκαιοι εἰς ζωὴν αἰώνιον, οἱ ἁμαρτωλοὶ εἰς θάνατον ἀπωλείας.

Οἱ δίκαιοι ἐν χειρὶ Θεοῦ, οἱ ἁμαρτωλοὶ ἐν τόπῳ διαβόλου.

Οἱ δίκαιοι μετὰ τοῦ Θεοῦ, οἱ ἁμαρτωλοὶ μετὰ τοῦ Σατανᾶ.

Οὐαὶ τοῖς ἁμαρτωλοῖς!

ὅτε ἀφορίζονται ἀπὸ τῶν δικαίων.

Οὐαὶ τοῖς ἁμαρτωλοῖς!

ὅτε γυμνοῦνται αἱ πράξεις αὐτῶν, καὶ αἱ βουλαὶ τῶν καρδιῶν φανεροῦνται.

Οὐαὶ τοῖς ἁμαρτωλοῖς!

ὅτε οἱ συδυασμοὶ τοῦ νοὸς ἐλέγχονται, καὶ αἱ συγκαταθέσεις τῶν πονηρῶν λογισμῶν ζυγοστατοῦνται, καὶ ταλαντεύεται ἡ διάνοια.

 Οὐαὶ τοῖς ἁμαρτωλοῖς!

ὅτε μισοῦνται ὑπὸ τῶν ἁγίων ἀγγέλων, καὶ βδελύσσονται ὑπὸ τῶν ἁγίων μαρτύρων.

Οὐαὶ τοῖς ἁμαρτωλοῖς!

ὅτε ἐκβάλλονται ἐκ τοῦ νυμφῶνος·

οὐαὶ τὴν τότε μεταμέλειαν!

οὐαὶ τὴν τότε θλίψιν!

οὐαὶ τὴν τότε ἀνάγκην!

οὐαὶ τὴν τότε καταιγίδα!

 ∆εινὸν, τὸ χωρισθῆναι ἀπὸ τῶν ἁγίων·

ἀργαλεώτερον, τὸ χωρισθῆναι ἀπὸ τοῦ Θεοῦ·

ἄτιμον, τὸ δεθῆναι χεῖρας καὶ πόδας, καὶ εἰς τὸ πῦρ βληθῆναι·

θλιβερὸν, τὸ ἐκπεμφθῆναι εἰς τὸ σκότος τὸ ἐξώτερον·

γνοφερὸν, τὸ τρύζειν τοὺς ὀδόντας καὶ τήκεσθαι·

βαρὺ, τὸ ἀπαύστως κολάζεσθαι.

 Πονηρὸν, τὸ φλογίζεσθαι τὴν γλῶσσαν·

ἀσυμπαθὲς, τὸ αἰτεῖν ῥανίδα ὕδατος, καὶ μὴ λαμβάνειν.

Πικρὸν, τὸ ἐν πυρὶ εἶναι, καὶ βοᾷν, καὶ μὴ βοηθεῖσθαι.

 Ἀπαράβατος ὁ φάρυγξ, καὶ ἀμέτρητον τὸ χάος, ἄφυκτος ὁ ἀποκλεισθεὶς, ἀναπόδραστος ὁ κατεχόμενος, ἀνυπέρβατον τὸ τεῖχος τῆς φυλακῆς, ἄσπλαγχνοι οἱ τηρηταὶ, σκοτεινὸν τὸ δεσμωτήριον, ἄλυτα τὰ δεσμὰ, ἀνάσπαστοι αἱ ἁλύσεις, ἄγριοι, καὶ ἀτίθασσοι οἱ ὑπηρέται τῆς φλογὸς ἐκείνης, βαρεῖαι αἱ κασίδες αἱ τιμωρητικαὶ ἐκεῖναι, στεῤῥοὶ οἱ ὄνυχες καὶ ἄθραυστοι, σκληρὰ τὰ βούνευρα, θολώδεις καὶ καχλάζουσαι αἱ πίσσαι, δυσῶδες τὸ θεάφιον, ἀνθρακώδεις αἱ κλίναι αἱ ἐκεῖναι, ἄσβεστος ἡ πυρὰ, κνισσώδης καὶ βρωμώδης ὁ σκώληξ·

ἀσυγχώρητον τὸ κριτήριον, ἀπροσωπόληπτος ὁ δικαστὴς, ἀπροφάσιστος ἡ ἀπολογία·

κατεστιγμένα τὰ πρόσωπα τὰ τῶν δυναστῶν, πενιχροὶ οἱ δυνάσται, πτωχοὶ οἱ βασιλεῖς·

ἰδιῶται οἱ σοφοὶ, μωροὶ καὶ ἄδεκτοι οἱ ῥήτορες·

ἄφρονες οἱ πλούσιοι, ἀνήκοα τὰ κολακεύματα τῶν πλαστογράφων·

φανεραὶ αἱ καμπύλαι τῶν ῥᾳδιούργων, τηλαυγεῖς αἱ τροχιαὶ τῶν πλεονεκτῶν·

βρωμώδης τῶν φιλαργύρων ἡ ὀσμὴ, φανερὰ τῶν ὑποκριτῶν ἡ ὑπουλότης, λινόπληγοι, οἱ ἐπιθέται·

πάντα γυμνὰ καὶ τετραχηλισμένα ἐνώπιον αὐτῶν.

 Οὐαὶ τοῖς ἁμαρτωλοῖς!

βέβηλοι, καὶ ἐναγεῖς, καὶ ἀκάθαρτοί εἰσιν ἐνώπιον τοῦ Θεοῦ.

 Πῶς μεμίανται αὐτῶν αἱ ψυχαί!

Πῶς βρωμοῦσιν αὐτῶν τὰ σώματα ἐκ τῆς λαγνείας καὶ ἀκολασίας!

Πῶς ἐμόλυναν τὰ σώματα, καὶ ἐμίαναν τὴν ψυχὴν, μὴ φυλάξαντες τὴν στολὴν τοῦ ἁγίου βαπτίσματος!

Πῶς ἀναισχύντως καὶ ἀνερυθριάστως τῇ κραιπάλῃ καὶ τῇ μέθῃ, τῆς ἀσωτίας τὴν ὀζοθήκην τῆς κοιλίας, τὸν ἀσκὸν τῆς γαστρὸς, τῇ αὐταρκείᾳ καὶ ἐγκρατείᾳ μὴ στοιχήσαντες, ἀλλὰ τὸν πλοῦτον αὐτῶν αὐτὴν ἐμπιστεύσαντες, τρυφηλῶς εἰς τὰς ἡδονὰς ὡς χοῖροι τῷ βορβόρῳ ἐγκυλινδούμενοι, τὰς ἡμέρας καὶ τὰ ἔτη αὐτῶν ἐδαπάνησαν·

μετεωριζόμενοι ἐν λογισμοῖς ῥυπαροῖς, καὶ φαύλαις ἐννοίαις, καὶ ἀργολογίαις, καὶ θυμελικοῖς ᾄσμασι!

Πῶς ἠλλοιώθησαν τὴν καρδίαν αὐτῶν τῇ πωρώσει, εἰς νοῦν μὴ λαβόντες τὴν σύνταξιν τοῦ Χριστοῦ, καὶ τὴν ἀπόταξιν τοῦ διαβόλου!

 Περὶ ἐξόδου ψυχῆς, καὶ περὶ τῆς δευτέρας παρουσίας

 Πῶς ἐξετράπησαν τῆς εὐθείας ὁδοῦ, ἐν τῷ σκότει τῆς ἀγνοίας βαδίσαντες, καὶ τῷ ὕπνῳ τῆς ῥᾳθυμίας ἐκδόντες, εἰς πέταυρον τῆς γεέννης ἑαυτοὺς ποντίσαντες!

 Πῶς ἀπηλλοτριώθησαν τοῦ φωτὸς τῶν ἀρετῶν, ἀγαπήσαντες τὸ σκότος τῆς ἁμαρτίας, διὰ τὸ βαδίσαι αὐτοὺς τῇ πλατείᾳ καὶ εὐρυχώρῳ ὁδῷ τῆς τριβακῆς κακίας!

 Πῶς ἐπελάθοντο τῆς τοῦ Κυρίου, καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπιδημίας, καὶ τῶν πολλῶν καὶ ἀνεξιχνιάστων αὐτοῦ εὐεργεσιῶν, καθαρισθέντες μὲν δι' ὕδατος τοῦ θείου βαπτίσματος καὶ Πνεύματος ἁγίου, καὶ στολισθέντες τῷ μύρῳ τῆς ἀγαλλιάσεως!

Διὰ δὲ μικρὰν ἡδονὴν, μισητὴν καὶ συχαντὴν, ἀθετήσαντες τὰς τοιαύτας καὶ τηλικαύτας δωρεὰς, ἐδουλώθησαν πνεύματι πορνείας καὶ μοιχείας.

 Οὐαὶ τοῖς καταλείψασι τὴν υἱοθεσίαν, καὶ ἀκολουθήσασι ταῖς τοῦ κόσμου ἡδοναῖς!

Οὐαὶ τοῖς ἑπομένοις ταῖς τοῦ κόσμου συντυχίαις!

Οὐαὶ τοῖς ἀγαπῶσι τὸ σκότος τῆς ἁμαρτίας!

Οὐαὶ τοῖς καταλιποῦσι τὸ φῶς τῆς ἀληθείας!

Οὐαὶ τοῖς περιπατοῦσιν ἐν νυκτὶ τῆς ἁμαρτίας!

Οὐαὶ τοῖς καταλιμπάνουσι τὴν ἡμέραν τῆς θεογνωσίας!

Οὐαὶ τοῖς ἐμπεπλησμένοις τῇ κακῇ συνηθείᾳ τοῦ γέλωτος!

Οὐαὶ τοῖς καλλωπιζομένοις πρὸς τὸ τρῶσαι ψυχὰς εἰς συνουσίαν καὶ λαγνείαν ἀκολασίας ἀκαθάρτου!

ἀληθῶς ἄγκιστρόν ἐστι τοῦ διαβόλου, οὐ καλλωπισμός·

τοῖς οὖν ποθοῦσι, καὶ ζητοῦσι, καὶ θέλουσι σωθῆναι, μισητός ἐστιν.

 Οὐαὶ τοῖς διαβάλλουσιν εἶς τῷ ἑνί!

Οὐαὶ τοῖς παρακροαταῖς, καὶ συμβαλλομάχοις, καὶ ταραχοποιοῖς!

Οὐαὶ τοῖς ὀμνύουσι διὰ φιληδονίαν.

Οὐαὶ τοῖς ἐπιόρκοις!

οὐαὶ τοῖς γαστριμάργοις, ὧν θεὸς, ἡ κοιλία!

Οὐαὶ τοῖς μεθύουσιν!

 Μακάριος δὲ ὁ ἐνταῦθα ἑαυτὸν εὐτελίζων, καὶ ταπεινῶν διὰ τὸν Θεὸν, καὶ ἐξουθενῶν καὶ κατακρίνων!

ὁ τοιοῦτος ὑπὸ Θεοῦ ὑψίστου ὑψοῦται, καὶ ὑπὸ ἀγγέλων ἐπαινεῖται, καὶ ἐν τῇ κρίσει ἐξ εὐωνύμων οὐχ ἵσταται.

 Μακάριος ἄνθρωπος ὁ καρτερῶν ἐν προσευχαῖς, καὶ ὑπομένων ἐν νηστείαις, καὶ χαίρων ἐν ἀγρυπνίαις, καὶ ἀντιπαλαίων, καὶ ἀποσοβῶν τὸν ὕπνον, κάμπτων τε τὰ γόνατα εἰς δοξολογίαν Θεοῦ, κρούων τὸ στῆθος, τύπτων τὸ πρόσωπον, ὑψῶν τὰς χεῖρας εἰς τὸν ἀέρα, αἴρων τὸ ὄμμα εἰς οὐρανὸν πρὸς Κύριον, ἐννοῶν τὸν ἐπὶ θρόνου δόξης καθήμενον, καὶ καρδίας ἐτάζοντα, καὶ νεφροὺς ἐμβατεύοντα!

 Ὁ γὰρ τοιοῦτος ἀπολαύει τῶν αἰωνίων ἀγαθῶν, υἱὸς, καὶ ἀδελφὸς, καὶ φίλος, καὶ κληρονόμος Θεοῦ γίνεται.

 Τούτου λάμψει τὸ πρόσωπον ὡς ὁ ἥλιος ἐν ἡμέρᾳ κρίσεως, ἐν ᾗ ἡ τῶν οὐρανῶν βασιλεία.

 Ὁ δὲ ἀγαπῶν τὴν ἀλήθειαν, φίλος Θεοῦ εὑρίσκεται·

ὁ δὲ ψεύδη ἐνδελεχίζων, φίλος δαιμόνων γίνεται.

 Ὁ μισῶν τὸν δόλον, λυτροῦται τῆς ἀρᾶς.

 Ὁ ὑπομένων τοὺς πειρασμοὺς, ὡς ὁμολογητὴς στεφανοῦται ἐνώπιον τοῦ βήματος τοῦ Χριστοῦ.

 Ὁ γογγύζων, καὶ δυσπετῶν ἐν ταῖς συμπιπτούσαις συμφοραῖς, καὶ ταῖς συμβαινούσαις θλίψεσιν ἀκηδιῶν τε καὶ βλασφημῶν, οὗτος πεπλάνηται, καὶ φρένας κωφὰς ἔχει.

 Ὁ πρᾶος, καὶ ἐπιεικὴς, καὶ ταπεινόφρων, ὑπὸ Θεοῦ ἐπαινεῖται, μακαρίζεται ὑπὸ τῶν ἀγγέλων, καὶ ἐγκωμιάζεται ὑπὸ τῶν ἀνθρώπων.

 Ὁ δὲ πικρὸς, καὶ ὀξύθυμος, καὶ ὀξύχολος, κεκατήραται ἀπὸ Θεοῦ· τούτου ἡ βρῶσις, βότρυς πικρίας δαιμόνων·

ὁ δὲ οἶνος, θυμὸς δρακόντων, καὶ ἡ πῶσις ἰὸς ἀσπίδος ἀνίατος.

 Οἱ καθαροὶ τῇ καρδίᾳ ὁρῶσι τὴν τοῦ Θεοῦ δόξαν·

οἱ δὲ ἐῤῥυπωμένοι τὸν νοῦν, ἐνοπτρίζονται τὸν διάβολον.

 Οἱ τὰ φαῦλα πράξαντες, καὶ τὰ ἄτοπα ἐννοοῦντες, καὶ τὰ κακὰ λογιζόμενοι εἰς τὸν πλησίον, κωλύουσιν αὐτοὺς τῆς θείας κοινωνίας.

 Οἱ τὸ πρόσωπον φοινικείοις ὑγραίνοντες, καὶ ψιμμυθίῳ τὰς παρειὰς τρίβοντες, καὶ λευκαίνοντες, καὶ δι' ἐσόπτρων καὶ κατόπτρων στολιζόμενοι, πρὸς τὸ ζωγρῆσαι καὶ σαγηνεῦσαι ψυχὰς εἰς ἀκολασίαν καὶ ἐπιθυμίας ἀτόπους, καὶ ἔρωτας σατανικοὺς, ἐν ἡμέρᾳ κρίσεως θεοσεβεῖς οὐχ εὑρίσκονται·

ἀλλ' ὡς καταφρονηταὶ τῶν ἐντολῶν τοῦ Θεοῦ κολάζονται.

 Οἱ περιεργαζόμενοι κάλλος ἀλλότριον, τῆς καλλονῆς τοῦ παραδείσου στερίσκονται.

 Οἱ ἐπιχαίροντες ἐπὶ πτώσει ἑτέρων, ἑαυτοὺς πτωματίζουσιν.

 Οἱ ἐπιθυμοῦντες τὰ ἀλλότρια, τὰ ἴδια προδιδοῦσι καὶ ἀπόλονται.

 Οἱ κενόδοξοι, καὶ ὑπερήφανοι καὶ ἀνθρωπάρεσκοι, μετὰ τοῦ διαβόλου καταδικάζονται.

 Οἱ ὑποκριταὶ, μετὰ τοῦ Σατανᾶ τιμωροῦνται.

 Οἱ τὸ σῶμα παρὰ τὸ δέον τρέφοντες, λιμοκτονοῦσι τὴν ψυχήν·

 οἱ ἐν γνώσει καὶ ἄνευ ἀνάγκης ἁμαρτάνοντες, καὶ μὴ μετανοοῦντες, μετὰ ἀπίστων κολάζονται·

 οἱ λέγοντες, Ἐν νεότητι ἁμαρτήσωμεν, καὶ ἐν γήρᾳ μετανοήσωμεν, ὑπὸ δαιμόνων ἐμπαίζονται, καὶ χλευάζονται, καὶ ὡς ἑκουσίως ἁμαρτάνοντες, τῆς μετανοίας οὐκ ἀξιοῦνται, ἀλλ' ἐν νεότητι ὑπὸ τῆς τοῦ θανάτου δρεπάνης θερίζονται·

ὡς Ἀμμὼν ὁ τοῦ Ἰσραὴλ βασιλεὺς, ὁ καὶ τὸν Θεὸν παροργίσας διὰ τοὺς πονηροὺς αὐτοῦ λογισμοὺς, καὶ τὰς βεβήλους αὐτοῦ ἐννοίας.

 Οἱ γὰρ λέγοντες, Σήμερον ἁμαρτήσωμεν, καὶ αὔριον μετανοήσωμεν, οἱ τοιοῦτοι ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν·

καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία, καὶ τὴν σήμερον ἀπώλεσαν, τὸ σῶμα φθείραντες καὶ μιάναντες, καὶ τὴν ψυχὴν μολύναντες, καὶ τὸν νοῦν ζοφώσαντες, καὶ τὴν διάνοιαν θολώσαντες, καὶ τὴν συνείδησιν βορβορώσαντες·

τὴν δὲ αὔριον ἐκλάπησαν·

 Οἱ γὰρ μὴ κλαίοντες διὰ τὸ πτῶμα τῆς πορνείας, καὶ μὴ πενθοῦντες διὰ τὸν βόρβορον τῆς μοιχείας, καὶ μὴ θρηνοῦντες διὰ τὸ πέταυρον τῆς ἀῤῥενοκοιτίας, καὶ μὴ ὀλολύζοντες διὰ τὴν μαλακίαν, οὐ δύνανται ὁλοψύχως μετανοῆσαι περὶ τὰ ἀπελθόντα ἁμαρτήματα, οὔτε διορθώσασθαι τὰ μέλλοντα.

 Οἱ γὰρ μὴ ζητοῦντες ἅπερ ἀπώλεσαν, καὶ τὰ σωζόμενα οὐκ ἐκτήσαντο.

 Οἱ μὴ ψηφίζοντες τὴν φυρασίαν τῆς ἐνθήκης, καὶ τὰ κεφάλαια ζημιοῦνται.

 Οἱ μὴ κοπιῶντες νουνεχῶς, καὶ νήφοντες ἐν εὐχαῖς, αἰχμαλωτίζονται ὑπὸ αἰσχρῶν λογισμῶν·

οἱ δὲ αἰχμαλωτισθέντες, δουλεύουσι τῇ κακῇ συνηθείᾳ, ἄκοντες καὶ μὴ βουλόμενοι.

 Οἱ μὴ ἀγρυπνοῦντες νηφόντως ἐν τῇ ψαλμωδίᾳ, κλέπτονται.

 Οἱ μὴ γρηγοροῦντες ἐν τῇ ἀκροάσει τῶν θείων Γραφῶν, ἀλλ' ὕπνῳ τῆς ῥᾳθυμίας ἑαυτοὺς ἐκδόντες, μετὰ τῶν πέντε μωρῶν παρθένων ἀποκλεισθήσονται.

 Οἱ τὰ ὅπλα τῆς νηστείας ῥίπτοντες, ὑπὸ τῆς γαστριμαργίας σκελίζονται, καὶ ὑπὸ τῆς πορνομοιχοῦς ἀναιροῦνται ἁμαρτίας·

 οἱ τὰς τοῦ Θεοῦ ἐντολὰς μὴ φυλάξαντες, ὑπὸ δαιμόνων τιτρώσκονται, καὶ ἐν γεέννῃ πυρὸς καταδικάζονται.

 Οἱ τῆς Ἐκκλησίας καὶ τῆς κοινωνίας ἑαυτοὺς μακρύνοντες, ἐχθροὶ τοῦ Θεοῦ γίνονται, καὶ δαιμόνων φίλοι.

 Αἰσχυνέσθω πᾶσα αἵρεσις τῶν ἀθέων αἱρετικῶν, καλυπτέσθω τὸ γένος τῶν ἀπίστων, ἀπολέσθω ἡ συναγωγὴ τῶν Ἰουδαίων, ἐμφραττέσθω τὰ ἀκάθαρτα στόματα τῶν ἀρνησιθέων Ἑβραίων, ὅταν ὁ δοκιμάζων τὰς καρδίας, καὶ τοὺς νεφροὺς ἐτάζων, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, διικνούμενος μέχρι μερισμοῦ σαρκὸς, καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων, καὶ ἐννοιῶν, κάθηται δικάζων.

 Τότε δὴ, τότε οὐκ ὀλίγους τινὰς ἐκ πολλῶν, ἀλλὰ πάντας ἐκκαλυπτομένους ὄψει, καὶ οὔτε δορὰ τοῦ προβάτου τὸν λύκον δύναται καλύψαι, οὔτε κονίασις τῶν ἔργων τὸν ἔνδον ἀποκρύψαι λογισμόν·

οὐκ ἔστι γὰρ κτίσις ἀφανὴς τῷ κρίνοντι, ἀλλὰ πάντα γυμνὰ, καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ.

 Οὐκ οὖν πρὸς τὰς τοῦ Θεοῦ ἐντολὰς, σαρκικοῖς ἀντιταξώμεθα πάθεσι·

ταπεινώσωμεν λογισμοὺς κενοδόξους, ἐπαναστῶμεν τῷ διαβόλῳ πρὸς μάχην, ὀμματώσωμεν εἰς νῆψιν τὴν διάνοιαν, κοιμήσωμεν λογισμοὺς ἁμαρτίας·

κτησώμεθα προσευχὴν ἀρέμβαστον, νοῦν νήφοντα, διάνοιαν διεγηγερμένην, συνείδησιν ἀθόλωτον, ἐγκράτειαν ἀτελεύτητον, νηστείαν ἀνυπόκριτον, ἀγάπην ἀπροσωπόληπτον, ἁγνείαν ἀνόθευτον, σωφροσύνην ἀμίαντον, ταπείνωσιν ἀνύπουλον, ψαλμῳδίαν ἄπαυστον, ἀνάγνωσιν ἀκενόδοξον, γουνυκλισίαν ἀνυπερήφανον, δέησιν διηνεκῆ, βίον καθαρὸν, λόγον ἀληθῆ, ξενοδοχίαν ἀγόγγυστον, ὑπομονὴν εὐχάριστον, ἐλεημοσύνην ἀνεξέταστον·

 τὴν ὀξυχολίαν ἐξοστρακίσωμεν, τὴν ὀργὴν ἐκδιώξωμεν, τὴν ἀκηδίαν ἐξεπώσωμεν, τὸν θυμὸν ἀποκτείνωμεν, τὴν λύπην μαράνωμεν, τὴν φιλαργυρίαν ξηράνωμεν.

 Μὴ φοβηθῶμεν τὸν κοινὸν θάνατον, τὸν τοῦ γένους τῶν ἀνθρώπων θεριστὴν, ἀλλὰ τὸν ὀλοθρευτὴν τῶν ἀνθρώπων·

θάνατος γὰρ κυρίως, οὐχὶ ὁ χωρίζων τὴν ψυχὴν ἀπὸ τοῦ σώματος, ἀλλ' ὁ χωρίζων ψυχὴν ἀπὸ τοῦ Θεοῦ.

 Ὁ Θεὸς ζωή ἐστιν·

ὁ δὲ τῆς ζωῆς χωριζόμενος, τέθνηκε, τὴν πρόσθεν παῤῥησίαν ὡς τὴν ζωὴν ἀποβαλών·

καὶ ἐπειδὴ θάνατος, ὁ διάβολος ὁ τοῦ θανάτου πατὴρ, ἵσταται ὡς ἀντίπαλος ἰσχυρὸς καθοπλιζόμενος, ἵνα ἡμᾶς ἐν ταῖς ἁγίαις ἡμέραις παλαίσῃ καὶ ῥήξῃ, καὶ εἴπῃ·

 Ἐνίκησα τοὺς Χριστοῦ στρατιώτας, κάλλος δείξας γυναικῶν, καὶ ἀπὸ τῆς ἀκοῆς ἐκρέμασα αὐτούς·

κενοδοξίᾳ καὶ γαστριμαργίᾳ βοθρίσας, ἐδραξάμην αὐτῶν τῆς κόμης τῶν ἀρετῶν, καὶ σκελίσας ταῖς ἐπιθυμίαις, καὶ γαργαλίσας τῇ οἰνοποσίᾳ, ὠθίσας ἔῤῥιψα εἰς βόθρον πορνείας·

 μὴ οὖν χαροποιήσωμεν τοὺς ἀκαθάρτους δαίμονας, διότι ὁ ἡμέτερος Θεὸς, πάντων ἐστὶ σωτηρία καὶ δαιμόνων ὀλετήρ.

 Ἐπεὶ τοίνυν καὶ ἡμεῖς σώματα συμπεπλέγμεθα, καὶ θανάτῳ ὑπεύθυνοί ἐσμεν, ἀγωνισώμεθα γενναίως, ἵνα τοὺς ἀκαθάρτους νικήσωμεν δαίμονας·

ἐὰν γὰρ τὸν φόβον ἔχωμεν ἐν τῇ καρδίᾳ, καὶ τὴν μνήμην τοῦ θανάτου ἐν τῇ ψυχῇ περιφέρωμεν, πάντες οἱ δαίμονες καθ' ἡμῶν ὁπλίζονται·

ἀλλ' ὥσπερ κριοκρούοντες, ὡς τεῖχος ἡμᾶς εὑρήσουσι·

διὰ τὸ εἶναι τὸν Κύριον ἡμῶν μεθ' ἡμῶν·

ὅτι αὐτῷ πρέπει δόξα, τιμὴ καὶ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

 Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου