Εὐχὴ
τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου
Ὁ δημιουργὸς καὶ Κτίστης ἁπάντων τῶν ὄντων,
Ἰησοῦ Χριστέ, ἐλέησον ἡμᾶς.
Ὁ πρὸ ἑωσφόρου γεννηθεὶς Κύριος καὶ Θεός, ἐλέησον ἡμᾶς.
Ὁ
ἀγαθὸς καὶ φιλάνθρωπος Θεός, ἐλέησον
ἡμᾶς.
Ὁ
πλούσιος ἐν ἐλέει καὶ
ὁ ἀγαθὸς
ἐν οἰκτιρμοῖς, ἐλέησον
ἡμᾶς.
Ὁ
τέλειος καὶ ἀθάνατος νοῦς, ἐλέησον
ἡμᾶς.
Ὁ
ἀκοίμητος ὀφθαλμὸς καὶ ἀπερινόητος, ἐλέησον
ἡμᾶς.
Ὁ
πρὸ ἑωσφόρου γεννηθεὶς Κύριος καὶ Θεός, ἐλέησον
ἡμᾶς.
Ὁ
δημιουργὸς καὶ Κτίστης ἁπάντων τῶν ὄντων,
Ἰησοῦ
Χριστέ, ἐλέησον
ἡμᾶς.
Ὁ
τὴν ψυχὴν θήσας καὶ
τὸ σῶμα βουλήσει τοῦ Πατρός, ἐλέησον
ἡμᾶς.
Ὁ
τὴν εὐδιάκριτον ὕλην σχηματίσας καὶ
τὸν
κόσμον συστήσας, ἐλέησον
ἡμᾶς.
Ὁ
τὸν οὐρανὸν ἐκτείνας καὶ
τοῖς ἄστροις κατακοσμήσας, ἐλέησον
ἡμᾶς.
Ὁ
τὴν γῆν θεμελιώσας καὶ
ἄνθεσι χλοεροῖς καὶ εὐκόσμοις
κατακοσμήσας, ἐλέησον
ἡμᾶς.
Ὁ
τὰς ἀβύσσους κατακλείσας καὶ
τὴν θάλασσαν
τειχίσας τῷ Σῷ προστάγματι, ἐλέησον
ἡμᾶς.
Ὁ
τετράποδα ζῶα, ἑρπετά τε καὶ
πετεινὰ πτερωτὰ ποιήσας,
ἐλέησον
ἡμᾶς.
Ὁ
τὰ κήτη ποιήσας καὶ
τοὺς ἰχθύας προστάξας, ἐλέησον
ἡμᾶς.
Ὁ
πέτρας θεμελιώσας ἐν τοῖς ὕδασι καὶ
τὰ ὄρη καὶ
τοὺς βουνοὺς δράσας ἐν ὑψηλοῖς, ἐλέησον
ἡμᾶς.
Ὁ
τὸν ἥλιον καὶ τὴν σελήνην θεμελιώσας,
ὁ
μόνος Ποιητὴς τῶν ἁπάντων καὶ Κύριος,
ἐλέησον
ἡμᾶς.
Ὁ
τὸν ἄνθρωπον ἰδίαις χερσὶ πλάσας καὶ
κατάρχειν τούτων
ἁπάντων προστάξας, ἐλέησον
ἡμᾶς.
Ὁ
καιροὺς καὶ χρόνους καὶ μῆνας καὶ
ἡμερῶν
καὶ νυκτῶν μέτρα θέμενος, ἐλέησον
ἡμᾶς.
Ἡ
πανσωστικὴ αἰτία καὶ ἡνίοχος ἁπάντων, ἐλέησον
ἡμᾶς.
Ὁ
ἐπιτιμῶν τοῖς ἀνέμοις καὶ
νεύματι
τὴν γῆν σαλεύων, ἐλέησον
ἡμᾶς.
Ὁ
πῦρ καὶ κρύσταλλον θησαυρίσας, ἐλέησον
ἡμᾶς.
Ὁ
τὴν γῆν ὑετίζων καὶ πηγὰς ἐκβλύζων
καὶ
ποταμοὺς ῥυθμίζων, ἐλέησον
ἡμᾶς.
Ὁ
τὰ ὄρη καὶ βουνοὺς Παλαιῶν, ὁ
τὴν θάλασσαν
μαινομένην κατευνάζων, ἐλέησον
ἡμᾶς.
Ὁ
τὰ πάντα ἐν ῥοπῇ ζυγῷ σταθμίσας, ἐλέησον
ἡμᾶς.
Ὁ
τὰ ὄντα καταρτίσας ἐκ τῶν μὴ ὄντων βουλήσει
τοῦ Πατρός,
μόνε Δημιουργέ, ἐλέησον
ἡμᾶς.
Ὁ
τὸν διάβολον ἐκτρίψας καὶ
σειραῖς ταρτάρου ζόφοις
παραδώσας, ἐλέησον
ἡμᾶς.
Ὁ
διὰ τὴν αὐτοῦ ὑπερηφανίαν τοῦτον τῶν οὐρανίων ἀσπίδων
ἀποσπινθηρίσας καὶ εἰς
τέλεον ἐξαφανίσας, ἐλέησον ἡμᾶς.
Ὁ
τὴν πανουργίαν τοῦ ὄφεως χειρωσάμενος,
ἐλέησον
ἡμᾶς.
Ὁ
τῷ Ἀδὰμ συμπαθήσας κατὰ
τὴν ἄφατόν
σου φιλανθρωπίαν, ἐλέησον
ἡμᾶς.
Ὁ
τῷ Ἄβελ συναθλήσας καὶ τὸν Νῶε κυβερνήσας, ἐλέησον ἡμᾶς.
Ὁ
τὸν Ἀβραὰμ ὁδηγήσας καὶ δι' αὐτοῦ πατριάρχας ἡμῖν
χαρισάμενος, ἐλέησον
ἡμᾶς.
Ὁ
τῷ Ἰσαὰκ συνδεθεὶς καὶ τῷ Ἰακὼβ συγξενιτεύσας, ἐλέησον ἡμᾶς.
Ὁ
τῷ Ἰωσὴφ συμπραθεὶς καὶ
τῷ Μωυσεῖ συστρατηγήσας,
ἐλέησον
ἡμᾶς.
Ὁ
τὸν Ἰσραὴλ νομοθετήσας καὶ αὐτὸν κληροδοτήσας, ἐλέησον
ἡμᾶς.
Ὁ
ἐκ Παρθένου σαρκωθεὶς καθὼς αὐτὸς εὐδόκησας,
ἐλέησον
ἡμᾶς.
Ὁ
ἐν Βηθλεὲμ ἄνθρωπος γεννηθεὶς ἐκ τῆς Παρθένου καὶ μετὰ τόκον
ἄφθορον φυλάξας τὴν
Παρθένον, ἐλέησον ἡμᾶς.
Ὁ
ἐν φάτνῃ σπάργανα λαβὼν καὶ ἀνακλιθεὶς
καὶ
ὑπὸ ἀλόγων γνωρισθεὶς Κύριος καὶ Θεός,
ἐλέησον
ἡμᾶς.
Ὁ
ὑπ' ἀγγέλων ὑμνούμενος καὶ δοξασθεὶς ἐπὶ γῆς
καὶ
ὑπὸ ποιμένων γνωρισθείς, ἐλέησον
ἡμᾶς.
Ὁ
ὑπ' ἀστέρος μηνυθεὶς καὶ
ὑπὸ μάγων
προσκυνηθείς, ἐλέησον
ἡμᾶς.
Ὁ
ἀπὸ Ἡρῴδου ἀποδράσας ἐν Αἰγύπτῳ καὶ
τὰ χειροποίητα
Αἰγύπτου συσσείσας τῇ
σῇ ἐπιδημίᾳ, ἐλέησον
ἡμᾶς.
Ὁ
τὴν Ναζαρὲτ οἰκίσας καὶ φόρους τελέσας, διὰ
τὸ θέλειν σε
αὐτὸ ὑπεῖναι, ἐλέησον
ἡμᾶς.
Ὁ
ὑπὸ Ἰωάννου προκηρυχθεὶς καὶ
ἐν Ἰορδάνῃ βαπτισθεὶς
ὑπ' αὐτοῦ, ἐλέησον
ἡμᾶς.
Ὁ
μαρτυρηθεὶς ὑπὸ ἀχράντου Πατρὸς καὶ
τὸ Ἅγιον Πνεῦμα
πέμψαντος ἐπὶ σέ, ἐλέησον
ἡμᾶς.
Ὁ
γνωρίσας ἡμῖν τὸ μυστήριον
τῆς Ἁγίας καὶ Ὁμοουσίου Τριάδος, ἐλέησον ἡμᾶς.
Ὁ
ἐν ἐρήμῳ πειρασθεὶς καὶ Κύριος καὶ Θεὸς
εὑρεθεὶς καὶ ἐπιτιμήσας τῷ διαβόλῳ,
ἐλέησον
ἡμᾶς.
Ὁ
ἐν τῷ ναῷ προσενεχθεὶς καὶ
ὑπὸ τοῦ Συμεὼν ἐναγκαλισθείς,
ἐλέησον
ἡμᾶς.
Ὁ
ἐν τῷ ναῷ ὀφθεὶς καὶ ὑπὸ τοῦ λαοῦ ἀπιστηθείς,
ἐλέησον
ἡμᾶς.
Ὁ
τοὺς χωλοὺς θεραπεύσας καὶ
τοὺς λεπροὺς καθαρίσας,
ἐλέησον
ἡμᾶς.
Ὁ
τοὺς τυφλοὺς φωταγωγήσας καὶ
τοὺς νεκροὺς ἀναστήσας,
ἐλέησον
ἡμᾶς.
Ὁ
κόπον ὑπομείνας καὶ
τὸν παράλυτον ἰασάμενος λόγῳ,
ἐλέησον
ἡμᾶς.
Ὁ
δίψαν ὑπομείνας καὶ τὸ ὕδωρ εἰς οἶνον μεταβαλών,
ἐλέησον
ἡμᾶς.
Ὁ
τὸν Λάζαρον κλαύσας καὶ τεταρταῖον νεκρὸν ἀναστήσας,
ἐλέησον
ἡμᾶς.
Ὁ
τοὺς ἀποστόλους συναθροίσας καὶ βασιλείας οὐρανῶν
κληρονόμους ἀναδείξας, ἐλέησον
ἡμᾶς.
Ὁ
ὑπὸ Ἰουδαίων συλληφθεὶς καὶ
ὑπὸ ἀρχιερέων παραδοθείς,
ἐλέησον
ἡμᾶς.
Ὁ
ὑπὸ Ἡρῴδου προαχθεὶς καὶ
ὑπὸ Πιλάτου ἀνακριθείς,
ἐλέησον
ἡμᾶς.
Ὁ
ἐν σταυρῷ σαρκὶ προσηλωθεὶς καὶ
ἐπὶ ξύλου αὐτοῦ κρεμασθείς,
ἐλέησον
ἡμᾶς.
Ὁ
τοῖς ἐν τῷ ᾅδῃ εὐαγγελισάμενος καὶ
τῇ τριημέρῳ Σου ἀναστάσει
ἐκ νεκρῶν ἀναστάς, ἐλέησον
ἡμᾶς.
Ὁ
ταῖς γυναιξὶ τὸ τῆς ἀναστάσεώς Σου μυστήριον φανερώσας
καὶ τοῖς μαθηταῖς χαρὰν
δώσας, ἐλέησον
ἡμᾶς.
Ὁ
τοὺς ἀποστόλους πληροφορήσας
διὰ
τύπων τῶν ἥλων καὶ τῆς πλευρᾶς,
ἐλέησον
ἡμᾶς.
Ὁ
συναυλισθεὶς τοῖς μαθηταῖς ἐπὶ ἡμέρας τεσσαράκοντα
καὶ εἰς οὐρανοὺς ἀναληφθείς,
ἐλέησον
ἡμᾶς.
Ὁ
ἐν δεξιᾷ τοῦ Πατρὸς καθήμενος
καὶ
Ἐρχόμενος πάλιν κρῖναι ζῶντας καὶ νεκρούς,
ἐλέησον
ἡμᾶς.
Ὁ
ἡνίοχος τῶν χερουβὶμ καὶ
ἐποχούμενος τοῖς σεραφίμ,
ἐλέησον
ἡμᾶς.
Ὁ
Ἀρχιστράτηγος τῶν ἀγγέλων καὶ
Βασιλεὺς τῶν αἰώνων,
ἐλέησον
ἡμᾶς.
Ἡ
ἀνάστασις τῶν τεθανατωμένων καὶ
σωτηρία τῶν ἀπολλυμένων,
ἐλέησον
ἡμᾶς.
Ὁ
ἥλιος τῆς δικαιοσύνης καὶ
ἡ ζωὴ τῶν ἀνθρώπων,
ἐλέησον
ἡμᾶς.
Ὁδηγὲ
τῶν πεπλανημένων καὶ
καταφυγὴ τῶν ἀπεγνωσμένων,
ἐλέησον
ἡμᾶς.
Ὁ
καλὸς Ποιμὴν τῶν προβάτων καὶ
Νυμφίος τῆς ἐκκλησίας,
ἐλέησον
ἡμᾶς.
Θεὲ
ἐκ Θεοῦ, Θεὲ ἀληθινὲ ἐκ Θεοῦ ἀληθινοῦ,
μονογενῆ Υἱὲ τοῦ Πατρός, Κύριε Ἰησοῦ
Χριστέ,
ὁ
Σωτὴρ ὁ Σταυρωθεὶς ἐν σαρκὶ δι' ἡμᾶς,
ἐλέησον
ἡμᾶς. Αμήν
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου