xristianorthodoxipisti.blogspot.gr ΟΡΘΟΔΟΞΑ ΚΕΙΜΕΝΑ / ΑΡΘΡΑ
Εθνικά - Κοινωνικά - Ιστορικά θέματα
Ε-mail: teldoum@yahoo.gr FB: https://www.facebook.com/telemachos.doumanes

«...τῇ γαρ χάριτί ἐστε σεσωσμένοι διά τῆς πίστεως· και τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον, οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται. αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ ᾿Ιησοῦ ἐπι ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεός ἵνα ἐν αὐτοῖς περιπατήσωμεν...» (Εφεσίους β’ 8-10)

«...Πολλοί εσμέν οι λέγοντες, ολίγοι δε οι ποιούντες. αλλ’ούν τον λόγον του Θεού ουδείς ώφειλε νοθεύειν διά την ιδίαν αμέλειαν, αλλ’ ομολογείν μεν την εαυτού ασθένειαν, μη αποκρύπτειν δε την του Θεού αλήθειαν, ίνα μή υπόδικοι γενώμεθα, μετά της των εντολών παραβάσεως, και της του λόγου του Θεού παρεξηγήσεως...» (Άγιος Μάξιμος ο Ομολογητής p.g.90,1069.360)

Ἐγκώμιος εἰς τὴν ἁγίαν τὴν Θεοτόκον

Ἐγκώμιος εἰς τὴν ἁγίαν τὴν Θεοτόκον
Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἐπιφανίου ἐπισκόπου πόλεως Κωνσταντίας, τῆς Κυπριωνήσου, ἐγκώμιος εἰς τὴν ἁγίαν τὴν Θεοτόκον



Τὰς ἐκλαμπούσας μαρμαρυγὰς τῆς Θεοτόκου ἀκτῖνας φοβερὰς καὶ ἀκαταλήπτους δυνάμεις, οὐρανοῦ καὶ γῆς οἰκουμένης μυστήριον, θαῦμα, ἱλαστήριον φράσας ὁ τάλας ἐγὼ, εἰς ἀκριβεστέραν ἔννοιαν ὁ τῆς καρδίας μου ἔνδον σκιρτήσας λογισμὸς βαθείας μνήμης, καὶ ὑψηλοτάτης θεωρίας πειρώμενος φέρειν τὸ θαῦμα, τρόμος καὶ φόβος πολὺς καὶ δεινὸς συνέσχε με, ὦ ἀγαπητοί.
Ἡ γὰρ μνήμη τῆς φρικτῆς θεωρίας, ἔντρομον τὴν ψυχήν μου, καὶ φρικώδη τὴν καρδίαν ἐνέγκασα οὐ μετρίως ἐτιμώρησεν, ἀλλὰ δυνατῶς ἐβασάνισεν.
Ἐπιπλήττει γάρ μου τὸν νοῦν, τῆς μεγίστης θεωρίας ἡ μνήμη, ὡς ἀκαταλήπτου μυστηρίου, τὸ λέγειν οὐκ ἰσχύουσα.
Τίς γὰρ ἱκανὸς τοιοῦτο φράσαι μυστήριον;
ποῖον δὲ φθέγξασθαι στόμα, ἢ ποία γλῶσσα λαλήσει;
Λέληθεν, εἰπεῖν οὐκ ἰσχύει.
Νῦν δὲ τολμήσω περὶ τῆς μόνης Θεοτόκου καθ' ὃ καταλαμβάνω·
καὶ πάλιν φοβοῦμαι.

Οὐκ ἔχω γλῶτταν ἀξίως εἰπεῖν τὰ λίαν μεγάλα.
Ἰσχνόφωνος γὰρ καὶ βραδύγλωσσος, καὶ οὐκ εὔλαλος ὑπάρχω, ἵν' οὕτως εἴπω, περὶ τῆς μεγαλωνύμου καὶ ὁσίας καὶ ἀπειρογάμου καὶ θεοτόκου Μαρίας, μητρὸς τοῦ Κυρίου·
περὶ ἧς οὐκ εὐμαρῶς ἀνθρώπων γλῶττα λαλήσει.
Ἰσχνοφωνεῖ γὰρ πρὸς ταύτην, καὶ ὑποστέλλεται ἡ γλῶσσα, οὐκ ἀξίως ἔχουσα τὸ λέγειν.
Αὕτη γὰρ καὶ τὰς τῶν οὐρανῶν δυνάμεις ἐξένισεν·
ἐξέστησαν πάντες ἄγγελοι, ἀρχάγγελοι, ἀρχαὶ, ἐξουσίαι, θρόνοι, κυριότητες, τὰ χερουβεὶμ καὶ τὰ σεραφεὶμ καὶ πᾶσα στρατιὰ ἀγγέλων φόβῳ καὶ τρόμῳ δεινῷ συσχεθέντες.
Ἐθεώρησαν γὰρ ἐπὶ γῆς ἐν αὐτῇ τὸν ἐν οὐρανοῖς, καὶ ἔφριττον.
Ἔβλεπον τὴν Παρθένον, οὐρανὸν καὶ θρόνον, καὶ συνείχοντο φόβῳ, θεωροῦσαι τὸν ἄναρχον ἀπὸ θρόνου χερουβικοῦ εἰς μήτραν παρθενικὴν καθίσαντα.
Ὢ μακαρία ῥίζα·
πόθεν ταύτην ἐβλάστησε;
Περὶ ταύτης ὁ προφήτης Ἡσαΐας ὡς χελιδὼν κελαδεῖ, τῇ πυρίνῳ γλώττῃ βοῶν·
Ἀναστήσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἀναπαύσεται ἐπ' αὐτὴν Πνεῦμα φόβου Θεοῦ.
Ἐκ τῆς ῥίζης δὲ Ἰεσσαὶ ∆αβὶδ ὁ βασιλεὺς, καὶ ἐκ τῆς φυλῆς ∆αβὶδ τοῦ βασιλέως ἡ ἁγία Παρθένος, ἡ ὁσία τῶν ὁσίων ἀνδρῶν θυγάτηρ, ἧς οἱ γονεῖς Ἰωακεὶμ καὶ Ἄννα, οἵτινες ἐν τῇ ζωῇ αὐτῶν τῷ Θεῷ εὐηρέστησαν, οἳ καὶ καρπὸν τοιοῦτον ἐβλάστησαν, τὴν ἁγίαν Παρθένον Μαρίαν, ναὸν Θεοῦ ὁμοῦ καὶ μητέρα·
Ἰωακεὶμ δὲ καὶ Ἄννα καὶ Μαρία, οἱ τρεῖς τῇ Τριάδι σαφῶς ἐλειτούργησαν.
Ἰωακεὶμ γὰρ ἑρμηνεύεται ἑτοιμασία Κυρίου·
ἐξ αὐτοῦ γὰρ ἡτοιμάσθη ναὸς Κυρίου ἡ Παρθένος.
Ἄννα δὲ πάλιν ὁμοίως χάρις ἑρμηνεύεται·
χάριν γὰρ ἔλαβεν Ἰωακεὶμ καὶ Ἄννα, ἵνα τοιοῦτον βλαστήσωσι καρπὸν διὰ προσευχῆς, τὴν ἁγίαν Παρθένον κτησάμενοι.
Ἰωακεὶμ γὰρ ἐν τῷ ὄρει προσηύχετο, καὶ Ἄννα ἐν τῷ παραδείσῳ αὐτῆς.
Κυοφορήσασα δὲ Ἄννα, οὐρανὸν καὶ θρόνον χερουβικὸν ἔτεκε, τὴν ἁγίαν κόρην Μαρίαν.
Αὕτη γὰρ οὐρανὸς καὶ ναὸς καὶ θρόνος εὑρίσκεται.
Ἡ γὰρ Μαρία ἑρμηνεύεται κυρία, ἀλλὰ καὶ ἐλπίς.
Κύριον γὰρ ἔτεκε, τὴν ἐλπίδα τοῦ παντὸς κόσμου Χριστόν.
Ἑρμηνεύεται πάλιν τὸ Μαρία, σμύρνα θαλάσσης·
σμύρναν δὲ ἐρεῖ, ὃ καὶ φημὶ, περὶ ἀθανασίας, ὅτι ἤμελλε τὸν ἀθάνατον μαργαρίτην τίκτειν ἐν τῇ θαλάσσῃ, τουτέστιν ἐν τῷ κόσμῳ.
Θάλασσαν δὲ ἐρεῖ τὸν ἅπαντα κόσμον, ᾧ ἡ Παρθένος γαλήνην ἐδωρήσατο, τὸν λιμένα τεκοῦσα Χριστόν.

Τοιγαροῦν πάλιν τῆς σεμνῆς κόρης Μαρίας ἑρμηνεύεται τὸ μακάριον ὄνομα, φωτιζομένη, ἥτις ἐφωτίσθη παρὰ τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ ἐφώτισε τοὺς πιστεύσαντας εἰς τὰ πέρατα τῆς γῆς τῇ Τριάδι.
Τριάδος γὰρ νύμφη ὑπάρχει ἡ ἁγία Θεοτόκος κόρη Μαρία, τὸ πανάῤῥητον τῆς οἰκονομίας κειμήλιον·
πρὸς ἣν ὁ Γαβριήλ·
Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
Ὑπέμνησεν ὁ Γαβριὴλ, καὶ ὁ Πατὴρ οὐρανόθεν ἀῤῥαβῶνα τὸ Πνεῦμα τὸ ἅγιον ἀπέστειλεν, ὡρμήσατο τὴν Παρθένον εἰς τὸν μονογενῆ Υἱὸν, οὐράνιον νύμφην, ἣν ὁ Πατὴρ ἠγάπησεν, ὁ Υἱὸς ἐνῴκησε, τὸ ἅγιον Πνεῦμα ἐπεπόθησεν.
Αὕτη γὰρ νύμφη καὶ παστὰς, καὶ ἐκ ταύτης ὁ νυμφίος ἐκπορευόμενος Χριστὸς, τὸ παρθενικὸν ἔνδυμα, κατὰ τὴν τοῦ προφήτου ∆αβὶδ μελῳδίαν·
Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ, καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ.
Ὦ νυμφίου πόθος ἁγνείας! τὴν ἰδίαν δούλην, νύμφην, καὶ μητέρα ὁρμᾶται ὁ Γαβριήλ·
πρόξενος τῆς Παρθένου ἐγένετο, οὐρανοῦ καὶ γῆς συνάπτων τὸ θυμίαμα·
ἣν προφῆται σαφῶς ὑπέγραψαν, τοῦ γάμου τὴν τάξιν κηρύξαντες, πῶς ἡ Παρθένος οὐράνιος εὑρίσκεται νύμφη ὁμοῦ τε καὶ μήτηρ, ἡ τὰ πρὸ γάμου δῶρα λαβοῦσα τὸ ἅγιον Πνεῦμα, προῖκα δὲ τὸν οὐρανὸν ὁμοῦ τε καὶ παράδεισον.

Ἐζήτει οὖν ἰδεῖν ἡ Παρθένος ὃν ἐπόθει, καὶ ἔλεγε·
Ποῦ ὁ νυμφίος οὗ τὸ κάλλος ποθῶ;
ποῦ τὸ κάλλος τοῦ ἡλίου λαμπρότερον;
ποῦ τῆς πάσης εὐμορφίας ἡ ἀνεκλάλητος δόξα;
ποῦ τὸ ἄσβεστον φῶς, ὃ ποθοῦσα ζητῶ;
ποῦ ὁ ἥλιος ὃς ἀκτῖνα ζητεῖ;
ποῦ τῶν χερουβεὶμ ἡ κιθάρα;
ποῦ τῶν σεραφεὶμ τὸ ἀκοίμητον ὄμμα Χριστός;
ποῦ τῶν ἀγγέλων ἡ προσκύνησις, ἣν ὁ Γαβριὴλ ἐμήνυσε;
ποῦ ὁ μόνος τοῦ μόνου μονογενὴς Υἱὸς τοῦ Πατρὸς, ὃν ἡ Παρθένος ποθοῦσα, καὶ φιλοῦσα ὁμοῦ τε καὶ ζητοῦσα ἀσπάζεται;
πρὸς ἣν ὁ Γαβριήλ·
Χαῖρε, κεχαριτωμένη.
Ἡ χάρις ἡ ἀπέραντος τῆς ἁγίας Παρθένου.
Χαῖρε, κεχαριτωμένη, πολλῶν ἀρετῶν κατακεκοσμημένη, λαμπαδηφοροῦσα Παρθένε τὸ ἄσβεστον τοῦ ἡλίου λαμπρότερον φῶς.
Χαῖρε, κεχαριτωμένη, τοῦ νοητοῦ ἀγκίστρου τὸ δέλεαρ·
ἐν σοὶ γὰρ ἄγκιστρον ἡ θεότης.
Χαῖρε, κεχαριτωμένη, ἡ νοερὰ τῆς δόξης κιβωτός·
Χαῖρε, κεχαριτωμένη, ἡ στάμνος ἡ χρυσῆ, τὸ οὐράνιον ἔχουσα μάννα.
Χαῖρε, κεχαριτωμένη, ἡ τὴν γλυκεῖαν τῆς ἀεννάου πηγῆς τοὺς διψῶντας ἐμπλήσασα.
Χαῖρε, κεχαριτωμένη, νοερὰ θάλασσα, τὸν οὐράνιον ἔχουσα μαργαρίτην Χριστόν·
Χαῖρε, κεχαριτωμένη, ὁ λαμπρὸς οὐρανὸς, ἡ τὸν ἀχώρητον ἐν οὐρανοῖς ἔχουσα Θεόν.
Χαῖρε, κεχαριτωμένη, ἡ τὸν χερουβικὸν θρόνον τῆς θεότητος ἐξαστράπτουσα.
Χαῖρε, κεχαριτωμένη, κύκλον ἔχουσα οὐρανοῦ, καὶ Θεὸν ἀχώρητον, ἐν σοὶ δὲ χωρητὸν, καὶ ἀστενοχώρητον.
Χαῖρε, κεχαριτωμένη, στυλοειδὴς νεφέλη, ἡ τὸν Θεὸν ἔχουσα, τὸν ἐν τῇ ἐρήμῳ τὸν λαὸν καθοδηγήσαντα.
Τί εἴπω;
καὶ τί λαλήσω;
πῶς μακαρίσω τὴν ὁλόῤῥιζον δόξαν;
ὅτι χωρὶς Θεοῦ μόνου πάντων ἀνωτέρα ὑπάρχει.
Καλλιωτέρα γὰρ τῶν χερουβεὶμ καὶ σεραφεὶμ, καὶ πάσης στρατιᾶς πέφυκεν ἀγγελικῆς·
πρὸς ἣν οὐρανοῦ καὶ γῆς οὐκ ἐπαρκέσει γλῶττα, τάχα δὲ οὔτε ἀγγέλων.
Καὶ γὰρ αὐτοὶ ὕμνον καὶ αἶνον καὶ τιμὴν καὶ δόξαν προσήνεγκαν·
ἀλλ' οὔτε οὕτω κατ' ἀξίαν εἰπεῖν ἴσχυσαν.
Ἔχαιρον δὲ ἄγγελοι, ὡς αὐτοὶ μόνον τὸν Θεὸν ἔχοντες, πρὸς οὓς ἡ παναγία Παρθένος ἀνωτέρα πέφυκε, τὸν Θεὸν τὸν ἐν οὐρανῷ ἐπὶ γῆς κυήσασα, ἵν' οὕτως ἑλκύσῃ στρατιὰς ἀγγέλων ἐπὶ γῆς μετὰ ἀνθρώπων.

Αὕτη γὰρ οὐρανοῦ καὶ γῆς μεσίτης πέφυκεν ἑνότητα ποιήσασα.
Ὦ μακαρία Παρθένε, ἁγνὴ περιστερὰ, ἡ οὐράνιος νύμφη Μαρία, οὐρανὸς καὶ ναὸς καὶ θρόνος τῆς θεότητος·
ἡ τὸν ἐξαστράπτοντα ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ἥλιον ἔχουσα Χριστόν·
ἡ φωτεινὴ νεφέλη, πάμφωτον ἀστραπὴν ἐξ οὐρανοῦ τῷ κόσμῳ καταλάμψασα Χριστόν·
ἡ οὐράνιος νεφέλη, ἡ τὴν βροντὴν τοῦ ἁγίου Πνεύματος ἐν ἑαυτῇ κρυπτομένην τῷ κόσμῳ καταβιβάσασα, ἡ τὸν ὄμβρον τοῦ ἁγίου Πνεύματος τῇ πάσῃ γῇ πρὸς καρποφορίαν πίστεως καταράξασα.
Χαῖρε, κεχαριτωμένη, ἡ πύλη τῶν οὐρανῶν, περὶ ἧς ὁ προφήτης κέκραγε λέγων·
Ἰδοὺ ἡ πύλη κεκλεισμένη, καὶ οὐδεὶς εἰσελεύσεται δι' αὐτῆς, οὐδὲ ἐξελεύσεται, εἰ μὴ Κύριος ὁ Θεὸς μόνος·
καὶ ἔσται ἡ πύλη κεκλεισμένη τῷ ἡγουμένῳ, διότι ἡγούμενος αὐτὸς κληθήσεται, καὶ εἰς αὐτὸν ἐλπιοῦσι πάντα τὰ ἔθνη.
Περὶ ταύτης τῆς πύλης καὶ ἐν τοῖς Ἄσμασι τῇ λέξει ὁ προφήτης τρανῶς καὶ σαφῶς καταλέγεται κεκραγώς·
Κῆπος κεκλεισμένος, ἀδελφή μου, νύμφη·
κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη.
Ἔμεινεν ἐν τῇ παρθενίᾳ ἡ ἁγία καὶ σεμνὴ κόρη Μαρία, ἡ φωτεινὴ νεφέλη, ἡ ἔνδον ἔχουσα τὸν Θεὸν Λόγον·
πρὸς ἣν ὁ μεγαλόφωνος Ἡσαΐας·
Ἰδοὺ νεφέλη κούφη, καὶ ἥξει εἰς Αἴγυπτον·
τὸ ἀλατόμητον ὄρος, ἡ τὴν ἀκρότομον ἔχουσα πέτραν Χριστὸν, περὶ ἧς ὁ σοφώτατος ∆ανιὴλ λέγει·
Ἀπετμήθη λίθος ἐξ ὄρους ἄνευ χειρῶν·
τουτέστιν, ἄνευ ἀνδρὸς τὴν στερεὰν πέτραν Χριστὸν ἔτεκεν ἡ Παρθένος, ὁ ἀσύνθετος ναὸς, ἡ τὸν οὐράνιον ἔχουσα λίθον Χριστὸν, ἡ βροντοειδὴς νεφέλη, ἡ τὴν ἀστραπὴν ἔνδον κοιλιοφόρως βαστάσασα·
καὶ μαρτυρεῖ μοι τῷ λόγῳ ἡ θεία Γραφὴ λέγουσα, Κοιλία σου θημωνία σίτου πεφραγμένη ἐν κρίνοις·
ἡ ἀγεώργητος χώρα, ἡ τὸν Λόγον ὡς κόκκον σίτου δεξαμένη, καὶ τὸ δράγμα βλαστήσασα, ἡ νοερὰ κλίβανος, ἡ τὸ πῦρ καὶ τὸν ἄρτον τῆς ζωῆς ἔχουσα·
ἡ ὁσία μήτηρ τοῦ Σωτῆρος, ἡ τὸν Λόγον τοῦ Πατρὸς ἐκ σοῦ σαρκωθέντα τεκοῦσα, πρὸς ἣν Ἡσαΐας·
Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ, Ἐμμανουήλ.
Ὦ Παρθένος ἁγία, ἁγία μήτηρ Κυρίου·
μακαρία νύμφη Τριάδος ἀχωρίστου·
μακαρία σὺ ἐν γυναιξὶν, ἡ τεκοῦσα ἐπὶ γῆς ὡς βρέφος τὸν πάντων κτίστην Θεόν·
μακαρία σὺ ἐν γυναιξὶν, ἡ μόνη ἐπὶ γῆς κυήσασα τὸν οὐράνιον Θεόν·
μακαρία σὺ ἐν γυναιξὶν, ἧς μασθοὺς ἐθήλασεν ὁ τρέφων τὰ σύμπαντα·
μακαρία σὺ ἐν γυναιξὶν, ἡ νῦν γεννήσασα τὸν ποτὲ πλάσαντα πηλῷ τὸν Ἀδὰμ ἐν τῷ παραδείσῳ, Θεοτόκε ἁγία παρθένε Μαρία.
Θεοτόκος γὰρ ὑπάρχεις, ἡ τὸν Λόγον ἐκ σοῦ σαρκωθέντα τεκοῦσα·
Θεοτόκος ὑπάρχεις ἡ τὸν Θεὸν Λόγον ἐν μορφῇ δούλου κυήσασα·
Θεοτόκος ὑπάρχεις, ὅτι Θεὸν Λόγον δεξαμένη σαρκωθέντα ἔτεκες·
Θεοτόκος ὑπάρχεις ἡ μόνη τοῦ μόνου μονογενῆ Υἱὸν τοῦ Θεοῦ γεννήσασα·
οὐ πρόσκαιρον Θεὸν γεννήσασα, ἀλλ' αἰώνιον τὸν πρὸ σοῦ καὶ πάντων Θεὸν, ἐκ σοῦ σαρκωθέντα·
τὸ ἄσπιλον πρόβατον, ἡ τὸν ἀμνὸν τεκοῦσα Χριστόν·
ἡ δάμαλις ἡ ἀπειρόζυγος, ἡ τὸν μόσχον γεννήσασα·
ἡ νοερὰ τῆς πίστεως τράπεζα, ἡ τὸν ἄρτον τῆς ζωῆς τῷ κόσμῳ χορηγήσασα.
Τί εἴπω;
καὶ τί λαλήσω τὴν ὁλόῤῥιζον δόξαν;
Περὶ ταύτης τῆς ὁσίας κόρης τῆς ἀείπαιδος καὶ παρθένου, διὰ τοῦ προφήτου λέγοντος ὁ Θεός φησιν·
Ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος, τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ·
καὶ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος.
∆ιὰ τοῦτο δώσει αὐτοὺς ἕως καιροῦ τικτούσης, τέξεται, καὶ οἱ ἐπίλοιποι τῶν ἀδελφῶν αὐτοῦ ἐπιστρέψουσιν ἐπὶ τοὺς υἱοὺς Ἰσραήλ·
καὶ στήσεται, καὶ ὄψεται, καὶ ποίμνιον αὐτοῦ ἐν ἰσχύϊ Κύριος.
Ὦ Παρθένε ἁγία, φωτὸς αἰωνίου ὑπάρχουσα μήτηρ·
φωτὸς τοῦ φωτίσαντος ἐν οὐρανοῖς τὰς τῶν ἀγγέλων στρατιάς·
φωτὸς τοῦ φωτίσαντος τῶν σεραφεὶμ τὸ ἀνεκλάλητον ὄμμα·
φωτὸς τοῦ φωτίσαντος λαμπραῖς λαμπάσι τὸν ἥλιον·
φωτὸς τοῦ φωτίσαντος τὰ πέρατα τῆς οἰκουμένης τῇ Τριάδι·
φωτὸς τοῦ εἰπόντος·
Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου·
φωτὸς τοῦ εἰρηκότος·
Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα·
φωτὸς τοῦ ἀναληφθέντος καὶ φωτίσαντος ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς τὰ σύμπαντα.
Ὦ παναγία Παρθένε, ἡ στρατιὰς ἀγγέλων ξενίσασα! Ξένον γὰρ θαῦμα ἐν οὐρανοῖς, γυνὴ τὸ φῶς ἐν ἀγκάλαις βαστάσασα·
ξένον θαῦμα ἐν οὐρανοῖς, χερουβικὸς θρόνος ἕτερος·
ξένον θαῦμα ἐν οὐρανοῖς, γυναικὸς υἱὸς, αὐτῆς καὶ τῶν αἰώνων πατὴρ ὑπάρχων·
ξένον θαῦμα ἐν οὐρανοῖς, Παρθένου θάλαμος, Υἱὸν Θεοῦ, Θεὸν νυμφίον ἔχουσα Χριστόν·
ξένον θαῦμα ἐν οὐρανοῖς, τὸ βρέφος τῆς Παρθένου, ∆εσπότης τῶν ἀγγέλων πέφυκεν.
Ὦ παναγία Παρθένε, μήτηρ τοῦ Σωτῆρος, ἡ τὸν ἄναρχον γεννήσασα Λόγον, τὸν τοῦ Πατρὸς σύνθρονον Υἱὸν, τὸν ὁμοούσιον τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος, τὸν προαιώνιον σὺν Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, τὸν τοὺς οὐρανοὺς καμαρώσαντα, τὸν τὴν γῆν ἑδράσαντα.
Χαῖρε, παναγία Παρθένε, ἡ τὸ πῦρ τῆς θεότητος ἀφλέκτως, ὡς νοερὰ βάτος, κατέχουσα, ἡ νοερὰ κλίβανος, ἡ τὸ πῦρ καὶ τὸν ἄρτον τῆς ζωῆς θερμὸν τῷ κόσμῳ πρὸς βρῶσιν ἐνέγκασα·
περὶ οὗ λέγει ὁ Σωτὴρ τοῦ κόσμου Χριστός·
Λάβετε, φάγετε·
τοῦτό μου ἐστὶ τὸ σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν.

Πλουσία τῆς παρθενικῆς ἡ πανάρετος τράπεζα, ὦ ἀγαπητοὶ, παντοίων καλῶν βρωμάτων πρὸς ἀπόλαυσιν τῇ οἰκουμένῃ ἐδωρήσατο ἡ ὁσία Παρθένος καὶ μήτηρ τοῦ Χριστοῦ, ἡ τὸν φωτεινὸν λύχνον τὸν ἐκλάμποντα ἐν οὐρανῷ καὶ ἐπὶ γῆς βαστάσασα Χριστόν·
πρὸς ἣν ὁ προφήτης Ζαχαρίας·
Ἰδοὺ λυχνία χρυσῆ καὶ τὸ λαμπάδιον ἐπάνω αὐτῆς.
Τοιγαροῦν καὶ ὁ ∆αβὶδ τὸ μελῳδικὸν ᾆσμα τοῦτο βοᾷ·
Λύχνος τοῖς ποσί μου ὁ λόγος σου, καὶ φῶς τοῖς τρίβοις μου.
Ὦ λυχνία παρθενικὴ, ἡ τὸ σκότος ἀπελαύνουσα καὶ τὸ φῶς καταυγάζουσα.
Ὦ λυχνία παρθενικὴ, ἡ τὸ πῦρ καὶ τὸ ἔλαιον ἀχώριστον πρὸς φωτισμὸν ἐνέγκασα.
Ὦ λυχνία παρθενικὴ, τρίφωτον ἓν πῦρ ἄσβεστον, ὁμοούσιον ἀφ' ὑψηλοτάτου θρόνου λαβοῦσα, καὶ πρὸς φωτισμὸν τῆς οἰκουμένης ἐκλάμψασα.
Ὦ λυχνία παρθενικὴ, περὶ ἧς διὰ τοῦ Προφήτου λέγει ὁ Θεός·
Ἐκεῖ ἐξανατελῶ κέρας τῷ ∆αβὶδ, ἡτοίμασα λύχνον τῷ Χριστῷ μου.
Ὁ βασιλικὸς στέφανος, τὸν μαργαριτοειδῆ πολύτιμον ἔχουσα λίθον Χριστόν·
ἡ βασιλικὴ πορφύρα, τὸν οὐρανοῦ καὶ γῆς ἐνδύσασα βασιλέα τὸ οἰκουμενικὸν τοῦ σώματος πορφυροειδὲς ἔνδυμα·
ἡ ἀκηλίδωτος τῶν Χριστιανῶν πίστις·
ἡ ἀκατάληπτος βίβλος, ἡ τὸν Λόγον καὶ τὸν Υἱὸν τοῦ Πατρὸς τῷ κόσμῳ παραναγνώσασα.
Ἡ μακαρία ἐν γυναιξὶν, ἡ τὸν Λόγον ἐκ σοῦ σαρκωθέντα τεκοῦσα, Λόγον τὸν τοῦ Πατρὸς Υἱὸν, Λόγον τὸν προαιώνιον Θεὸν, Λόγον ἄναρχον, καὶ ἀΐδιον, Λόγον τὸν σὺν Πατρὶ καὶ ἁγίῳ Πνεύματι προσκυνούμενον, Λόγον τὸν σύνθρονον τοῦ Πατρὸς, Λόγον τὸν ἐπὶ τῶν χερουβεὶμ καθήμενον, Λόγον, ὃν τὰ τετράμορφα ζῶα δοξολογοῦσι, Λόγον τὸν τοὺς ἀγγέλους κτίσαντα, Λόγον τὸν ἀρχὰς καὶ ἐξουσίας εἶναι ποιήσαντα, Λόγον τὸν οὐρανοὺς ἐκτείναντα, καὶ τὴν γῆν ἑδράσαντα, Λόγον τὸν ἀληθινὸν Θεὸν Ἰησοῦν Χριστὸν τὸν Κύριον ἡμῶν, ὃν ἔτεκες, παναγία Παρθένε, καὶ μετὰ τόκον πάλιν παρθένος, ἡ τὸν μαργαρίτην τεκοῦσα, καὶ τὸν βασιλικὸν στέφανον πλέξασα.
Ὦ μακαρία Παρθένε, ἡ τὴν οὐράνιον δόξαν βλαστήσασα, ἡ ἀπὸ πολλῶν ἀνθῶν τοῦ παραδείσου τὸν κόσμον εὐωδίᾳ πληρώσασα.
Κρίνον ἄσπιλον ὑπάρχει ἡ Παρθένος, τὸ ἀμάραντον ῥόδον γεννήσασα Χριστὸν, ἡ ἄμπελος τῆς ἀληθείας, ἡ πολύφορος καὶ ἀτρύγητος τῇ παρθενίᾳ, ἡ μὴ σκαφεῖσα, καὶ βοτρυοφορήσασα, ἡ τὸν πέπειρον βότρυν βλαστήσασα Χριστόν.
Πῶς οὖν ἐβλάστησας, πεῖσον ἡμᾶς, παναγία Παρθένε·
πῶς μήτηρ Θεοῦ ὤφθης ἐπὶ γῆς, Λόγον προαιώνιον δεξαμένη.
Ἡ κοιλιοφορήσασα παρθένος ἐγὼ ἄφθαρτος, ναὸς ἀμόλυντος γέγονα τοῦ ἐνοικήσαντος ἐν ἐμοὶ Λόγου Θεοῦ ἀπειρογάμου.

Τὸν Ἐμμανουὴλ ἐν ἀφθάρτῳ κοιλίᾳ φέρουσα, εἰς γαστέρα ἀμόλυντον, ἀφομοιουμένη θρόνῳ χερουβικῷ·
εἰς ἣν ὁ Λόγος τοῦ Πατρὸς σὰρξ ἐγένετο, ὁ ἄναρχος καὶ ἀόρατος·
ὁρατὸς οἰκονομικῶς, ὁ ἐνανθρωπήσας Θεός·
πεῖραν οὐκ ἐγνωκυῖα ἀνδρὸς, τὸν προαιώνιον Θεὸν Ἰησοῦν Χριστὸν ἔτεκον.
Παρθένος γὰρ καὶ νῦν ὑπάρχω μετὰ τὸν τόκον, καθαρωτέρα τοῦ πρώην.
Ἀπόνως ἔτεκον, οὐχ ὡς πᾶσα γυνή·
ἀνόμοια γὰρ ἐμοῦ κἀκείνων τὰ μεταξὺ πράγματα.
Οὐκ ἔγνω φύσις ἀνθρώπων τὸν τόκον μου, εἰ μὴ μόνος ὁ ἐν ἐμοὶ οἰκήσας Θεός.
Ὦ Παρθένε, φρικτὸν τῆς Ἐκκλησίας κειμήλιον, τὸ μέγα τυχὸν μυστήριον, ἱερέα καλεῖ τὴν παρθένον ὁμοῦ τε καὶ θυσιαστήριον·
ἥτις τραπεζοφοροῦσα τὸν οὐράνιον ἄρτον Χριστὸν ἔδωκεν ἡμῶν εἰς ἄφεσιν ἁμαρτιῶν.
Ὢ γαστὴρ ἀμόλυντος οὐρανὸν κύκλον ἔχουσα, καὶ Θεὸν ἀχώρητον, ἐν σοὶ δὲ χωρητὸν βαστάσασα.
Ὢ γαστὴρ οὐρανοῦ πλατυτέρα, Θεὸν τὸν ἐν σοὶ μὴ στενοχωρήσασα.
Ὢ γαστὴρ ἑπτάκυκλος οὐρανὸς, καὶ μειζοτέρως αὐτῶν τυγχάνουσα.
Ὢ γαστὴρ ἑπτὰ οὐρανῶν ὑψηλοτέρα καὶ πλατυτέρα.
Ὢ γαστὴρ ὁ ὄγδοος οὐρανὸς στερεωμάτων ἀνωτέρα Ὢ γαστὴρ ἑπταφώτου χάριτος τὸ ἄσβεστον ἔχουσα φῶς.
Τί εἴπω, ἢ τί λαλήσω περὶ τῆς σεμνῆς καὶ ἁγίας Παρθένου;
Ὁ πόθος ἕλκει με λέγειν περὶ τῆς Θεοτόκου, καὶ φόβος κατέχει με τοῦ σιωπᾷν, οὐκ ἀξίως ἔχων τοῦ λέγειν.
Ὁ νοῦς προκαλεῖται, καὶ ὁ φόβος ἀπωθεῖται·
ὃς μὲν ἕλκει με, ὃς δὲ ἀνθέλκει με.
Ἐπειδὴ οὖν συνέχομαι τῶν ἀμφοτέρων, συμφέρει μοι λαλῆσαι περὶ τῆς μεγαλωνύμου καὶ ὁσίας Παρθένου.
Λέγω γὰρ ταύτην οὐρανὸν καὶ θρόνον ὁμοῦ τε καὶ σταυρόν·
τὰς γὰρ ἁγίας ἀγκάλας ἐκτείνασα, τὸν ∆εσπότην ἐβάστασεν ὁ θρόνος χερουβικὸς, σταυροειδὴς, οὐράνιος, περὶ ἧς διὰ τῶν Γραφῶν ἐν οὐρανοῖς παρακύπτω, καὶ βλέπω ταύτην ὑπὸ ἀγγέλων προσκυνουμένην.
Ὅθεν πρῶτον ὁ Γαβριὴλ τὴν Παρθένον ἀσπάζεται·
Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ·
χαῖρε, κεχαριτωμένη, ὁ λαμπρὸς οὐρανός·
χαῖρε, κεχαριτωμένη, ἡ τὸν ἐξαστράπτοντα ἐξ οὐρανοῦ λαμπραῖς λαμπάσιν ἀκτῖνα ἔχουσα ἥλιον τὸν Χριστόν.

Σεραφεὶμ γέγονεν ἡ Παρθένος, ἡ πολυώνυμος, καὶ πολυόμματος, τῆς ἀκαταλήπτου θέας·
σκέπη τις νοερὰ, δι' οἰκουμενικοῦ σώματος εὑρεθεῖσα, τὰ χερουβεὶμ ὑπερβαίνουσα.
Ἐκεῖνα μὲν γὰρ ἀποστρέφονται μὴ δυνάμενα ἀτενίσαι πρὸς νοητὸν πῦρ τῆς θεότητος.
Αὕτη δὲ τρανοῖς ὄμμασιν ἐνατενίζουσα τὸ ἀκατάληπτον καὶ ἀκοίμητον ὄμμα Χριστοῦ, ποθοῦσα καὶ φιλοῦσα ἠσπάζετο.
Στρατιαὶ ἀγγέλων ὑποπόδιον τῶν ποδῶν τοῦ Σωτῆρος προσπίπτοντες, οὔτε ἰδεῖν, οὔτε προσψαῦσαι ἰσχύουσιν·
αὕτη δὲ χείλη χείλεσι συνάπτουσα τὸν ἀκατάληπτον ἠσπάζετο.
Ὦ Παρθένε, ἀκαταλήπτου μυστηρίου φέρουσα θαῦμα, τριπόθητον πίστιν τῇ οἰκουμένῃ κηρύξασα.
Ἀγγέλων ἀνωτέρα γέγονεν ἡ Παρθένος, μειζοτέρα τῶν χερουβεὶμ καὶ τῶν σεραφεὶμ, ἀρέσκουσα τῷ βασιλεῖ Χριστῷ, ὡς ἀξία δούλη καὶ μήτηρ τιμηθεῖσα παρὰ Θεῷ.
Ἁγία μήτηρ ἀμόλυντε, ἡ τὸν πρὸ σοῦ γεννήσασα Χριστὸν τὸν εἰπόντα·
Πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι·
ἡ τὸ σπήλαιον δοξάσασα, καὶ τὴν φάτνην μεγαλύνασα.
Παρθένος γὰρ καὶ σπήλαιον καὶ φάτνη, οὐρανοῦ κύκλον ἔχοντες, Θεὸν ἀχώρητον ἔφερον, οἱ τρεῖς τῇ Τριάδι σαφῶς λειτουργήσαντες, ὅτε ἡ Παρθένος ἀπόνως τὸν οὐρανοῦ καὶ γῆς ∆εσπότην ἐν τῷ σπηλαίῳ κυήσασα, ἐν τῇ φάτνῃ ἔθετο, τότε καὶ τάξεις ἀγγέλων τὴν Παρθένον ἐκύκλωσαν βοῶντες καὶ λέγοντες·
∆όξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
Ὅθεν καὶ ποιμένες ἀγραυλοῦντες τὴν τοιαύτην δοξολογίαν τῶν ἀγγέλων ἤκουσάν τε περὶ τοῦ Σωτῆρος, καὶ τῷ δρόμῳ βαδίσαντες, τὸ φῶς προσεκύνησαν, ξένον θαῦμα θεασάμενοι, τὴν δούλην τοῦ ∆εσπότου καὶ τὴν ἐπίγειον παρθένον, οὐράνιον νύμφην.
Αὕτη γὰρ καὶ νύμφη, καὶ παστὰς, καὶ Θεοῦ μήτηρ ὤφθη ἐν τῷ σπηλαίῳ, ὅτε τὸ βρέφος ἔτεκε Χριστὸν, κατὰ τὴν προφητικὴν Ἡσαΐου φωνήν·
ὅτι Παιδίον ἐγεννήθη ἡμῖν·
υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς Ἄγγελος, Θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, Ἄρχων εἰρήνης, Πατὴρ τοῦ μέλλοντος αἰῶνος.
Εἶτά φησι μετὰ ταῦτα·
Μάγοι ἀπὸ ἀνατολῶν ὑπὸ ἀστέρος φωτεινοῦ καταλαμπόμενοι, καὶ ὁδηγούμενοι, τὸ μῆκος τῆς ἐξ ἀνατολῆς ὁδοῦ βαδίσαντες, ἥκασιν εἰς προσκύνησιν τοῦ τεχθέντος ἐν Βηθλεέμ.
Ὅθεν καὶ τὴν πόλιν Ἱερουσαλὴμ καταλαβόντες, κρύπτεται ἀπ' αὐτῶν ὁ ἀστήρ·
οἱ δὲ θορυβηθέντες τὸν ὁδηγὸν ἀπολέσαντες, ἀνάγκης τῇ βίᾳ τοὺς ἐν τῇ πόλει ἐρωτῶντες, ἐπυνθάνοντο παρ' αὐτῶν·
Ποῦ ὁ Χριστὸς γεννᾶται;
ξένον δὲ θαῦμα πᾶσιν ἐνομίζετο.
Περὶ οὗ Ἡρώδης ἀκούσας, ἐταράττετο λίαν, καὶ καλέσας τοὺς ἱερεῖς, ἐπυνθάνετο παρ' αὐτῶν, ποῦ ὁ Χριστὸς γεννᾶται.
Οἱ δὲ εἶπον καὶ οὐκ ἠρνήσαντο·
ὡμολόγησαν καὶ οὐκ ἐψεύσαντο.
Τὰς ἀκτῖνας τοῦ ἡλίου κρύπτειν οὐκ ἠδύναντο, τὴν περὶ τοῦ Σωτῆρος φωνὴν διὰ τοῦ προφήτου σαφηνιζομένην ἐμαρτύρησαν λέγοντες·
Ἐν Βηθλεὲμ γεννᾶται ὁ Χριστός.
Οὕτω γὰρ βοᾷ διὰ τοῦ προφήτου·
Καὶ σὺ, Βηθλεὲμ, οὐδαμῶς εἶ ἐλαχίστη ἐν τοῖς ἡγεμόσιν Ἰούδα·
ἐκ σοῦ γὰρ ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ.
Ὢ τοῦ ἀπειθοῦντος Ἰσραήλ! Ὡμολόγηςτὸ πρᾶγμα τοῦ νόμου, καὶ τὸν νομοθέτην ἠρνήσατο·
αὐτοὶ ἐμαρτύρησαν ποῦ ὁ Χριστὸς γεννᾶται, καὶ αὐτοὶ πάλιν ἠρνήσαντο τὸν γεννηθέντα Χριστόν.
Τί οὖν οἱ μάγοι;
ὧν τὸ οἰκεῖον τοῦ νοὸς ἠλλοιώθη, ὧν ἡ καρδία ἐταράττετο λίαν, καὶ ἐσβέννυτο ἐν λύπῃ, ὧν οἱ στεναγμοὶ ὡς κυμάτων βία τὴν ναῦν ἐπόντιζον, ὧν οἱ ὀφθαλμοὶ μαργαριτοειδέσι δάκρυσι τὴν γῆν κατέῤῥαινον, ὧν ἀφόρητος ἡ θλίψις, τὸν ἀνατολῶν ζητοῦντες ὁδηγὸν, ὃν οὐκ εἶχον, ἔχοντες ἐζήτουν·
Ποῦ ὁ ἀστὴρ ὁ τῶν μάγων ὁδηγός;

Καθ' οἷον δὲ τρόπον κρύπτεται ἀπ' αὐτῶν ὁ ἀστὴρ, σκόπει τὴν ἀλήθειαν, καὶ βλέπε τὸ θαῦμα, καὶ τὴν μήνυσιν.
Ἕνεκεν τούτου κρύπτεται ἀπ' αὐτῶν ὁ ἀστὴρ, ἵνα τούτων ἐρωτώντων παρὰ τῶν ἀπίστων ἱερέων, φανερὸν γένηται πᾶσι τὸ οὐρανοῦ καὶ γῆς μυστήριον.
Ὅθεν μετὰ τὸ γνῶναι πάντας, φανεροῦται πάλιν μάγοις ὁ ἀστὴρ, ἕως οὗ ἐλθὼν ἔστη ἐπάνω τοῦ βρέφους ἐν τῷ σπηλαίῳ, ἢ μᾶλλον ἐν τῷ οὐρανῷ.
Ὅπου γὰρ Χριστὸς, ἐκεῖ ὁ οὐρανός·
τὸ γὰρ σπήλαιον οὐρανὸς ὤφθη ἐπὶ γῆς.
Οἱ δὲ ἰδόντες τὸν ἀστέρα, μᾶλλον δὲ τὸν Σωτῆρα, ἐχάρησαν χαρὰν μεγάλην, οἳ καὶ κύψαντες προσεκύνησαν, καὶ ἐκβαλόντες τὰ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν.
Χρυσὸν μὲν ὡς βασιλεῖ·
λίβανον δὲ ὡς Θεῷ·
καὶ σμύρναν ὡς θνητῷ·
μᾶλλον δὲ ἵνα καὶ τὸν ἐνταφιασμὸν μηνύσωσι τοῦ πάντων κτίστου καὶ δημιουργοῦ Χριστοῦ, ὃν ἔτεκεν ἡ οὐράνιος νύμφη Μαρία, ὁ οὐρανὸς καὶ ναὸς καὶ θρόνος τῆς θεότητος, τὸ ἀνεκλάλητον τοῦ παραδείσου κειμήλιον.
Ἄγγελοι τὴν Εὔαν ἐμέμφοντο, νυνὶ δὲ τὴν Μαρίαν δοξάζουσιν·
ἡ τὸ ἀσθενὲς τῶν γυναικῶν κυρίως δοξάσασα, ἡ τὴν πεσοῦσαν Εὔαν ἀναστήσασα, καὶ τὸν ἐκβληθέντα τοῦ παραδείσου Ἀδὰμ εἰς οὐρανοὺς ἀποστείλασα, ἡ τὸν κλεισθέντα παράδεισον ἀνοίξασα, καὶ διὰ λῃστοῦ πάλιν τὸν Ἀδὰμ καταφυτεύσασα.

∆ιὰ σοῦ γὰρ τὸ μεσότοιχον τοῦ φραγμοῦ τὴν ἔχθραν κατέλυσεν, ὦ ἁγία Παρθένε·
διὰ σοῦ ἡ οὐράνιος εἰρήνη τῷ κόσμῳ ἐδωρήθη, διὰ σοῦ τὰ πέρατα τῆς οἰκουμένης ἐφωτίσθη, διὰ σοῦ ἄνθρωποι ἄγγελοι γεγόνασι, διὰ σοῦ φίλοι, καὶ δοῦλοι, καὶ τέκνα Θεοῦ ἄνθρωποι ἐκλήθησαν, καὶ διὰ σοῦ σύνδουλοι ἀγγέλων καὶ συνόμιλοι ἄνθρωποι ἠξιώθησαν γενέσθαι·
διὰ σοῦ γνῶσις οὐράνιος, καὶ δοξολογία ἀπὸ γῆς εἰς οὐρανοὺς ἀναπέμπεται·
διὰ σοῦ παῤῥησίαν ἄνθρωποι ἐν οὐρανῷ πρὸς τὸν Ὕψιστον ἔχουσι·
διὰ σοῦ σταυρὸς ἔλλαμψε κατὰ πάσης τῆς οἰκουμένης, ἐν ᾧ τὸ βρέφος σου ἐκρέματο Χριστὸς ὁ Θεὸς ἡμῶν·
διὰ σοῦ θάνατος πατεῖται, καὶ ᾅδης σκυλεύεται·
διὰ σοῦ τὰ εἴδωλα πεπτώκασι, καὶ γνῶσις οὐράνιος ἐγήγερται·
διὰ σοῦ τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ ἐγνώκαμεν, ὃν ἔτεκες, παναγία Παρθένε, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ᾧ πάντες ἄγγελοι καὶ ἄνθρωποι προσκυνοῦντες λέγομεν, ἄναρχον τὸν Πατέρα, ἄναρχον τὸν Υἱὸν, ἄναρχον τὸ ἅγιον Πνεῦμα, Τριάδα ἀχώριστον καὶ ὁμοούσιον δοξάζοντες εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν. 











Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου