Η Στρατευμένη μετά της Θριαμβεούσης
Εκκλησίας , σε λίγες ημέρες-τήν ερχόμενη Κυριακή- θα εορτάσει την Σάρκωση του Προαιωνίου Μονογενούς Υιού και Λόγου του Θεού !
Προεορτάσωμεν λαοί, Χριστοῦ τὰ Γενέθλια,
καὶ ἐπάραντες τὸν νοῦν, ἐπὶ τὴν Βηθλεὲμ ἀναχθῶμεν τῇ διανοίᾳ, καὶ κατίδωμεν τὴν
Παρθένον, τοῖς ψυχικοῖς λογισμοῖς, ἐπειγομένην τίκτειν ἐν Σπηλαίῳ, τὸν τῶν ὅλων
Κύριον καὶ Θεὸν ἡμῶν, οὗ Ἰωσὴφ κατιδὼν τῶν θαυμάτων τὸ μέγεθος, ἐδόκει ἄνθρωπον
θεωρεῖν, ὡς βρέφος σπαργανούμενον, ὑπενόει δὲ ἐκ τῶν πραγμάτων, Θεὸν εἶναι ἀληθινόν,
τὸν παρέχοντα ταῖς ψυχαῖς ἡμῶν, τὸ μέγα ἔλεος. Ἄκουε οὐρανέ, καὶ ἐνωτίζου ἡ γῆ·
ἰδοὺ γὰρ ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Πατρός, πρόεισι τεχθῆναι, ἐκ κόρης ἀπειράνδρου,
εὐδοκίᾳ τοῦ φύσαντος αὐτὸν ἀπαθῶς, καὶ συνεργείᾳ τοῦ Ἁγίου Πνεύματος. Βηθλεὲμ εὐτρεπίζου,
ἄνοιγε πύλην ἡ Ἐδέμ· ὅτι ὁ ὢν, γίνεται ὃ οὐκ ἦν, καὶ ὁ πλαστουργὸς πάσης κτίσεως
διαπλάττεται, ὁ παρέχων τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Ἰδοὺ καιρὸς ἤγγικε τῆς σωτηρίας ἡμῶν·
εὐτρεπίζου Σπήλαιον, ἡ Παρθένος ἐγγίζει τοῦ τεκεῖν, Βηθλεὲμ γῆ Ἰούδα, τέρπου καὶ
ἀγάλλου, ὅτι ἐκ σοῦ ἀνατέταλκεν ὁ Κύριος ἡμῶν. Ἀκούσατε ὄρη καὶ βουνοί, καὶ τὰ
περίχωρα τῆς Ἰουδαίας, ὅτι ἔρχεται Χριστός, ἵνα σώσῃ ὃν ἔπλασεν ἄνθρωπον, ὡς
φιλάνθρωπος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου