ΤΟ ΝΑ ΑΚΟΛΟΥΘΟΥΜΕ ΤΟΥΣ ΚΛΗΡΙΚΟΥΣ ,ΠΑΡ'ΟΤΙ ΣΦΑΛΟΥΝ ΣΕ ΘΕΜΑΤΑ ΠΙΣΤΕΩΣ ΕΙΝΑΙ ΤΡΑΓΙΚΟ ΛΑΘΟΣ ΠΟΥ ΟΔΗΓΗ ΣΤΟ ΘΑΝΑΤΟ!!
† «Ὡρίσθη παρὰ τῶν ἁγίων Πατέρων χρῆναι καὶ μετὰ θάνατον ἀναθεματίζεσθαι
τοὺς εἴτε εἰς κανόνας εἴτε εἰς Πίστιν ἁμαρτήσαντας».
Ἁγίου Ἰγνατίου τοῦ Θεοφόρου.
† «Πᾶς ὁ λέγων παρὰ τὰ διατεταγμένα κἄν ἀξιόπιστος ἤ κἄν
νηστεύῃ καὶπαρθενεύῃ κἄν σημεῖα ποιῇ κἄν προφητεύῃ, λύκος σοι φαινέσθω ἐν
προβάτου δορᾷ, προβάτων φθορὰν κατεργαζόμενος».
Τοῦ Ἁγίου Φωτίου.
† «Καὶ γὰρ ἐστιν ὄντως τὰ Κοινὰ πᾶσιν φυλάττειν ἐπάναγκες καὶ
πρὸ γε τῶν ἄλλων τὰ περὶ Πίστεως· ἔνθα καὶ τὸ παρεκλῖναι μικρὸν ἁμαρτεῖν ἐστὶν ἁμαρτία
τὴν πρὸς θάνατον». (Ἐπιστολὴ πρὸς τὸν Ρώμης Νικόλαον).
Τοῦ Ἀγ. Γερμανοῦ τοῦ υἱοῦ Πατριάρχου Κ/πόλεως.
† «Ἐπισκήπτομαι πᾶσι τοῖς ἐν Κύπρῳ λαϊκοῖς, ὅσοι τῆς Καθολικῆς
Ἐκκλησίας ἐστὲτέκνα γνήσια, φεύγειν ὅλῳ ποδὶ ἀπὸ τῶν ὑποπεσόντων ἱερέων τῇ
Λατινικῇ ὑποταγῇ καὶμηδὲ εἰς Ἐκκλησίαν τούτοις συνάγεσθαι, μηδὲ εὐλογίαν ἐκ τῶν
χειρῶν αὐτῶν λαμβάνειν τὴν τυχοῦσαν· κρεῖσσον γὰρ ἐστὶν ἐν τοῖς οἴκοις ὑμῶν τῷ
θεῷ προσεύχεσθε κατὰ μόνας, ἤἐπ’ ἐκκλησίαις συνάγεσθε μετὰ τῶν Λατινοφρόνων, εἰ
δὲ οὐν τὴν αὐτὴν ὑφέξεται μετ’ αὐτῶν κόλασιν. Ἤ οὐχὶ τὰ τῶν ἐπὶ κοσμικῶν
κρίσεων τοῦτο γίνεσθε σύνηθες; Ἄν γὰρ
τις συλλαλῇ ἀνδροφόνῳ ἤ ληστῇ ἤ προδότῃ τὴν αὐτὴν ἐκείνῳ ὑφίσταται κόλασιν».
Τοῦ Ἁγίου Βασιλείου τοῦ Μεγάλου.
† «Πᾶς ὁ δυνάμενος λέγων τὴν ἀλήθειαν καὶ μὴ λέγων αὐτήν,
κατακριθήσεται ὑπὸτοῦ θεοῦ, καὶ ταῦτα ἔνθα πίστις ἐστὶ τὸ κινδυνευόμενον, καὶ τῆς
ὅλης Ἐκκλησίας τῶνὈρθοδόξων ἡ Κρηπὶς τὸ γὰρ ἐφησυχάζειν ἐν τοῖς τοιούτοις, ἀρνήσεως
ἴδιον, τὸ δὲ ἐλέγχεινὁμολογίας εἰλικρινοῦς».
Τοῦ Ἁγίου Μελετίου τοῦ ὁμολογητοῦ.
† «Μὴ πείθεσθε Μονάζουσαν μηδὲ τοῖς Πρεσβυτέροις,
ἐφ’ οἷς ἀνόμως λέγουσι κακίστως εἰσηγοῦνται,
καὶ τὶ φημὶ Μονάζουσι καὶ τὶ τοῖς πρεσβυτέροις;
Μηδ’ Ἐπισκόποις εἴκετε τὰ μὴ λυσιτελοῦντα,
πράττειν καὶ λέγειν καὶ φρονεῖν δολίως παραινοῦσιν».
«Τὶς εὐσεβὴς σιγήσει τὶς ὅλως ἠρεμήσει;
καὶ γὰρ τὴν συγκατάθεσιν σιωπὴ σημαίνει
καὶ τοῦτο δείκνυσι σαφῶς ὁ Πρόδρομος Κυρίου,
καὶ Μακκαβαῖοι σὺν αὐτῷ μικρὰς νομοθεσίας,
προκινδυνεύοντες στερρῶς μέχρις αὐτοθανάτου
καὶ μήτε τὸ βραχύτατον τοῦ νόμου παριδόντες
ἐπαινετὸς ὁ πόλεμος γνωρίζεται πολλάκις
καὶ μάχη κρεῖττον δείκνυται ψυχοβλαβοῦς εἰρήνης.
Βέλτιον γὰρ ἀνθίστασθαι τοῖς οὐ καλῶς φρονοῦσιν
ἡ τούτοις ἐπακολουθεῖν κακῶς ὁμονοοῦντας,
χωριζομένους τοῦ θεοῦ καὶ τούτοις ἑνουμένους».
Τοῦ Ἁγίου Μελετίου τοῦ ὁμολογητοῦ.
† «Τὸ τὴν ἀλήθειαν σιγᾷν κίνδυνος ὄντως μέγας,
καὶ κόλασις αἰώνιος καὶ βόθρος ἀπωλείας,
οὐ δίκαιον, οὐ θεμιτόν, οὐ πρέπον εὐσεβέσιν
ὅλως σιγᾷν, ἔνθα θεοῦ τοὺς νόμους ἀθετοῦσι,
οἱ τὴν ἀπάτην σπεύδοντες συστῆσαι καὶ τὴν πλάνην».
Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου.
Ὅτι πρέπει τὰ γνήσια τῆς Ὀρθοδόξου Ἐκκλησίας τέκνα νὰ ἀποφεύγωμεν
τοὺς ἐν δόλῳ τὴν ὀρθοδοξίαν νοθεύοντας, διὰ νεωτερισμῶν κληρικοὺς.
† «Κακὸν μὲν ἡ ἀναρχία πανταχοῦ καὶ πολλοῖς ὑπόθεσις συμφορῶν
καὶ ἀρχὴἀταξίας καὶ συγχύσεως· κακὸν δὲ οὐχ ἧττον καὶ ἀπείθεια τῶν ἀρχομένων. Ἀλλ’
ἴσως ἐρεῖτις ἡμῖν, ὅτι ἔσται καὶ τρίτον κακόν, ὅταν ὁ ἄρχων ᾖ κακός. Οἶδα κἀγὼ
καὶ οὐ μικρὸν τοῦτο κακόν· ἀλλὰ καὶ τῆς ἀναρχίας πολλῷ κάκιον. Κρεῖττον γὰρ ὑπὸ
μηδενὸς ἄρχεσθαι,ἤ ὑπὸ κακοῦ ἄγεσθαι. Ὁ μὲν γὰρ πολλάκις μὲν ἐσώθη, πολλάκις δὲ
ἐκινδύνευσεν· οὗτος δὲ πάντως κινδυνεύσει εἰς βάραθρα ἀγόμενος. Πῶς οὖν ὁ Παῦλος
φησίν, πείθεσθε τοῖςἡγουμένοις ἡμῶν καὶ ὑπείκετε; ἀνωτέρω εἰπὼν «ὧν ἀναθεωροῦντες
τὴν ἔκβασιν τῆςἀναστροφῆς μιμεῖσθε τὴν πίστιν» τότε εἶπε πείθεσθε τοῖς ἡγουμένοις
ἡμῶν καὶ ὑπείκετε. Τὶ οὖν φησί; ὅταν πονηρὸς ἧ, μὴ πειθώμεθα; Πονηρὸς πῶς
λέγεις; εἰ μὲν πίστεως πονηρὸςἕνεκεν, φεῦγε καὶ παραιτοῦ, μὴ μόνον ἄν ἄνθρωπος ἧ,
ἀλλὰ κἄν ἄγγελος ἐξ οὐρανοῦκατιών. Εἰ δὲ βίου ἕνεκεν μὴ περιεργάζου. Ἐπεὶ καὶ τὸ
μὴ κρίνετε, ἵνα μὴ κριθῆτε, περί βίου ἐστίν, οὐ περί πίστεως» (λόγος 34ος).
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου