Εἰς τὴν παραβολὴν περὶ τοῦ ἀσώτου ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΙΣΟΣΤΟΜΟΥ
Η παραβολή του άσωτου υιούἈεὶ μὲν, ἀδελφοὶ, τὴν τοῦ Θεοῦ
φιλανθρωπίαν κηρύττειν ὀφείλομεν (δι' αὐτῆς γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν)·
μάλιστα δὲ ἐν τούτῳ τῷ καιρῷ χρεωστοῦμεν τοῦτο ποιεῖν, διὰ τὴν
κοινὴν ὠφέλειαν, καὶ τὴν εὐεργεσίαν τῶν μελλόντων ἐκ τῆς κολυμβήθρας ἀνατέλλειν
ἀστέρων.
Καὶ γὰρ οὗτοι διὰ ταύτης ἐκλάμψουσι,
καὶ ἡμεῖς δι' αὐτῆς ἐσώθημεν καὶ σωζόμεθα·
ἥτις ἡμῖν ἀντὶ κληρονομίας ἐδόθη ἐκ τοῦ δημιουργοῦ Θεοῦ καὶ
πατρὸς ἡμῶν.
Εἴπωμεν τοίνυν περὶ αὐτῆς, ἅπερ εἶπεν ὁ ∆εσπότης Χριστὸς, ὁ
φιλάνθρωπος Υἱὸς τοῦ φιλανθρώπου Πατρὸς,
ὁ μόνος ἀξιόχρεως τῆς πατρῴας οὐσίας ἐξηγητής·
ἀναπτύξωμεν πᾶσαν τὴν περὶ τοῦ ἀσώτου παραβολὴν,
ἵνα μάθωμεν ἐξ αὐτῆς, πῶς δεῖ προσπελάζειν τῷ ἀπροσπελάστῳ,
καὶ συγγνώμην τῶν πταισμάτων αἰτεῖν.