῾Ομολογία τῆς ὀρθῆς πίστεως
Μάρκου μητροπολίτου Ἐφέσου τοῦ Εὐγενικοῦ
᾿Εκτεθεῖσα ἐν Φλωρεντίᾳ κατὰ τὴν πρὸς Λατίνους γενομένην σύνοδον
[1] Ἐγὼ τῇ τοῦ θεοῦ χάριτι δόγμασιν ἐντραφεὶς εὐσεβέσι καὶ τῇ ἁγίᾳ καὶ καθολικῇἐκκλησίᾳ διὰ πάντων ἑπόμενος, πιστεύω καὶ ὁμολογῶ τὸν θεὸν καὶ πατέρα μόνον ἄναρχον καὶ ἀναίτιον, πηγὴν δὲ καὶ αἰτίαν τοῦ υἱοῦ καὶ τοῦ πνεύματος. ὅ τε γὰρ υἱὸς ἐξ αὐτοῦγεγέννηται καὶ τὸ πνεῦμα ἐξ αὐτοῦ ἐκπορεύεται, μηδὲν τοῦ υἱοῦ συμβαλλομένου πρὸς τὴνἐκπόρευσιν, ὥς περ οὐδὲ τοῦ πνεύματος πρὸς τὴν γέννησιν, ἢ κατὰ τὸ ἅμα τὰς προόδους εἶναι καὶ σὺν ἀλλήλαις, ὡς οἱ θεολόγοι πατέρες διδάσκουσι. διὰ τοῦτο γὰρ καὶ τὸ πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι «δι᾿ υἱοῦ» λέγεται, τουτέστι μετὰ τοῦ υἱοῦ καὶ ὡς ὁ υἱός, εἰ καὶ μὴγεννητῶς ὡς ἐκεῖνος. ὁ δὲ υἱὸς οὐ λέγεται γεννᾶσθαι διὰ τοῦ πνεύματος, διὰ τὸ σχετικὸν εἶναι τὸ τοῦ υἱοῦ ὄνομα, ἵνα μὴ δόξῃ υἱὸς εἶναι τοῦ πνεύματος. ἐντεῦθεν καὶ πνεῦμα μὲν υἱοῦ λέγεται διὰ τὸ κατὰ φύσιν οἰκεῖον, καὶ τὸ δι᾿ αὐτοῦ πεφηνέναι καὶ δίδοσθαι τοῖςἀνθρώποις· ὁ δὲ υἱὸς τοῦ πατρὸς λέγεται, τοῦ δὲ πνεύματος ὁ υἱὸς οὔτε ἔστιν οὔτε λέγεται κατὰ τὸν Νύσσης Γρηγόριον.