Κωνσταντῖνος ΙΑ´ Παλαιολόγος !!Ἡ τελευταία ὁμιλία πρὸς τὸν λαόν (ὀλίγον πρὸ τῆς Ἁλώσεως)!! Καί όποιος κατάλαβε ,κατάλαβε !!
Ἐμεῖς μέν, εὐγενέστατοι
Ἄρχοντες καὶ ἐκλαμπρότατοι δήμαρχοι καὶ στρατηγοὶ καὶ γενναιότατοι στρατιῶται
καὶ πᾶς ὁ πιστὸς καὶ τίμιος λαός, καλὸς οἴδατε ὅτι ἔφθασεν ἡ Ὥρα καὶ ὁ ἐχθρὸς τῆς
πίστεως ἡμῶν βούλεται ἵνα μετὰ πάσης τέχνης καὶ μηχανῆς ἰσχυροτέρως στενοχωρήσῃ
ἡμᾶς καὶ πόλεμον σφοδρὸν μετὰ συμπλοκῆς μεγάλης καὶ συρρήξεως ἐκ τῆς χέρσου καὶ
θαλάσσης δώσῃ ἡμῶν μετὰ πάσης δυνάμεως, ἵνα, εἰ δυνατόν, ὡς ὄφις τὸν ἰὸν ἐκχύσῃ
καὶ ὡς λέων ἀνήμερος καταπίῃ ἡμᾶς. Διὰ τοῦτο λέγω καὶ παρακαλῶ ὑμᾶς ἵνα στῆτε ἀνδρείως
καὶ μετὰ γενναίας ψυχῆς, ὡς πάντοτε ἕως τοῦ νῦν ἐποιήσατε, κατὰ τὸν Ἐχθρῶν τῆς
πίστεως ἡμῶν. Παραδίδωμι δὲ ὑμῖν τὴν ἐκλαμπροτάτην καὶ περίφημον ταύτην πόλιν
καὶ πατρίδα ἡμῶν καὶ βασιλεύουσαν τῶν πόλεων. Καλῶς οὖν οἴδατε, ἀδελφοί, ὅτι διὰ
τέσσερά τινα ὀφείλεται κοινῶς ἐσμεν πάντες ἵνα προτιμήσωμεν ἀποθανεῖν μᾶλλον ἢ
ζῆν, πρῶτον μὲν ὅπερ τῆς πίστεως ἡμῶν καὶ εὐσεβείας, δεύτερον δὲ ὅπερ πατρίδος,
τρίτον ὅπερ τοῦ βασιλέως ὡς Χριστοῦ Κυρίου, καὶ τέταρτον ὅπερ συγγενῶν καὶ
φίλων.