Ὑπεράγαθε Δέσποινα Θεοτόκε, ἐπάκουσον τῆς οἰκτρᾶς μου δεήσεως
καὶ μὴ καταισχύνης μὲ ἀπὸ τῆς προσδοκίας μου, ἡ μετὰ Θεὸν ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς.
Τὸν πικρὸν θυμὸν καταπράϋνον. Τὸν τῦφον καὶ τὴν ἀλαζονείαν τῆς ματαίας οἰήσεως
ἐκ τοῦ νοὸς μοῦ ἀφάνισον.
Τὰς νυκτερινὰς φαντασίας τῶν πονηρῶν πνευμάτων καὶ τὰς μεθημερινὰς τῶν ἀκαθάρτων ἐννοιῶν προσβολὰς ἐκ τῆς καρδίας μοῦ μείωσον.
Παίδευσόν με τὴν γλῶσσαν λαλεῖν τὰ συμφέροντα.