Ὁμιλία περὶ τοῦ Ἁγίου Πνεύματος . Μεγάλου Βασιλείου
οὔτε εἰς ἀρχὰς, οὔτε εἰς δυνάμεις, οὔτε εἰς
τὰ ἑξῆς ἐν κτίσμασι.
∆ῆλον οὖν αὐτῷ ἔστω, ὅτι ἡ Τριὰς ὑπὲρ τὴν
κτίσιν ἐστί·
καὶ μηδὲν τῆς Τριάδος εἰς κτίσιν κατάγειν ἐπιχειρείτω.
Μεμνήσθω δὲ καὶ τοῦ Κυρίου, Πνεῦμα ἅγιον ἐμφυσήσαντος,
καὶ δείξαντος διὰ τῆς ἐμφυσήσεως,
ὅτι τὸ Πνεῦμα τῆς θεϊκῆς οὐσίας ἐστὶ, καὶ
οὐ τῆς κτιστῆς φύσεως.
Λογιζέσθω δὲ καὶ τὴν ἀποστολικὴν ἐξήγησιν
περὶ Τριάδος, ἐν ᾗ μίαν ἐνέργειαν ὁρῶμεν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος·
ὡς οὐκ ὄντος κτιστοῦ καὶ ποιητοῦ τὴν φύσιν
οὔτε τοῦ Υἱοῦ οὔτε τοῦ Πνεύματος.
Ὅτι μὴ τῆς ἑαυτοῦ κτίσεως ὁ Θεὸς ἐπιδεῖται
πρὸς τὸ τὴν ἰδίαν ἐνέργειαν ἀποδιδόναι.
Λέγει δὲ ὁ Ἀπόστολος·
«∆ιαιρέσεις χαρισμάτων εἰσὶ, καὶ τὸ αὐτὸ
Πνεῦμα.
Καὶ διαιρέσεις διακονιῶν εἰσι, καὶ ὁ αὐτὸς
Κύριος.
Καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς
Θεὸς, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν.»
Οὐκοῦν ἃ ἐνεργεῖ Θεὸς, ταῦτα τὸ Πνεῦμα ἐνεργεῖ.
«Πάντα ἐνεργεῖ, φησὶ, τὸ ἓν καὶ τὸ αὐτὸ
Πνεῦμα, διαιροῦν ἑκάστῳ καθὼς βούλεται.»
Μηδὲ εἰς δουλείαν καταγέτω τὸ Πνεῦμα, ἀκούων,
ὅτι καθὼς βούλεται πάντα ἐνεργεῖ τὰ τοῦ Θεοῦ.
Καὶ πάλιν·
«Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν.
Οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία.»
Καὶ γὰρ εἰ μὴ θεότητα λέγει κατοικεῖν ἐν ἡμῖν
διὰ τοῦ Πνεύματος κατοικοῦντος, λέγοντος τοῦ Ἰωάννου,
«Ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν ἡμῖν ἐστιν, ἐκ
τοῦ Πνεύματος οὗ ἔδωκεν ἡμῖν,»
πᾶσαν ἀπολεῖ τὴν ἐλπίδα.
Εἰ γὰρ μὴ Θεὸς ἐν ἡμῖν, οὔτε ζωῆς οὔτε ἀγαθῶν
αἰωνίων τευξόμεθα.
Λέγει δὲ καὶ πάλιν ὁ Παῦλος·
«Οὐκ οἴδατε, ὅτι ναὸς τοῦ Θεοῦ ἐστε, καὶ τὸ
Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν;»
καὶ πάλιν·
«Τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου
Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ.»
Καὶ κτίσις μὲν ἀποκαλύψεως δεῖται πρὸς τὸ
εἰδέναι τὰ Θεοῦ·
τὸ Πνεῦμα δὲ ἀποκαλύπτει.
«Ἡμῖν, φησὶν, ὁ Θεὸς ἀπεκάλυψε διὰ τοῦ
Πνεύματος αὐτοῦ.»
Καὶ καθ' ἡμᾶς μὲν ἐρευνᾷ, ὅτι ἐν αὐτῷ τὴν ἔρευναν
ποιούμεθα·
«Τὸ Πνεῦμα, φησὶν, ἐρευνᾷ καὶ τὰ βάθη τοῦ
Θεοῦ·»
καθ' ἑαυτὸ δὲ γινώσκει, ὥσπερ τὸ ἡμέτερον
πνεῦμα.
«Τίς γὰρ οἶδε, φησὶν, ἀνθρώπων τὰ τοῦ ἀνθρώπου
εἰ μὴ τὸ πνεῦμα τὸ ἐν αὐτῷ;
Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνωκεν εἰ μὴ
τὸ Πνεῦμα τοῦ Θεοῦ.»
Καὶ ζωογονεῖ μὲν Θεός·
λέγει γὰρ ὁ Παῦλος·
«Παραγγέλλω ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωογονοῦντος
τὰ πάντα·»
ζωὴν δὲ δίδωσι Χριστὸς, ὁ λέγων·
«Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, κἀγὼ
ζωὴν αἰώνιον δίδωμι αὐτοῖς.»
Ζωοποιούμεθα δὲ διὰ τοῦ Πνεύματος, ὥς
φησιν ὁ Παῦλος·
«Ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ
τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν.»
Ζωογονῇ τοίνυν ὑπὸ Θεοῦ διὰ Χριστοῦ ἐν
Πνεύματι.
Καὶ διὰ τοῦτο, ἐπεὶ πᾶσα ἡ ἐνέργεια τοῦ Υἱοῦ
διὰ τοῦ Πνεύματος φανεροῦται, Κύριος ὀνομάζεται τὸ Πνεῦμα τῷ τοῦ Κυρίου ὀνόματι·
καὶ Χριστὸς τῷ τοῦ Χριστοῦ, ὡς ἄρτι μὲν ἐλέγομεν·
«Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν.»
Εἴρηται δὲ καὶ τὸ,
«Ὑμεῖς οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ' ἐν
Πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ ἐν ὑμῖν.
Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ
ἔστιν αὐτοῦ.»
Εἶτα ἐπάγει·
«Εἰ δὲ Χριστὸς ἐν ὑμῖν,»
ἀντὶ τοῦ λέγειν, ὅπερ ἀκόλουθον ἦν·
Εἰ δὲ τὸ Πνεῦμα ἐν ὑμῖν.
Οὐδὲ ἔστι φωνὴ θεία ποιητὸν τὸ Πνεῦμα εἶναι
διδάσκουσα.
Τὸ γὰρ,
«Πάντα δι' αὐτοῦ ἐγένετο,»
περὶ τοῦ πλήθους τῶν κτισμάτων ἐστί.
Τὸ δὲ Πνεῦμα οὐκ ἐν τῷ πλήθει, ἀλλὰ μετὰ τῆς
δυάδος Τριάδα πληροῖ, καὶ κτίσεως ἀπηλλοτρίωται, καὶ πλεῖστον ὑπερέχει, ἅτε δὴ ἁγιάζον
τὴν κτίσιν καὶ ζωοποιοῦν, καὶ χρίσμα ἐφ' ἡμῖν ὂν, ἤδη δὲ καὶ ἐν αὐτῇ τῇ τοῦ
Κυρίου σαρκί.
Οὐ δήπου δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς
διὰ κτίσματος ἁγιάζεται, ὡς λέγει ὁ Πέτρος·
«Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲτ, ὡς ἔχρισεν αὐτὸν ὁ
Θεὸς Πνεύματι ἁγίῳ καὶ δυνάμει.»
Οὐδὲ διὰ κτίσματος δύναται· λέγει δέ·
«Ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια.»
Οὐδὲ ὑπὸ κτίσματος ἄγεται·
γέγραπται γὰρ, ὅτι
«Ἤγετο ἐν τῷ Πνεύματι εἰς τὴν ἔρημον.»
Ἀξίωμα μὲν τοῦ Θεοῦ προφῆται παλαιοὶ
κεκράγασι·
«Τάδε λέγει Κύριος·»
οἱ δὲ νέοι προφῆται·
«Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον·»
καὶ οἱ ἀπόστολοι·
«Ἔδοξε τῷ ἁγίῳ Πνεύματι καὶ ἡμῖν.»
∆ιόπερ καὶ ὁ Ἀπόστολος, δεικνύων, ὅτι θεῖα
ῥήματα φθέγγεται, ποτὲ μὲν λέγει·
«Ἢ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦν τος
Χριστοῦ;»
ποτὲ δὲ,
«∆οκῶ Πνεῦμα Θεοῦ ἔχειν.»
Πλήρης δὲ καὶ ἡ παλαιὰ Γραφὴ τῆς τοῦ
Πνεύματος δοξολογίας.
«Τῷ λόγῳ Κυρίου, φησὶν ὁ Ψαλμῳδὸς, οἱ οὐρανοὶ
ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.»
Καὶ ἐν τῇ βίβλῳ τοῦ Ἰὼβ γέγραπται·
«Πνεῦμα δὲ θεῖον τὸ ποιῆσάν με.»
Ὥσπερ δὲ Λόγον ἕτερον παρὰ τὸν Υἱὸν οὐκ ἔστιν
ὑποθέσθαι, ᾧ ἐγένοντο οἱ οὐρανοὶ (ἦ γὰρ ἂν οὐκέτι διὰ τοῦ Κυρίου γεγονότες εἶεν,
εἴπερ δι' ἑτέρου λόγου γεγόνασιν)·
οὕτως οὐδὲ Πνεῦμα ἕτερον ἔστιν ὑποθέσθαι,
τὸ μετὰ τοῦ Λόγου στερεοῦν τὰς δυνάμεις τῶν οὐρανῶν.
Πνεῦμα δὲ στόματος ἀκούοντες, οὐκ ἀνθρωπίνως
ἀκούομεν, ἀλλ' ὡς ἐπὶ Θεοῦ πρέπον ἐστὶν, ὥσπερ καὶ τὸν Λόγον.
Οὔτε γὰρ ὁ Λόγος ῥῆμα διαλυόμενον, ἀλλ' ὡς
ὁ ψαλμῳδός φησιν·
«Εἰς τὸν αἰῶνα, Κύριε, ὁ Λόγος σου
διαμένει ἐν τῷ οὐρανῷ.»
Οὔτε τὸ Πνεῦμα διαχεομένη τίς ἐστι πνοὴ, ἀλλ'
ἑστῶσα καὶ μένουσα.
«Ποῦ γὰρ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου;»
φησὶν ὁ ∆αβὶδ, ὄντος δηλαδὴ, καὶ
πεπληρωκότος τὰ σύμπαντα, καὶ ἐν ἀξίᾳ θεϊκῇ καθεστῶτος.
Ὅπερ γὰρ εἶπε περὶ τοῦ Πνεύματος, τοῦτο καὶ
περὶ προσώπου λέγει Θεοῦ, καὶ περὶ δεξιᾶς αὐτοῦ φάσκων ἑξῆς·
«Καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;
Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ·
ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει·
ἐὰν ἀναλάβω τὰς πτέρυγάς μου κατ' ὄρθρον,
καὶ κατα σκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης·
καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με, καὶ
καθέξει με ἡ δεξιά σου.»
Καὶ φωνὴ Θεοῦ περὶ ἑαυτοῦ τε καὶ Πνεύματος
τοῦτο λέγει·
«Ἐγώ εἰμι ἐν ὑμῖν, φησὶ Κύριος, καὶ τὸ Πνεῦμά
μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν.»
Οὔτε οὖν ἀλλότριον τῆς τοῦ Θεοῦ δόξης τὸ
Πνεῦμα, ἐκ τοῦ ἀῤῥήτου στόματος ἀῤῥήτως ἐκπεφηνός·
οὔτε αὐτὸς ὁ Θεὸς ἄνευ Πνεύματος, ἀλλὰ Θεοῦ
Πνεῦμα, καὶ παρὰ Θεῷ, ἀποστελλόμενον δὲ παρὰ Θεοῦ, καὶ διὰ Υἱοῦ χορηγούμενον·
ὡς λέγεται μὲν ἐκ τοῦ πατρικοῦ προσώπου·
«Τὸ Πνεῦμα τὸ ἐμὸν, ὅ ἐστι ἐπὶ σοί·»
λέγεται δὲ ὑπὸ τοῦ Κυρίου, ὅτι
«Παράκλητον πέμψω ὑμῖν·»
ὃν δὴ καὶ καλεῖ
«τὸ Πνεῦμα τῆς ἀληθείας.»
Ἕνα μὲν οὖν Πατέρα, ἕνα δὲ Υἱὸν, ἓν δὲ καὶ
Πνεῦμα κατὰ τὴν θείαν παράδοσιν ὁμολογητέον, καὶ οὔτε δύο πατέρας, οὔτε δύο υἱούς·
διόπερ τὸ Πνεῦμα Υἱὸς οὐκ ἔστιν, οὐδὲ ὀνομάζεται.
Οὐ γὰρ παρὰ τοῦ Πνεύματός τινα λαμβάνομεν ὥσπερ
παρὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα, ἀλλ' αὐτὸ προσιὸν ἡμῖν καὶ ἁγιάζον ὑποδεχόμεθα·
θεότητος κοινωνίαν, καὶ υἱότητος
μετουσίαν, καὶ τῆς αἰωνίου κληρονομίας ἀῤῥαβῶνα, καὶ τῶν μελλόντων ἀγαθῶν ἀπαρχήν.
Μηδέ τις ἐκτὸς τῶν εἰρημένων ἱερῶν ὀνομάτων
περιεργαζέσθω·
μηδὲ Υἱοῦ προσηγορίαν ἐπὶ Πνεύματος τιθέναι
βιαζέσθω, μηδὲ γέννησιν·
ἀλλ' ἀρκείσθω τῇ κατὰ τὸ Πνεῦμα προσηγορίᾳ
καὶ ὁμοιώσει.
Ἐπεὶ δὲ Θεοῦ τοῦ ἀγαθοῦ χάριτι, τῇ μνήμῃ τῶν
τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ τοῦ ζῶντος ῥημάτων, καὶ τῶν ἁγίων αὐτοῦ εὐαγγελιστῶν
τε καὶ ἀποστόλων καὶ προφητῶν,
αὐτάρκως ἡμῖν σαφηνισάντων τὸν περὶ τοῦ
κατὰ τὸ Εὐαγγέλιον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ βαπτίσματος λόγον, ἐπαιδεύθημεν,
ὅτι τὸ μὲν ἐν τῷ πυρὶ βάπτισμα ἐλεγκτικὸν
μέν ἐστι πάσης κακίας,
δεκτικὸν δὲ τῆς κατὰ Χριστὸν δικαιοσύνης,
μῖσος μὲν ἐμποιοῦν τῆς κακίας,
ἐπιθυμίαν δὲ τῆς ἀρετῆς·
διὰ δὲ τῆς πίστεως ὑπὸ τοῦ αἵματος τοῦ
Χριστοῦ ἐκαθαρίσθημεν ἀπὸ πάσης ἁμαρτίας,
ἐν δὲ τῷ ὕδατι βαπτισθέντες εἰς τὸν
θάνατον τοῦ Κυρίου,
ὥσπερ ἔγγραφον ὁμολογίαν κατεθέμεθα·
νενεκρῶσθαι μὲν τῇ ἁμαρτίᾳ καὶ τῷ κόσμῳ,
ἐζωοποιεῖσθαι δὲ τῇ δικαιοσύνῃ,
καὶ οὕτως ἐν τῷ ὀνόματι τοῦ ἁγίου
Πνεύματος βαπτισθέντες,
ἄνωθεν ἐγεννήθημεν·
γεννηθέντες δὲ καὶ ἐν τῷ ὀνόματι τοῦ Υἱοῦ
βαπτισθέντες, τὸν Χριστὸν ἐνεδυσάμεθα·
ἐνδυσάμενοι δὲ τὸν καινὸν ἄνθρωπον,
τὸν κατὰ Θεὸν κτισθέντα,
ἐν τῷ ὀνόματι τοῦ Πατρὸς ἐβαπτίσθημεν καὶ
τέκνα Θεοῦ ἀπηγορεύθημεν.
Χρεία οὖν λοιπὸν τρέφεσθαι ἡμᾶς τροφὴν ζωῆς
αἰωνίου, ἥντινα παρέδωκεν ἡμῖν πάλιν ὁ αὐτὸς μονογενὴς Υἱὸς τοῦ ζῶντος Θεοῦ, εἰπών·
«Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος,
ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ
στόματος Θεοῦ.»
Καὶ πῶς τοῦτο γένηται, ἐδίδαξεν ἐν τῷ εἰπεῖν·
«Ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιῶ τὸ θέλημα τοῦ
πέμψαντός με Πατρός·»
καὶ πάλιν·
«Ἀμὴν ἀμὴν λέγω ὑμῖν.»
Πρὸς βεβαίωσιν τῶν ἐπιφερομένων καὶ
πληροφορίαν τῶν ἀκουόντων, ἐκ δευτέρου τοῦτο προθεὶς, φησὶν, ὅτι
«Ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου,
καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν
ἑαυτοῖς.
Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα,
ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναπαύσω αὐτὸν ἐν
τῇ ἐσχάτῃ ἡμέρᾳ.
Ἡ γὰρ σάρξ μου ἀληθής ἐστι βρῶσις·
καὶ τὸ αἷμά μου ἀληθής ἐστι πόσις.
Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα,
ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ.»
Καὶ μετ' ὀλίγα γέγραπται·
«Πολλοὶ οὖν, ἀκούσαντες τὸν λόγον τῶν
μαθητῶν αὐτοῦ, εἶπον·
Σκληρός ἐστιν ὁ λόγος οὗτος.
Τίς δύναται αὐτοῦ ἀκούειν;
Εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ, ὅτι γογγύζουσι
περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ, εἶπεν αὐτοῖς·
Τοῦτο ὑμᾶς σκανδαλίζει;
Ἐὰν οὖν ἴδητε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα
ὅπου ἦν τὸ πρότερον;
Τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν·
ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν.
Τὰ ῥήματά μου πνεῦμά ἐστι καὶ ζωή ἐστιν.
Ἀλλ' εἰσί τινες ἐξ ὑμῶν, οἳ οὐ
πιστεύουσιν.
Ἤδει γὰρ ὁ Ἰησοῦς ἐξ ἀρχῆς, τίνες εἰσὶν οἱ
πιστεύοντες, καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν.
Καὶ ἔλεγεν·
∆ιὰ τοῦτο εἴρηκα ὑμῖν, ὅτι οὐδεὶς δύναται ἐλθεῖν
πρὸς μὲ, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ Πατρός μου.»
Καὶ πρὸς τῷ τέλει·
«Λαβὼν οὖν ὁ Ἰησοῦς ἄρτον, καὶ εὐχαριστήσας,
ἔκλασε, καὶ ἐδίδου τοῖς μαθηταῖς, καὶ εἶπε·
Λάβετε, φάγετε·
τοῦτό ἐστι τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν
κλώμενον·
τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.
Καὶ λαβὼν ποτήριον, εὐχαριστήσας, ἔδωκεν αὐτοῖς
εἰπών·
Πίετε ἐξ αὐτοῦ πάντες·
τοῦτο γάρ ἐστι τὸ αἷμά μου τὸ τῆς Καινῆς
∆ιαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.»
Καὶ ὁ Ἀπόστολος·
«Ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον,
καὶ τὸ ποτήριον πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε.»
Τί οὖν τὰ ῥήματα ταῦτα, καὶ τί τὸ παρ' αὐτῶν
ὄφελος;
Ἵνα, ἐσθίοντές τε καὶ πίνοντες, ἀεὶ
μνημονεύωμεν τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος καὶ ἐγερθέντος, καὶ οὕτω παιδευθῶμεν ἀναγκαίως
φυλάξαι τὸ ἀποστολικὸν ἐκεῖνο τὸ ἡμῖν δεδομένον παράγγελμα, τὸ φάσκον·
«Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς,
κρίναντας τοῦτο, ὅτι, εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον· καὶ ὑπὲρ
πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι
καὶ ἐγερθέντι.»
Ὁ γὰρ ἐσθίων καὶ πίνων, δηλονότι εἰς ἀνεξάλειπτον
τῆς μέχρι θανάτου ὑπακοῆς μνήμην τοῦ ∆εσπότου καὶ πλάστου, καὶ δι' ἐμὲ ὅπερ ἦν
τὸ πλασθὲν γεγονότος.
Ἀλλ' οὐχ ἁπλῶς ἐσθίειν προστέτακται, ἀλλὰ
καὶ διακρίνειν τὸ τοιοῦτον τοῦ Κυρίου παρακελευόμεθα σῶμα·
δηλονότι σαρκὸς μολυσμὸν καὶ πνεύματος ἀποθεμένους,
καὶ δοχεῖον τοῦ πνευματικοῦ μύρου παρασκευάσαντας, οὕτως τῇ καθαρᾷ προσεγγίσαι
θυσίᾳ, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.
Πηγη: Πανεπιστήμιο Αιγαίου, Τμήμα
Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου