ΚΥΡΙΑΚΗ ΤΗΣ ΑΠΟΚΡΕΩ .ΛΟΓΟΣ ΕΙΣ ΤΗΝ ΔΕΥΤΕΡΑ
ΠΑΡΟΥΣΙΑ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ . ΑΓΙΟΥ ΕΦΡΑΙΜ ΤΟΥ ΣΥΡΟΥ
Ὅταν τίθωνται θρόνοι, καὶ ἀνοίγωνται
βίβλοι, καὶ Θεὸς εἰς κρίσιν καθέζηται, ὢ ποῖος φόβος τότε!. Ἀγγέλων παρισταμένων
ἐν φόβῳ, καὶ ποταμοῦ πυρὸς ἕλκοντος, τί ποιήσομεν τότε οἱ ἐν πολλαῖς ἁμαρτίαις ὑπεύθυνοι
ἄνθρωποι; Ὅταν δὲ ἀκούσωμεν καλοῦντος αὐτοῦ, τοὺς εὐλογημένους τοῦ Πατρὸς εἰς
βασιλείαν, ἁμαρτωλούς δὲ ἀποπέμποντος εἰς κόλασιν, τίς ὑποστήσεται τὴν φοβερὰν ἐκείνην
ἀπόφασιν; Ἀλλὰ μόνε φιλάνθρωπε Σωτήρ, ὁ Βασιλεὺς τῶν αἰώνων, πρὶν τὸ τέλος φθάσῃ,
διὰ τῆς μετανοίας ἐπιστρέψας ἐλέησόν με.